← 辛普里丘

亚里士多德《物理学》注释

§805.27-807.12

运动的所在与形式的不可动性

辛普里丘引用亚历山大的观点,考察了异文所带来的句法差异,以及运动何以存在于被运动者之中而非运动者、空间、时间、起点或终点之中的论据,并讨论了形式的不可动性与斯特拉同的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2#2

ὁ δὲ Ἀλέξανδρος, εἰ μὲν ἡ δὴ κίνησις εἴη γεγραμμένον, ἕπεσθαι τοῦτο τοῖς προτέροις, ὡς εἴρηται, φησίν· εἰ δὲ γράφοιτο ἡ δὲ κίνησις διὰ τοῦ εἶ,1 εἰπών, φησί, τίνα δεῖ εἶναι, εἰ κίνησις ἔσται, ὅτι κινοῦν, κινούμενον, χρόνον, καὶ ἐξ οὗ καὶ εἰς ὅ, καὶ ὅτι ἕτερα καὶ κεχωρισμένα τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ εἰς ὅ, προστίθησι περὶ αὐτῆς τῆς κινήσεως καὶ λέγει ὅτι αὕτη, πρὸς ἣν χρεία τῶν εἰρημένων, ἐν τῷ κινουμένῳ ἐστίν· οὔτε γὰρ καθ’ αὑτήν (οὐδὲν γὰρ πάθος καθ’ αὑτό) οὔτε ἐν τῷ κινοῦντι, διότι τὸ μὲν κινοῦν ἐνεργείᾳ ὂν ἀμετάβλητόν ἐστι καθόσον κινεῖ, ἡ δὲ κίνησις μεταβολή. καὶ τὸ ἐν ᾧ ἐστι μεταβάλλει κατ’ αὐτήν· ἀλλ’ οὐδὲ ἐν τῷ τόπῳ ἡ κίνησις, καὶ ὅτι ἀκίνητος κατ’ αὐτὸν ὁ τόπος καὶ ὅτι ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ κατὰ τόπον κινούμενον, ἐν ᾧ χρὴ τὴν κίνησιν εἶναι. ἀλλ’ οὐδὲ ἐν τῷ ἐξ οὗ ἔστιν ἡ κίνησις, ὅτι τὸ ἀφιστάμενον αὐτοῦ οὐκ ἂν ἐκινεῖτο, ἀλλὰ τὸ ἐν αὐτῷ ὄν. νῦν δὲ ἀνάπαλιν τὸ μὲν ἐν αὐτῷ οὐ κινεῖται, τὸ δὲ αὐτοῦ ἀφιστάμενον κινεῖται· ἀλλ’ οὐδὲ ἐν τῷ εἰς ὃ εἴη ἂν ἡ κίνησις, ὅτι τὸ ἐπ’ αὐτὸ ἰὸν κινήσεται πρὸ τοῦ ἐν κινήσει γενέσθαι. καὶ ὅτι κατὰ τὸ αὐτὸ κινήσεται καὶ ἠρεμήσει· καθόσον μὲν γὰρ ἐν κινήσει, κινήσεται, καθόσον δὲ ἐν τέλει γέγονεν, ἠρεμήσει. Ἐπειδὴ δὲ οὐ κατὰ ποιότητα μόνην γίνεται ἡ κίνησις, ἣν κατ’ εἶδος λέγει οὖσαν ἀλλοίωσιν, οὐδὲ κατὰ γένεσιν καὶ φθοράν, αἵπερ κυριώταται μεταβολαὶ κατ’ εἶδος ἂν λέγοιντο, ἀλλὰ γίνονται κινήσεις καὶ κατὰ τόπον ὡς ἡ φορὰ καὶ κατὰ ποσὸν ὡς αὔξησις καὶ μείωσις, διὰ τοῦτο μετὰ τὴν κατ’ εἶδος προσέθηκε καὶ ταύτας εἰπὼν ἢ ὁ τόπος ἢ τὸ τοσόνδε. ὡς γὰρ τὸ εἶδος ἐπὶ τῶν κατ’ εἶδος κινουμένων οὔτε κινοῦν ἐστιν οὔτε κινούμενον, οὕτως οὐδὲ ὁ τόπος ἐπὶ τῶν κατὰ τόπον οὐδὲ τὸ ποσὸν ἐπὶ τῶν κατὰ ποσόν. ὅτι δὲ μὴ ἐν τῷ κινοῦντί ἐστιν ἡ κίνησις, καὶ ἐν τῷ τρίτῳ ταύτης ἔδειξε τῆς πραγματείας, ἔνθα καὶ προηγουμένως διδάσκει ἐν τίνι ἐστὶν ἡ κίνησις. ἔδειξε δὲ ἐκεῖ, ὅτι οὐδὲ ἐν τῷ χρόνῳ, εἴπερ ἀριθμός ἐστι κινήσεως ὁ χρόνος. λείπεται οὖν τρία, τό τε κινούμενον καὶ τὸ ἐξ οὗ, καὶ τὸ εἰς ὅ. διὸ καὶ ἐπὶ τούτων μάλιστα ζητεῖ, ἐν τίνι ἡ κίνησις. τὸ δὲ εἶδος, φησί, καὶ ὁ τόπος καὶ τὸ μέγεθος οὔτε κινεῖ οὔτε κινεῖται, ταύτην δηλονότι τὴν κίνησιν, ἣν τὸ εἰς αὐτὸ μεταβάλλον κινεῖται·2 τὸ μὲν γὰρ ἀλλοιούμενον κινεῖται κατὰ ἀλλοίωσιν. τὸ δὲ εἶδος, ἐφ’ ὃ κινεῖται τὸ ἀλλοιούμενον οἷον τὸ λευκόν, οὐ λευκαίνεται· ἀλλ’ οὐδὲ τὸ εἶδος, εἰς ὃ τὸ γινόμενον μεταβάλλει, γίνεται κατ’ ἐκείνην τὴν γένεσιν· γίνεται μέντοι μὴ πρότερον ὄν. καὶ καλῶς γε οἶμαι ὁ Στράτων τὴν κίνησιν οὐ μόνον ἐν τῷ κινουμένῳ φησὶν εἶναι, ἀλλὰ καὶ ἐν τῷ ἐξ οὗ καὶ ἐν τῷ εἰς ὅ, ἄλλον δὲ τρόπον ἐν ἑκάστῳ· τὸ μὲν γὰρ ὑποκείμενον, φησί, κινεῖται ὡς μεταβάλλον, τὸ δὲ ἐξ οὗ καὶ εἰς ὃ τὸ μὲν ὡς φθειρόμενον τὸ δὲ ὡς γινόμενον. εἰ δέ τινα τῶν εἰδῶν κινεῖν λέγεται, ὥσπερ ἡ ψυχὴ τὸ ζῷον καὶ ἡ βαρύτης τὸν λίθον, οὐχὶ τὸ αἴτιον τῆς κινήσεως ζητεῖ νῦν, οἷά ἐστὶν ἡ βαρύτης καὶ ἡ ψυχή, ἀλλ’ ἐν τίνι ἐστὶν ἡ κίνησις· οὐ κινεῖται δὲ ἡ βαρύτης προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ὁ ἐν τῇ νηῒ πλωτήρ. ἐξαρκεῖ δὲ καὶ ὁ τῆς κινήσεως ὁρισμὸς δεῖξαι, ὅτι ἐν τῷ κινουμένῳ καὶ οὐκ ἐν ἄλλῳ τινί ἐστιν ἡ κίνησις· ἐλέγετο γὰρ ἐντελέχεια τοῦ κινητοῦ ἡ κίνησις.

亚历山大则说,如果原文写作“运动,诚然”,正如所言,这是顺承前文的;但如果带有艾普西隆而写作“而运动”,他[亚历山大]说,在说明了如果将有运动就必须存在何物——即运动者、被运动者、时间、以及“由此”与“向此”——并且运动者、被运动者与“向此”是相异且分离的之后,[亚里士多德]补充了关于运动本身的讨论,并指出运动(对运动而言需要上述诸项)是在被运动者之中的;因为运动既非自身成立(因为没有任何受动是自身的),亦不在运动者之中,因为运动者作为处于现实中的存在,就其施动而言是不可变化的,而运动则是变化;并且运动所在之物乃是依据运动而变化的;然而运动也不在空间之中,这既是因为依照他的观点空间是不可动的,也是因为空间是一回事,而依照空间被运动之物(运动必须在其中)则是另一回事。运动也不在“由此”之中,因为那样一来,离开它的事物将不会被运动,反倒是留在它之中的事物会被运动;但现实中恰恰相反,在其中的事物不运动,而离开它的事物才运动;然而运动亦不可能在“向此”之中,因为向它而去的事物将在进入运动之前就已经运动过了;并且它将依照同一事物既运动又静止;因为就其在运动中而言,它将运动,而就其到达终点而言,它将静止。 既然运动不仅依据性质发生——他称质的运动是依据形式的质变——,也不仅依据生成与毁灭发生——生成与毁灭可谓是依据形式的最根本的变化——,而且运动也依据空间发生(如位置移动)以及依据数量发生(如增长与缩减),因此在依据形式的[运动]之后,他又补充了这些,说“或位置或如此之量”。因为正如形式在依据形式被运动的事物上既非施动者亦非受动者,空间在依据空间的事物上、数量在依据数量的事物上亦是如此。而运动不在运动者之中,他在本论著的第三卷中也已经指出了,他在那里首要地教授了运动存在于何物之中。他在那里也表明了运动亦不在时间之中,如果时间确实是运动的数目。因此只剩下三者:被运动者、“由此”与“向此”。所以他尤其就这三者探求运动在何物之中。而他说形式、位置和大小既不施动亦不受动,显而易见是指受动者向它变化时所进行的这种运动;因为被质变者乃是依据质变而被运动;但被质变者向其运动的形式(例如白),本身并不被变白;甚至生成者向其变化的形式,亦不依照那种生成而生成;不过,它在此前并不存在的前提下生成。我认为斯特拉同说得很好:运动不仅在被运动者之中,而且在“由此”与“向此”之中,但在各者中是以不同的方式;因为他[斯特拉同]说,底层实体作为变化者而被运动,而“由此”与“向此”,一者作为被毁灭者,另一者作为生成者而被运动。但是,如果说某些形式亦能施动(正如灵魂运动动物、重力运动石头),现在所探求的并不是运动的原因(诸如重力与灵魂),而是运动存在于何物之中;并且重力并不是本原性地被运动,而是如同船上的乘客那样偶然地被运动。而运动的定义也足以表明,运动是在被运动者之中而非在任何他物之中;因为运动曾被表述为可运动者的完全现实性。

语法注2 条
  1. 5.2εἰ μὲν ἡ δὴ κίνησις εἴη γεγραμμένον ... εἰ δὲ γράφοιτο ἡ δὲ κίνησις διὰ τοῦ εἶ

    文本异文(δὴ 与 δὲ)带来的句法结构差异。前一种读法下接不定词 ἕπεσθαι(受主动词 φησίν 支配的间接引语)表承接;后一种读法下则转为分词与直陈式组合(εἰπών ... προστίθησι),叙述亚里士多德在说明前提后的补充论述。

  2. 5.2ταύτην δηλονότι τὴν κίνησιν, ἣν τὸ εἰς αὐτὸ μεταβάλλον κινεῖται

    ταύτην τὴν κίνησιν 作前句动词 κινεῖται 的内在宾格(同源宾格),限定说明形式或空间“并不进行这种运动,即向它变化的事物所经历的运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:805.27-807.12