- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:804.11-805.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》卷五第一章(224a34起),分析了伴随运动所必需的各项要素(运动者、被运动者、时间、起点与终点)的存在及其相互间的相异性,并论证运动自身乃存在于被运动者(基底)之中。
" Ἐπεὶ δὲ ἔστι μέν τι τὸ κινοῦν πρῶτον ἕως τοῦ τὸ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσόνδε." Διακρίνας τὴν καθ’ αὑτὸ μεταβολὴν ἀπό τε τῆς κατὰ συμβεβηκὸς καὶ τῆς κατὰ μέρος ἐπί τε τοῦ κινουμένου καὶ ἐπὶ τοῦ κινοῦντος, τὴν καθ’ αὑτὸ καὶ πρώτως προεβάλετο πρὸς τὴν διάρθρωσιν τῶν τῆς μεταβολῆς εἰδῶν, διότι πᾶσα γνῶσις ἐπιστημονικὴ καὶ ἀποδεικτικὴ ἀπὸ τῶν καθ’ αὑτὰ ὑπαρχόντων συνάγεται. πρὸ δὲ τοῦ τὰ εἴδη τῆς μεταβολῆς παραδοῦναι καὶ τῆς κινήσεως πρῶτον δείκνυσιν, ἐν τίνι ἐστὶν ἡ κίνησις· ἐπειδὴ γὰρ ἡ κίνησις οὐ τῶν καθ’ ἑαυτὰ ὑφισταμένων ἐστίν, ἀλλὰ τῶν ἐν ἄλλοις τὸ εἶναι ἐχόντων, ἂν μὴ πρότερον φανῇ, ἐν τίνι ἐστίν, οὔτε ἡ φύσις αὐτῆς γνωσθείη ἂν οὔτε τὰ εἴδη διορισθείη·1 πρὸ δὲ τούτου, τίνα ἐστὶ τὰ συνεδρεύοντα τῇ κινήσει, τουτέστι τίνα χρὴ πάντως εἶναι, εἰ ἔστι κίνησις καὶ μεταβολή, ὥστε ἐν τούτων τινὶ ζητεῖν τὴν κίνησιν. καὶ αὐτὸς μὲν ὡς ἐναργῆ ταῦτα λαμβάνει· διὸ καὶ τῷ παρασυναπτικῷ χρῆται συνδέσμῳ·2 προφανὴς δέ ἐστι καὶ ἡ ἀνάγκη τοῦ λόγου. ἐπειδὴ γὰρ ἡ κίνησις ἤτοι ἡ μεταβολὴ πάθος τι τοῦ κινουμένου ἐστὶν ἐνεργητικόν, καὶ τὸ πάσχον εἶναι χρὴ καὶ τούτῳ τὸ ποιοῦν εὐθὺς συνεισάγεσθαι. τὸ γὰρ πάσχον καὶ πρὸς τὸ ποιοῦν ἔστι τε καὶ λέγεται· μεταβολὴ δὲ οὖσα καὶ ἄλλο μετ’ ἄλλο δηλοῦσα καὶ τὸ ἐξ οὗ καὶ τὸ εἰς ὃ πάντως συνεμφαίνει, εἰ καὶ ἄλλο μὲν ἐπὶ τῆς φορᾶς τὸ ἐξ οὗ καὶ τὸ εἰς ὅ (τόποι γὰρ ἐναντίοι), ἄλλα δὲ ἐπὶ τῶν ἄλλων κινήσεων. ἐπειδὴ δὲ καὶ τὸ πρότερον καὶ τὸ ὕστερον πάντως ἔχει, εἴπερ ἄλλο μετ’ ἄλλο καὶ σωμάτων ἐστί (περὶ γὰρ τῶν τοιούτων νῦν ὁ λόγος), ἀνάγκη καὶ χρόνον συνεισάγεσθαι καὶ τόπον. πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου, καὶ πᾶν σῶμα ἐν τόπῳ. Θεὶς δὲ καὶ ὀνόματα τῷ μὲν κινουμένῳ τὸ ὅ, τῷ δὲ ἐξ οὗ κινεῖται τὸ ἐξ οὗ, τῷ δὲ εἰς ὃ κινεῖται τὸ εἰς ὅ, καὶ εἰπὼν ἕτερα εἶναι τὸ ἐξ οὗ καὶ εἰς ὃ αὐτοῦ τοῦ κινουμένου, ὥσπερ τοῦ ξύλου τό τε ψυχρὸν ἐξ οὗ κινεῖται καὶ τὸ θερμὸν εἰς ὃ κινεῖται, δείκνυσιν ἐκ τῶν διαφόρων ὀνομάτων τὴν ἑτερότητα. εἰπὼν δὲ ἕτερον εἶναι τὸ κινούμενον προσέθηκε τὸ πρῶτον τὸ καθ’ αὑτὸ κινούμενον δηλῶν· ἐπὶ γὰρ τούτου ἀληθὲς τὸ ἕτερον αὐτὸ εἶναι τοῦ ἐξ οὗ, τῶν δέ γε κατὰ συμβεβηκὸς κινεῖσθαι λεγομένων οὐδὲν κωλύει ταὐτὸν εἶναι τὸ κινούμενον τῷ ἐξ οὗ· οἷον ὅταν λέγῃ τις τὸ λευκὸν κινεῖσθαι κινουμένου τοῦ ᾧ συμβέβηκεν εἶναι λευκῷ, εἴη δὲ ἡ κίνησις αὐτῷ ἐκ λευκοῦ· γίνεται γὰρ τότε ταὐτὸν τό τε κινούμενον καὶ τὸ ἐξ οὗ. ἀλλὰ καὶ τὸ κινοῦν καθ’ αὑτὸ τοῦ καθ’ αὑτὸ κινουμένου ἕτερον· κατὰ συμβεβηκὸς γὰρ οὐδὲν κωλύει ταὐτὸν εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον, ὡς ὁ κυβερνήτης κινῶν τὴν ναῦν ἑαυτὸν συγκινεῖ, καὶ ὁ ἰατρὸς ὅταν ἑαυτὸν ἰατρεύῃ. Διορίσας δὲ ταῦτα ἀπ’ ἀλλήλων ἐπάγει ἡ δὲ κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ, τουτέστιν ἐν τῷ κινουμένῳ. καὶ εἴτε οὕτω γέγραπται ἡ δὲ κίνησις εἴτε ἡ δὴ κίνησις, ἀμφοτέρως οἶμαι τοῦτο ἀκολούθως ἐπάγεται τῷ ἐπεὶ δέ ἐστι μέν τι τὸ κινοῦν καὶ τοῖς ἑξῆς.3 ἐπεὶ γὰρ τὰ προειρημένα δεῖ εἶναι, εἰ κίνησίς ἐστι, δῆλον ὅτι ἡ κίνησις οὐκ ἐν ἄλλῳ τινὶ τῶν προειρημένων ἐστίν, ἀλλ’ ἐν τῷ κινουμένῳ· τὸ γὰρ εἶδος ἢ τὸ μέγεθος ἢ ὁ τόπος ἢ ὅλως εἰς ὃ κινεῖται τὸ κινούμενον οὔτε κινεῖ οὔτε κινεῖται, ἀλλὰ ἄλλο τούτων ἑκατέρου ἐστίν.
“既然有某种在第一位运动之物……”直到“……形式或位置或如此之量”。 在被运动者和运动者身上都将自身的变化与偶然的变化及按部分的变化区分开来之后,为了辨明变化的诸种,他提出了自身且在第一位发生的变化,因为一切科学与论证性的认识都是从自身具备的属性中推导出来的。但在传授变化和运动的诸种之前,他首先指出运动存在于何物之中;因为既然运动不属于自身成立的事物,而属于存在于他物之中的事物,若不首先弄清它存在于何物之中,它的本性便无法被认识,它的诸种也无法被界定;而在阐明这点之前,他先说明何者与运动相伴随,即若存在运动和变化,何者必然完全存在,以便在这些当中的某一者里探求运动。而他自己将这些视为显然之事;因此他也使用了假定性的连词;而论证的必然性也是显而易见的。因为既然运动或变化是被运动者的一种现实作用性的受动,那么受动者必须存在,并且施动者也立即与此一同被引入。因为受动者也是相对于施动者而存在且被表述的;又因为它作为变化而表示在一者之后有另一者,所以它完全共同表明了“由此而来”与“向此而去”,即使在位置移动中“由此而来”与“向此而去”是一种〔事物〕(因为〔它们〕是相反的位置),而在其他运动中是另一些〔事物〕。既然运动完全具有在先与在后,若它确实是在一者之后有另一者且属于物体(因为当前的讨论正是关于此类事物的),那么时间和空间也必然一同被引入。因为正如他在前一卷中所指出的,一切运动皆在时间中,而一切物体皆在空间中。 他在为被运动者指派名称为“何物”,为它由此运动而来的起点指派为“由此”,为它向之运动而去的终点指派为“向此”,并指出“由此”与“向此”有别于被运动者自身之后——正如它由此运动而来的冷与它向之运动而去的热有别于木材——,便从不同的名称中指明了这种相异性。而在说明被运动者是相异的之后,他补充了“在第一位”,以此表明自身被运动者;因为对于此者而言,它与“由此”相异乃是真实的,但对于那些被称为偶然被运动的事物而言,没有任何东西阻止被运动者与“由此”相同;例如当有人在具有白这一偶性者运动时说“白者在运动”,而对它而言运动是从白开始的;因为那时被运动者与“由此”便成为同一回事了。然而自身运动者亦有别于自身被运动者;因为在偶性上没有任何东西阻止运动者与被运动者为同一,正如舵手在运动船只时使自己一同运动,以及医生治疗自己时一样。 在将这些彼此区分开之后,他接着写道:“但运动显而易见是在木材中”,也就是说在被运动者中。无论原文写作“而运动”还是“运动,诚然”,我认为无论哪种读法,此句都是顺承着“既然有某种运动之物”及后续文句而被引出的。因为既然若存在运动上述诸项就必须存在,那么显而易见运动并不在上述的其他任何一项之中,而是在被运动者之中;因为形式、大小、位置,或概括而言被运动者向之运动的终点,既不运动[他物]亦不被运动,而是与这两者中的每一方都相异。
- 5.2ἂν μὴ πρότερον φανῇ, ἐν τίνι ἐστίν, οὔτε ἡ φύσις αὐτῆς γνωσθείη ἂν οὔτε τὰ εἴδη διορισθείη
混合条件句结构:条件从句使用虚拟语气(ἂν μὴ ... φανῇ),而归结从句则采用带 ἄν 的愿望语气(οὔτε ... γνωσθείη ἄν οὔτε ... διορισθείη),以推论性的潜在语气表述假定未实现情况下的不可能性。
- 5.2τῷ παρασυναπτικῷ χρῆται συνδέσμῳ
古代语法学术语,指引出前提或原因以引出后续结论的连词(特指 ἐπεί,即“假定性/前提性连词”)。辛普里丘在此从句法上指出亚里士多德开篇使用 ἐπεί 将运动的伴随要素确立为前提。
- 5.2ἀμφοτέρως οἶμαι τοῦτο ἀκολούθως ἐπάγεται τῷ ἐπεὶ δέ ἐστι μέν τι τὸ κινοῦν καὶ τοῖς ἑξῆς
关于异读(ἡ δὲ κίνησις 与 ἡ δὴ κίνησις)的句法判定。无论采取哪种读法,辛普里丘都认为从句“ἡ δὲ [δὴ] κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ”是作为开篇“Ἐπεὶ δέ...”所引入的前提从句的归结从句(apodosis),在逻辑上顺承而下。
