← 辛普里丘

亚里士多德《物理学》注释

§802.14-804.10

运动的三种区分与自身的运动

在注释《物理学》卷五开篇(224a21)时,辛普里丘阐明了变化与运动的三种区分(偶性的、按部分的、自身且在第一位的)同时适用于被动者与主动者,并考察和批评了亚历山大关于“自身”与“在第一位”之对立关系的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

" Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν ἕως τοῦ τὸ δὲ καθ’ αὑτὸ πρῶτον." Προθέμενος δεῖξαι μερικωτέραν οὖσαν τῆς μεταβολῆς τὴν κίνησιν διορίζει πρῶτον τὰς τῆς μεταβολῆς διαφοράς, τὴν μὲν κατὰ συμβεβηκὸς λέγων, ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ὁ ἄνθρωπος ᾧ συμβέβηκε τὸ μουσικῷ εἶναι βαδίζει καθ’ αὑτό, καὶ ὅταν τὸν ἐν τῇ νηῒ ἠρεμοῦντα πλωτῆρα λέγωμεν κινεῖσθαι, ὅτι ἡ ναῦς, ᾗ τρόπον τινὰ συμβέβηκεν ὁ πλωτήρ, καθ’ αὑτὴν κινεῖται καὶ μεταβάλλει. τὰ δέ, φησί, λέγομεν μεταβάλλειν, ὅσα κατὰ μέρος μεταβάλλει, ὅταν ὑγιάζεσθαι λέγωμεν τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ ὁ θώραξ μέρη ὄντα αὐτοῦ ὑγιάζεται, ἢ κινεῖσθαι τὸν ἄνθρωπον, ὅτι ἡ χεὶρ αὐτοῦ κινεῖται. τρίτη δὲ διαφορὰ μεταβολῆς ἐστιν, ὅταν μήτε κατὰ συμβεβηκὸς κινῆται τὸ κινούμενον μήτε κατὰ μέρος, ἀλλὰ καὶ προηγουμένως καὶ οὐχὶ τῷ ἄλλο κινεῖσθαι, ὅπερ πρῶτον τῷ κατὰ συμβεβηκὸς ἀντίκειται. καὶ καθ’ ἑαυτὸ ὅλον, ὅπερ τοῦ κατὰ μέρος κεχώρισται. καὶ τοῦτό ἐστι τὸ καθ’ αὑτὸ κινητὸν ἤτοι μεταβλητόν. ἐπὶ μεταβολῆς γὰρ ἔτι ποιεῖται τὸν λόγον, κἂν τὰ παραδείγματα κινήσεων ᾖ. πρῶτα δὲ διαρθρώσας τό τε κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος οὕτως ἐπάγει τὸ καθ’ αὑτό, διότι ἐκ τῆς ἐκείνων ἀναιρέσεως τοῦτο παρίστησι· καὶ ἐπάγει ὅτι πολλῶν ὄντων εἰδῶν τῆς μεταβολῆς ἐν πᾶσιν αἱ τρεῖς εἰσιν αὗται διαφοραὶ τῆς μεταβολῆς αἱ εἰρημέναι· ἄλλο γὰρ κατ’ ἄλλο μεταβολῆς εἶδος ἔχει τὰς εἰρημένας διαφοράς, οἷον τὸ ἀλλοιωτὸν κατὰ ἀλλοίωσιν. ἐπειδὴ δὲ πολλὰ τῆς ἀλλοιώσεως εἴδη καὶ καθ’ ἕκαστόν εἰσιν αἱ τρεῖς διαφοραί, ἐπήγαγε καὶ ἀλλοιώσεως ὑγιαντὸν ἢ θερμαντόν· καὶ γὰρ ὑγιάζεσθαι καὶ θερμαίνεσθαι ἔστι καὶ κατὰ συμβεβηκὸς καὶ κατὰ μέρος καὶ καθ’ αὑτό· καθ’ αὑτὸ μὲν γὰρ θερμαίνεται τὸ ὕδωρ, κατὰ συμβεβηκὸς δὲ τὸ γλυκὺ ὕδωρ, κατὰ μέρος δέ, ὅταν μέρους τοῦ ὕδατος τοῦ ξεστιαίου θερμαινομένου λέγωμεν τὸ ξεστιαῖον θερμαίνεσθαι. εἰπὼν δὲ ἐπὶ τοῦ κινουμένου καθ’ ἕκαστον εἶδος ταύτας εἶναι τὰς διαφοράς, ἐπάγει ὅτι καὶ ἐπὶ τοῦ κινοῦντός εἰσιν αὗται αἱ διαφοραί, καὶ δῆλον ὅτι καὶ ἐπὶ τούτου καθ’ ἕκαστον εἶδος. ὑγιάζει γὰρ ὁ μουσικὸς κατὰ συμβεβηκός, ὅταν τῷ καθ’ αὑτὸ ἰατρεύοντι, τῷ ἰατρῷ, συμβαίνῃ τὸ μουσικῷ εἶναι· καὶ θερμαίνει κατὰ συμβεβηκός ποτε ἡ τοῦ ψυχροῦ ὕδατος κατάχυσις, ὅταν τῇ ἔνδον θερμότητι ἐπισυμβῇ· καὶ κατὰ μέρος δὲ κινεῖ ὁ τὴν μύλην τῇ χειρὶ κινῶν· κινεῖ δὲ καθ’ αὑτὸ τὸ μήτε κατὰ συμβεβηκὸς μήτε κατὰ μόριον κινοῦν, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ πρῶτον. οὕτω δὲ ἀντιτέθεικε τῷ μὲν κατὰ συμβεβηκὸς τὸ καθ’ αὑτό, τῷ δὲ κατὰ μέρος τὸ πρώτως, ὥς φησιν Ἀλέξανδρος, ἢ τάχα ἀμφοτέροις ἑκάτερον· καὶ τὸ καθ’ αὑτὸ γὰρ πρός τε τὸ κατὰ συμβεβηκὸς ἀντίκειται καὶ πρὸς τὸ κατὰ μέρος, διότι ἐκεῖνο οὐ καθ’ ὅλον ἑαυτό· καὶ τὸ πρώτως πάλιν ὁμοίως οὐ τῷ κατὰ μόριον μόνον ἀλλὰ καὶ τῷ κατὰ συμβεβηκός, διότι ἐκεῖνο οὐ πρώτως κινεῖ, ἀλλὰ τῷ τῷ πρώτως κινοῦντι συμβεβηκέναι. ὅτι δὲ ἄμφω ἐφ’ ἑκατέρου παρέλαβε, δηλοῖ καὶ αὐτὸς ἐφεξῆς τὸ ‘πρῶτον’ ἀντὶ ἀμφοτέρων εἰπών, ὅταν λέγῃ “ἐπεὶ δὲ ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δὲ τι τὸ κινούμενον”. ὁ δὲ Ἀλέξανδρος τὸ “πρῶτον” ἐκεῖνο τοῦ καθ’ αὑτὸ δηλωτικὸν εἶναί φησι· “τὸ γὰρ πρῶτον, φησίν, αὐτὸ κινοῦν καὶ μὴ κατὰ μόριον οὐδὲ κατὰ συμβεβηκὸς κινεῖ”. καὶ ὅτι μὲν τὸ πρῶτον ἀμφοτέροις καὶ αὐτὸς ἀντικεῖσθαι νομίζει τῷ τε κατὰ μέρος καὶ τῷ κατὰ συμβεβηκός, δῆλον· οὐ μέντοι τὸ οὕτως πρῶτον οἶμαι ὡς μὴ κατὰ μόριον κινοῦν ἀνάγκη μηδὲ κατὰ συμβεβηκὸς κινεῖν.1 ὁ γὰρ ἰατρεύων μουσικὸς οὐ κατὰ μόριον κινῶν (οὐ γὰρ μόριον ὁ ἰατρὸς τοῦ μουσικοῦ) κατὰ συμβεβηκὸς ἰατρεύει. εἰ γάρ τις λέγοι τὸν ἰατρὸν μέρος εἶναι τοῦ μουσικοῦ ἰατροῦ, ἀναγκασθήσεται, ὅταν ὁ μουσικὸς ἰατρὸς ἰατρεύῃ, μὴ λέγειν καθ’ αὑτὸ ἰατρεύειν αὐτόν, ἀλλὰ κατὰ μέρος.

“凡变化者皆变化……”直到“……而自身并在第一位[运动]者”。 既然意图指明运动比变化更为特殊,他首先规定了变化的诸种差异,将其中一种称为偶性的,例如当我们说有教养者行走时,是因为有教养这一性质偶然附属于他的人自身在行走;又如当我们说停留在船上的水手在运动时,是因为水手在某种意义上偶然依附的船自身在运动并变化。另一方面,他说,我们说凡是按部分变化的都在变化,例如当我们说身体痊愈时,是因为眼睛或胸膛作为其部分在痊愈,或者说人在运动,是因为他的手在运动。而变化的第三种差异,是在于被运动者既非偶然地运动,亦非按部分运动,而是本质上运动且并非因另一物之被运动而运动——这首先与偶然者相对立;并且作为全体而自身运动,这与按部分者相区别。而这就是自身能运动或能变化者。因为他仍在就变化进行讨论,即便例子属于运动。而在首先辨明了偶然者与按部分者之后,他才以此方式引入了自身者,因为他是通过对前两者的否定来阐明此者的;并且他补充道,虽然变化的种有很多,但这三种已述及的变化差异存在于所有各种之中;因为依变化的不同种,不同的东西具有所言的诸差异,例如依变质而言的可变质者。既然变质的种有很多,且在每一种中都存在这三种差异,他便补充道:“而在变质中,有可治愈者或可受热者”;因为被治愈和受热也能够是偶性的、按部分的和自身就有的;事实上水自身受热,而甜水偶然受热,至于按部分受热,则是当一品脱水的一部分受热时,我们说这品脱水在受热。在说明了关于被运动者在每个种中都存在这些差异之后,他补充说,在运动者身上也存在这些差异,显而易见在运动者身上亦是依照每一种而存在的。因为有教养者偶然地施医,是当教养偶然属于自身行医者即医生之时;而冷水的浇淋有时也偶然地致热,当它附加于内部的热量时;用手转动磨盘的人则是按部分在运动[磨盘];但那既非偶然亦非按部分地运动,而是自身在自身中在第一位运动的,则是自身在运动。正如亚历山大所说,他以此方式将“自身”与偶性者相对立,将“在第一位”与按部分者相对立,或者也许是将每一方都与双方相对立;因为“自身”既对立于偶性者,也对立于按部分者,由于后者并非依照其自身之全体;而“在第一位”同样不仅对立于按部分者,亦对立于偶性者,由于后者并非在第一位运动,而是因偶然附属于在第一位运动者而运动。而他自己将二者用于每一方,这从他紧接着用“第一”代替二者所说的“既然有某种在第一位运动之物,又有某种被运动之物”中也可表明。但亚历山大说那个“第一”是“自身”的指示;他说:“因为在第一位它自己运动而非按部分运动者,亦不偶然地运动。”显而易见,他自己亦认为“第一”与按部分者及偶性者双方都对立;然而我认为,以不按部分运动这种方式而在第一位者,并不必然亦不偶然地运动。因为行医的有教养者虽非按部分运动(因为医生并非有教养者的部分),却偶然地行医。如果有人说医生是“有教养的医生”的一部分,那么当有教养的医生行医时,他就不得不说他并非自身在行医,而是按部分在行医。

语法注1 条
  1. 5.1οὐ μέντοι τὸ οὕτως πρῶτον οἶμαι ὡς μὴ κατὰ μόριον κινοῦν ἀνάγκη μηδὲ κατὰ συμβεβηκὸς κινεῖν.

    该句核心结构为 οὐ μέντοι... ἀνάγκη [ἐστί] οἶμαι(“然而我认为并不必然……”),其后接宾格不定式结构,不定式为 μηδὲ κατὰ συμβεβηκὸς κινεῖν,其主语为 τὸ οὕτως πρῶτον。分词短语 ὡς μὴ κατὰ μόριον κινοῦν 承接 οὕτως,起限定说明作用(“以此种不按部分运动之方式”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:802.14-804.10