- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:801.3-802.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在《物理学》第五卷开篇阐明了本卷主题(区分广义的变化与狭义的运动,以及界定连续等相关概念)与前几卷的承接关系,并评述了全书八卷的传统书名划分及波菲利的不同见解。
Ἐν τῷ τρίτῳ βιβλίῳ ταύτης τῆς πραγματείας περὶ κινήσεως διδάξας τῆς κοινῶς λεγομένης, ἥτις ταὐτόν ἐστι τῇ μεταβολῇ, καὶ ἀδιαφόρως ἐπ’ ἐκείνου τῷ τῆς κινήσεως καὶ τῆς μεταβολῆς ὀνόματι χρησάμενος, βούλεται νῦν διορίσαι καὶ δεῖξαι ὅτι κοινότερον μὲν καὶ καθολικώτερόν ἐστιν ἡ μεταβολή, ἡ δὲ κίνησις μερικωτέρα τῆς μεταβολῆς ἐστι καὶ ὡς εἶδος ὑπὸ γένος ἐστὶ τὴν μεταβολήν,1 εἴπερ καὶ ἡ γένεσις καὶ ἡ φθορά, ὡς δείξει, μεταβολαὶ μέν εἰσι, κινήσεις δὲ οὐκ εἰσί· διορίσας δὲ τὴν κίνησιν ἀπὸ τῆς μεταβολῆς καὶ τὰ εἴδη λοιπὸν τῆς κυρίως κινήσεως παραδίδωσι καὶ ἔστιν οὗτος ὁ λόγος ἠρτημένος εἰκότως τοῦ κοινοῦ περὶ τῆς μεταβολῆς λόγου2 καὶ συνεχὴς πρὸς αὐτόν, κἂν μεταξὺ τὰ περὶ ἀπείρου καὶ τόπου καὶ κενοῦ καὶ χρόνου παρενεβλήθη· διὸ καὶ τὸ πέμπτον τοῦτο βιβλίον τοῖς Περὶ ἀρχῶν Φυσικοῖς λεγομένοις Ἀριστοτέλης καὶ οἱ τοῦ Ἀριστοτέλους ἑταῖροι συναριθμοῦσιν, ὥσπερ τὰ ἐφεξῆς τρία Περὶ κινήσεως καλεῖν εἰώθασι. μετὰ γὰρ τὴν διαίρεσιν τῆς κινήσεως τῆς κατὰ τὸ ποσὸν καὶ ποιὸν καὶ τὴν ποῦ κατηγορίαν φυσικὰ προστίθησι θεωρήματα ἐν τούτοις, περί τινων διδάσκων καὶ αὐτῶν κοινῶς τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων τοῖς ἐν τόπῳ τὴν ὕπαρξιν ἔχουσι καὶ κινουμένοις κατὰ τόπον, τί τὸ ἅμα, τί τὸ χωρίς, τί τὸ ἅπτεσθαι, τί τὸ μεταξύ, τί τὸ ἐφεξῆς, τί τὸ ἐχόμενον, τί τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκε, καὶ τίς ἡ μία κίνησις κατὰ πάντα τὰ σημαινόμενα τοῦ ἑνός. τριχῶς δὲ λέγεται τὸ ἕν, γένει, εἴδει, ἀριθμῷ· καὶ ἐπὶ τέλει προστίθησι, ποία κίνησις ποίᾳ κινήσει καὶ ποίᾳ ἠρεμίᾳ ἐναντία. θαυμάζω δὲ τὸν φιλοσοφώτατον Πορφύριον, πῶς3 ἐν τῇ συνόψει τοῦ πέμπτου τούτου βιβλίου, καίτοι φιλοκάλως τὰ περὶ τῆς διαιρέσεως τῶν ὀκτὼ βιβλίων ἱστορῶν καὶ ὅτι πάντες τὰ μὲν πέντε Φυσικὰ καλοῦσιν, τὰ δὲ τρία Περὶ κινήσεως, αὐτὸς ὅμως τὰ ἀπὸ τοῦ πέμπτου ἄχρι τοῦ ὀγδόου βιβλία ἐφεξῆς τέτταρα περὶ κινήσεως ἔχειν τὴν πραγματείαν αὐτῇ λέξει φησὶ καὶ ἰδίᾳ Περὶ κινήσεως ἐπιγεγράφθαι.
在这部论著的第三卷中,[亚里士多德]讲授了广义而言的、与变化同一的运动,并且在那一卷中无分别地使用运动与变化这两个名称;而现在他意欲区分并证明:变化更为共通且更为普遍,而运动则比变化更为具体,犹如变化这一属之下的种,假若果真正如他将证明的那样,生成与消灭二者固然是变化,却不是运动。在将运动与变化区分开之后,他接着传授严格意义上的运动的诸种;即便关于无限、位置、虚空与时间的论述被插入其间,这一讨论理所当然地系于关于变化的共通论述,并与之一脉相承。因此,亚里士多德及其门生们亦将这第五卷与被称为《物理学或论原理》的诸卷合算在一起,正如他们习惯将随后的三卷称为《论运动》一样。因为在按照数量、性质和“何处”范畴划分运动之后,他在这些内容中追加了物理学的诸定理,教授了某些同样普遍地伴随于物理事物——即那些在位置中具有存立并依位置运动的事物——之属性,即何为“齐”,何为“别”,何为“相触”,何为“居中”,何为“相继”,何为“相连”,何为“连续”,以及这些属性中的每一者依其本性适合属于何种事物,并且按照“一”的一切含义何为单一的运动。“一”在三种意义上被言说:在属上、在种上、在数目上。在末尾他进而追加了:何种运动与何种运动相反,以及与何种静止相反。然而,我却对最深通哲理的波菲利感到诧异,他在对这第五卷的概述中,虽然精湛地叙述了关于这八卷划分的考证,指出所有人都将前五卷称为《物理学》,而将后三卷称为《论运动》,他自己却白纸黑字地声称:从第五卷直至第八卷的连续四卷乃是关于运动的论述,并单独冠以《论运动》的标题。
- 5.0ὡς εἶδος ὑπὸ γένος ἐστὶ τὴν μεταβολήν
介词 ὑπό 在此支配宾格(γένος 及 τὴν μεταβολήν)而非属格。此处并非表示静态的位置,而是表示归入某一范畴的从属关系(“处于作为属的变化之下”)。γένος 与 τὴν μεταβολήν 在介词下作同位语。
- 5.0καὶ ἔστιν οὗτος ὁ λόγος ἠρτημένος εἰκότως τοῦ κοινοῦ περὶ τῆς μεταβολῆς λόγου
ἠρτημένος 是动词 ἀρτάω(悬挂、依存)的完成时中被动态分词,支配属格补足语(τοῦ κοινοῦ ... λόγου)。它与系动词 ἔστιν 结合构成迂回完成时结构,表示持续的依托与关联状态(“系于……之上”)。
- 5.0θαυμάζω δὲ τὸν φιλοσοφώτατον Πορφύριον, πῶς
前置预取结构(prolepsis)。从属从句(πῶς 从句)的逻辑主语 τὸν φιλοσοφώτατον Πορφύριον 被提前置于主动词 θαυμάζω 之后作直接宾格宾语。在句法结构上等同于 θαυμάζω πῶς ὁ φιλοσοφώτατος Πορφύριος ... φησί。
