← 辛普里丘

亚里士多德《物理学》注释

§799.8-800.25

关于时间与现在的疑难解决及运动论

通过结束对达马斯基奥斯的引述,基于时间在生成中的流动性以及“现在”并非作为现实态的独立部分,化解了关于时间与“现在”存在的传统疑难(亚里士多德与斯特拉同),并解释了亚里士多德何以将这些疑难的解答留待《物理学》第六卷的运动论中完成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#18

εἰ οὖν μὴ κενεμβατεῖ παντελῶς ἡ ἐμὴ ἔννοια ταῦτα λέγουσα, ἐκ ταύτης ἀξιῶ τὰς πρὸς τὸν χρόνον ἀπορίας διαλύειν. τούτων γὰρ ἡ μὲν πρώτη φησίν· ἐπεὶ μήτε τὸ παρεληλυθὸς ἔστι μήτε τὸ μέλλον, ἐκ δὲ τούτων καὶ ἄπειρος ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται, τὸ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας. καὶ δῆλον ὅτι 〈ὁ〉 ταῦτα ἀπορῶν οὐ προσποιεῖται τὴν ῥοὴν τῆς γενέσεως, οὐδὲ ὁρίζει τῶν ἅμα ὅλων ὑφεστώτων τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἐφ’ ὧν τὸ ἀνάπαλιν ἄν τις εἴποι, ὅτι εἰ μὴ τὸ μὲν γέγονεν αὐτῶν, τὸ δὲ οὔπω ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι.1 ὅλως γὰρ τὸ εἶναι τούτοις οὐ προσήκει, ἀλλὰ τὸ γίνεσθαι. καὶ ἔστιν οὗτος ὁ τῆς ὑποστάσεως αὐτῶν τρόπος ὅλου ῥέοντος τοῦ εἴδους ἐνδελεχῶς. ἐπειδὴ δὲ ὁ κατὰ τὸ νῦν ἑστὼς ὑφεστάναι καὶ εἶναι δοκεῖ καὶ ταύτῃ λύειν δυνατὸν εἶναι δοκεῖ τὴν ἀπορίαν, ὅτι μέρος τι τοῦ μεριστοῦ ἐστι, δεικνύουσιν ὅτι τὸ νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου ἐκ δυοῖν ἐπιχειρημάτων·2 πᾶν μέρος μετρεῖ τὸ ὅλον, ὥστε καὶ τὸ τοῦ χρόνου μέρος. εἰ οὖν τὸ νῦν ἀμερὲς ὂν οὐ μετρεῖ τὸν χρόνον συνεχῆ ὄντα, δῆλον ὅτι τὸ νῦν οὐκ ἀεὶ μέρος τοῦ χρόνου. ἔτι δὲ καὶ οὕτω δείκνυσι· τὸ μέρος τοῦ χρόνου συντίθησι τὸν ὅλον χρόνον· μέρος γάρ ἐστιν ἐξ οὗ σύγκειται τὸ ὅλον· τὸ δὲ νῦν οὐ συντίθησι τὸν χρόνον (οὐ γὰρ σύγκειται ἐκ τῶν νῦν, ὡς δείκνυσιν ἐν τοῖς περὶ κινήσεως)· τὸ ἄρα νῦν οὐκ ἔστι μέρος χρόνου. καὶ ἔστω ταῦτα καλῶς λεγόμενα. οὐδὲ γὰρ κατὰ τοῦτο τὸ 〈νῦν〉 ἕστηκεν ὁ χρόνος. οὐδὲ γάρ ἐστιν ἐνεργείᾳ τὸ νῦν ἀφωρισμένον, ὡς ὅ γε διδοὺς εἶναι τὸ νῦν πέρας ὂν χρόνου πάντως δώσει καὶ τὸ περατούμενον.3 αἱ δὲ ἐφεξῆς ἀπορίαι πειρῶνται δεικνύναι, ὅτι τὸ νῦν οὐ πέρας χρόνου ἀνυπόστατόν ἐστιν, ἀλλ’ οὐδ’ ὥσπερ χρόνου ἔχειν τινὰ ὑπόστασιν δύναται, εἴπερ ἀνάγκη μέν, εἰ πάρεστιν, ἢ τὸ αὐτὸ διαμένειν ἢ ἄλλο καὶ ἄλλο γίνεσθαι· ἑκάτερον δὲ ἀδύνατον δείκνυται. ταῦτα δὲ ὥσπερ ἐνεργείᾳ τοῦ νῦν ὑποτιθεμένου λέγεται καὶ ὡς μέρος χρόνου λαμβανομένου, ὧν οὐδέτερον ἀληθές. ἔπειτα δὲ ἀξιοῖ, εἰ φθείρεται τὸ νῦν, ἢ ἐν ἑαυτῷ φθείρεσθαι ἢ ἐν ἄλλῳ νῦν, ἐπειδὴ τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, ὥσπερ τὸ γινόμενον ἐν χρόνῳ γίνεται. καὶ δῆλον ὅτι οὗτος ὁ λόγος χρόνου χρόνον ἀπαιτεῖ. καίτοι κινήσεως εἶναι κίνησιν αὐτὸς ἀπέφηνε. καὶ ὅλως εἰ τῶν μέτρων μέτρα πειραθῶμεν λαβεῖν, ἐπ’ ἄπειρον ἥξομεν τοῦ μετρητικοῦ πήχεος ἄλλον πῆχυν μετρητικὸν ὡς μετρητὸν λαμβάνοντες καὶ πρὸ τῶν ἀριθμῶν ἀριθμοὺς τιθέντες. εἰ δὲ ταῦτα ἄτοπα, ἀρκοῦντος ἑκάστου τῆς ἑαυτοῦ ἰδιότητος τοῖς ἄλλοις δεομένοις αὐτῆς μεταδιδόναι, οὐ μέντοι καὶ αὐτοῦ χρῄζοντος μεταλαβεῖν τούτου ὅπερ ἐστίν, ἄτοπον καὶ ἐκεῖνο. εἰ δὲ καὶ λέγοι τις χρῄζειν, βιαζόμενος ὡς οἶμαι λέγει, καὶ ἀρέσκει ὅμως ἑαυτῷ μεταδιδόναι. ὥστε οὐκ ἀνάγκη τὸν χρόνον ἐν χρόνῳ φθείρεσθαι οὐδὲ τὸ νῦν ἐν τῷ νῦν. ἀλλ’ οὐδὲ ἅμα πλείονα εἶναι δυνατόν. ἐν γὰρ τῇ ῥύσει τοῦ χρόνου κατὰ τὴν ὁποιανοῦν καὶ ὑπονοουμένην στάσιν ἡ τοῦ νῦν θεωρεῖται ὑπόστασις. ἀλλὰ πῶς, εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος κινούμενος καὶ αὐτός, οὐ δεήσεται χρόνου τοῦ μετροῦντος καὶ τάττοντος τὰ τοῦ χρόνου μέρη, ὥστε μὴ ἐπισυγχυθῆναι ἀλλήλοις; ἢ οὕτω κινεῖται ὁ χρόνος, ὡς τῇ κινήσει συμπαρομαρτῶν μέτρον ὂν τῆς κινήσεως. καὶ γὰρ καὶ ὁ πῆχυς συνδίσταται τῷ μετρουμένῳ μένων ἐν τῇ τοῦ μέτρου ἰδιότητι καὶ ἀνενδεὴς ὢν τοῦ μετροῦντος.” ἐκ δὲ τούτων τῶν λύσεων καὶ τὰς τοῦ Στράτωνος ἀπορίας περὶ τοῦ μὴ εἶναι τὸν χρόνον διαλύειν δυνατὸν καὶ αὐτὰς 〈τὰς〉 τῷ Ἀριστοτέλει διεσκεδασμένας καὶ τὸ νῦν ἐνεργείᾳ λαμβανούσας. ἀλλ’ ὅτῳ ταῦτα πρὸς διάλυσιν μὴ ἀρκεῖ τῶν εἰρημένων, ἐντυγχανέτω τῷ τοῦ φιλοσόφου Δαμασκίου Περὶ χρόνου συγγράμματι. τίνος δ’ εἵνεκεν ἄρα τὰς ἀπορίας ἃς προὔλαβεν οὐ διέλυσεν ὁ Ἀριστοτέλης; ἢ ὅτι τῆς νῦν ἀμερείας ὁ λόγος ἐδεῖτο καὶ τοῦ μὴ εἶναι ἐνεργείᾳ τὸ νῦν, ἅπερ ἐν τῷ ἕκτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας ἐν τοῖς περὶ κινήσεως λόγοις ἀποδείκνυσιν, ἐν οἷς πολλὰ περὶ τῆς πρὸς ἄλληλα σχέσεως τοῦ τε χρόνου καὶ τῆς κινήσεως διδάσκει καὶ καλὰ θεωρήματα.

“因此,如果我说出这些话的思想绝非凭空臆测,我便认为适宜依据这一思想来化解关于时间的诸疑难。因为在这些[疑难]中,第一条说道:既然过去之物不存在,未来之物亦不存在,而不断被把握的时间——它亦是无限的——乃是由这些组成的,那么由非存在者所组成之物,似乎便不可能分有实体[存在]。显然,提出这些疑难的人并未考虑到生成的流动,亦未将存在就在于生成之中的事物与那些一揽子整体存立的事物区分开来;针对前者,人们完全可以反过来说,如果它们的部分中并非一部分已经产生而另一部分尚未存在,那么它们的部分便无论一部分还是全部都不会存在。因为总括而言,‘存在’并不适于它们,而‘生成’才适于它们。而且整全的形式持续流动,这便是它们存立的方式。然而,既然依据‘现在’而静止之物似乎存立并存在,且依此途径由于它是可分者之某一部分而似乎能够化解疑难,他们便通过两个论证来证明‘现在’并不是时间的一部分:凡部分皆度量整体,因此时间的部分亦是如此。那么,如果‘现在’作为不可分者并不度量作为连续者的时间,显然‘现在’绝非时间的一部分。此外,他亦如此证明:时间的部分组成整个时间,因为整体乃是由其组成者即为部分;但‘现在’并不组成时间(因为时间并非由诸‘现在’组成,正如他在关于运动的讨论中所证明的那样);因此‘现在’不是时间的一部分。就权且当这些话是说得对的吧。因为时间亦并非依据这‘现在’而静止。而‘现在’亦非在现实态中被限定的,因为凡承认‘现在’作为时间的界限而存在的人,必定亦会承认被界定之物。接下来的诸疑难则试图证明:‘现在’作为时间的界限虽然并非无实体的,但也绝不可能具有如时间那样的某种存立,因为假若它现前,就必然要么保持同一,要么不断变成另样;而证明表明二者皆不可能。但这些话都是在将‘现在’设定为处于现实态中并作为时间的一部分来把握的前提下说的,而这两点皆非真实。随后[亚里士多德]要求,如果‘现在’消亡,它要么在自身中消亡,要么在另一个‘现在’中消亡,因为消亡者是在时间中消亡的,正如生成者是在时间中生成的一样。显然,这一论证要求时间的时间。然而他自己曾断言有运动的运动。总的来说,若我们试图获取尺度的尺度,我们将走向无限,把另一根度量的肘尺作为被度量者用于度量的肘尺,并在诸数目之前再设立诸数目。但若这些是荒谬的——既然每一事物皆足以将自身的特有属性分授给需要它的其他事物,而其自身并不需要分有它自身所是之物——那么那一论证亦是荒谬的。即使有人说它需要,在我看来,他亦是出于勉强而言,然而亦满足于它分授给自身。因此,时间并非必然在时间中消亡,‘现在’亦非必然在‘现在’中消亡。但多个‘现在’同时存在亦是不可能的。因为‘现在’的存立,是在时间的流逝中依据任何被设想的静止而被审视的。然而,如果时间自身亦运动着且其存在就在于生成之中,它怎会不需要度量并排布时间诸部分的时间,以致它们不至彼此混杂呢?或者不如说,时间之运动,乃在于作为运动的尺度而伴随着运动。因为事实上,肘尺亦在保持其作为尺度的特有属性且无需度量者的情况下,与被度量之物一同延伸。”从这些解决中,既可以化解斯特拉同关于时间不存在的诸疑难,亦可以化解散见于亚里士多德处且将“现在”视为处于现实态的那些疑难本身。但若有人觉得上述这些不足以作为解决,不妨去研读哲学家达马斯基奥斯的《论时间》一书。那么,亚里士多德究竟为了什么没有化解他预先提出的那些疑难呢?岂不是因为那论证需要“现在”的不可分性以及“现在”不在现实态中,而这正是他在本论著第六卷关于运动的诸论述中所证明的,他在那里教授了许多关于时间与运动相互关系的精妙定理。

语法注3 条
  1. 4.142ἐφ’ ὧν τὸ ἀνάπαλιν ἄν τις εἴποι, ὅτι εἰ μὴ τὸ μὲν γέγονεν αὐτῶν, τὸ δὲ οὔπω ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι

    在 ὅτι 引出的从句内部的条件句中,后件动词 εἶναι 充当受 εἴποι 支配的间接引语不定式,其逻辑主语为 ἤτοι ἔνια ἢ πάντα τὰ μέρη。通过 εἰ μή 的条件设置,得出反向论证:如果其部分并非一部分已生成而另一部分尚未存在,则其部分(无论部分还是全部)就根本不会存在。

  2. 4.142ἐπειδὴ δὲ ὁ κατὰ τὸ νῦν ἑστὼς ὑφεστάναι καὶ εἶναι δοκεῖ καὶ ταύτῃ λύειν δυνατὸν εἶναι δοκεῖ τὴν ἀπορίαν, ὅτι μέρος τι τοῦ μεριστοῦ ἐστι, δεικνύουσιν ὅτι τὸ νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου ἐκ δυοῖν ἐπιχειρημάτων

    主句的主动词为 δεικνύουσιν(他们表明),前面是由 ἐπειδή 引导的原因从句。在原因从句内部,ὁ κατὰ τὸ νῦν ἑστώς 充当主语,并列连接了两个由 δοκεῖ 统摄的表象判断;ὅτι μέρος τι τοῦ μεριστοῦ ἐστι 则是对 ταύτῃ 的具体阐释(同格分句)。

  3. 4.142ὡς ὅ γε διδοὺς εἶναι τὸ νῦν πέρας ὂν χρόνου πάντως δώσει καὶ τὸ περατούμενον

    ὡς 用作原因连词(“因为”)。实质化分词 ὅ γε διδούς 为主语,带不定式短语 εἶναι τὸ νῦν 作宾语,πέρας ὂν χρόνου 作谓述补足语。主句谓语 δώσει 为将来时,表达逻辑推论的必然性:承认“现在”作为时间的界限存在的人,必然也必须承认那被界定之物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:799.8-800.25