← 辛普里丘

亚里士多德《物理学》注释

§78.24-80.18

存在的不生不动性与对亚历山大的驳斥

辛普利丘引述《蒂迈欧篇》及爱利亚学派残篇,辩护巴门尼德与麦里梭关于存在不生不灭且不动的论证,并驳斥了亚历山大借区分实体变化与性质变化对爱利亚学派不动性论证所作的浅薄批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#5

Ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγένητον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος, οὐ γὰρ προϋπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος, οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερον ἐγένετο; ἀλλ’ οὐδὲ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίνεται· οὐ γὰρ ἄν τοῦ ἁπλῶς ὄντος προυπάρχοι τὸ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ἀλλὰ μετ’ αὐτὸ ὑφέστηκε. καὶ ὁ παρὰ Πλάτωνι δὲ Τίμαιος “τό τε ἦν ἔσται τε, φησί, χρόνου γεγονότα εἴδη, ἀναφέροντες λανθάνομεν1 ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν ἔστι τε καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει. τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι”. ὥστε εἰ μὲν ὁπωσοῦν ὑφεστηκότα τὰ ἐν γενέσει καὶ διὰ τοῦτο καταχρηστικῶς ὄντα λεγόμενα, κἂν πλείονι τῷ μὴ ὄντι συναναπέφυρται, βούλεται δεῖξαι ὁ Ἀλέξανδρος καὶ τῇ παρὰ τοῖς πολλοῖς τοῦ ὀνόματος χρήσει ἐπαναπαύεται, οὐ πολλῶν δεήσεται λόγων. εἰ δὲ οἴεται κυρίως ὂν εἶναι τὸ γινόμενον καὶ φθειρόμενον, ἐν ᾧ πλέον τοῦ ὄντος τὸ μὴ ὄν, οὔτε τοῖς ὑπὸ τοῦ Παρμενίδου ῥηθεῖσι σημείοις τοῦ ὄντος παρηκολούθησεν, οὔτε τῷ Ἀριστοτέλει προσέχει τὸν νοῦν καλῶς τὸ Παρμενίδειον “ὅπερ ὄν” καλέσαντι τουτέστι κυρίως ὄν. μέμφεται δὲ ὁ Ἀλέξανδρος τοῖς περὶ Παρμενίδην καὶ Μέλισσον καὶ ὅτι ἀκίνητον δεικνύουσι τὸ ὄν, διότι τὸ κινούμενον ἐξίστασθαι δοκεῖ τούτου ἐν ᾧ ἐστιν· εἰ οὖν καὶ τὸ ὂν κινοῖτο, ἐκσταίη ἂν τούτου ἐν ᾧ ἐστιν· ἔστι δὲ ἐν τῷ εἶναι. τὸ δὲ ἐξιστάμενον τοῦ εἶναι φθείρεται· ἄφθαρτον δὲ τὸ ὄν. “ἀλλ’ εἰ μὲν ἡ κατ’ οὐσίαν, φησίν, ἦν μόνη κίνησις, ἣν μεταβολὴν ἄν τις κυριώτερον ἀλλ’ οὐ κίνησιν λέγοι, ἴσως εὐλόγως ἂν ταῦτα αὐτοῖς ἐλέγετο. καίτοι οὐδὲ τὸ κατ’ οὐσίαν τὴν αὑτοῦ μεταβάλλον εἰς τὸ μὴ εἶναι ἁπλῶς, ἀλλ’ εἰς τὸ μὴ τοῦτο εἶναι ὃ ἦν, ἄλλο δέ τι, μεταβάλλει· ἀλλ’ εἴπερ ἄρα, τὸ κατ’ οὐσίαν μεταβάλλον ἁπλῶς οὐ τήνδε.2 ἐπεὶ δὲ πλείους εἰσὶ κινήσεις, ὧν καὶ ἡ κατὰ ποιότητα οὐκ οὖσα κατ’ οὐσίαν, κενόν, ὥς φησι, καὶ μάταιον τὸ δέος αὐτῶν”. καὶ θαυμαστὸν ὅτι αὐτὸς ὁμολογήσας ὅτι “τὸ κατ’ οὐσίαν μεταβάλλον οὐ τήνδε ἀλλ’ ἁπλῶς” εἰς τὸ μὴ ὂν ἂν οἴχοιτο, μέμφεται τοῖς λέγουσιν, εἰ μεταβάλλοι τὸ ἁπλῶς ὂν καὶ κυρίως ὄν, φθείρεσθαι. εἰ μὲν γὰρ τοιόνδε ὂν ἦν, ἐξιστάμενον τοῦ τοιοῦδε οὐδὲν ἐκώλυε τὸ 〈εἰς〉 ἄλλο τοιόνδε μεταβάλλειν· ἐπεὶ δὲ ἁπλῶς ὄν, ἐξιστάμενον τούτου τί ἄν γένοιτο; πῶς 〈δ’〉 ἂν ἐκεῖνο τὸ ὂν ἀλλοιοῖτο τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ μήτε αὐτὸ συμβεβηκὸς ἄλλῳ μήτε ἄλλο τι συμβεβηκὸς ἔχον, ἀλλ’ αὐτὸ τοῦτο ὂν ὅπερ ἐστί; καλῶς οὖν ὁ Παρμενίδης προδείξας διὰ τῶν πρότερον εἰρημένων ὅτι ἀγένητον καὶ ἄφθαρτόν ἐστι τὸ ὄν, ἐπήγαγεν αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῇδε μάλ’ ἐπλάγχθησαν. ἐξ οὗ καὶ δῆλον, ὅτι ἄλλο τὸ αἰσθητὸν οἶδεν, ἐν ᾧ γένεσις καὶ ὄλεθρος, καὶ ἄλλο τὸ νοητὸν ὄν. καὶ Μέλισσος δὲ τὸ ἀκίνητον δείκνυσι προανελὼν τὸ κενὸν τοῦ ὄντος, τουτέστι τὸ μὴ ὄν. εἰ γὰρ ἐκινεῖτο, φησί, τὸ ὄν, ἦν ἄν τι κενὸν τοῦ ὄντος εἰς ὃ ἐκινεῖτο τὸ ὄν. ἀλλ’ οὐκ ἔστι· πλῆρες γάρ ἐστι τὸ ὄν. γράφει δὲ οὕτως “οὐδὲ κενεόν ἐστιν οὐδέν. τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἄν εἰς τὸ κενεόν· κενεοῦ δὲ μὴ ἐόντος, οὐκ ἔχει ὅκῃ ὑποχωρήσει”.3 εἶτα δείξας ὅτι οὔτε πυκνὸν οὔτε ἀραιόν ἐστιν, ἐπάγει “κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω· εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται”. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἠναγκάσθην μηκῦναι διὰ τὸ τὸν γνησιώτερον τῶν Ἀριστοτέλους ἐξηγητῶν τὸν Ἀλέξανδρον ξηρότερον καὶ ἀφερεπόνως τῶν παλαιῶν ἀκούειν δογμάτων. ὧν καὶ Ἀριστοτέλης ζηλωτὴς γενόμενος ἀκίνητον ἀπέδειξε καὶ αὐτὸς τὸ πρῶτον.

他在关于本义的存在言说这些时,昭然论证了这一存在是不生的;因为既不是从存在而来,因为此前并不存在另一个存在;也不是从非存在而来,因为非存在甚至根本不存在。并且它究竟为何在那时生成,而不在更早或更晚时生成呢?但也决不是从某种在某方面存在而在某方面不存在之物而来,如同被生成之物的生成那样;因为在某方面存在而在某方面不存在之物不可能先于单纯的存在而预先存在,而是依存于它之后。柏拉图著作中的蒂迈欧也说:“‘曾是’和‘将是’,作为时间的生成形式,我们不自觉且不恰当地将它们归于永恒的实体。因为我们确实说它曾是、现在是且将是;但按照真实的言说,唯有‘现在是’适合于它。而‘曾是’和‘将是’则适宜于用来言说在时间中行进的生成。”因此,如果亚历山大只是想证明生成中的事物以某种方式持存,并因此在引申意义上被称为存在,即使它们与更多的非存在混杂在一起,并且他满足于大众对该名称的用法,那将不需要许多言论。但如果他认为生成与消灭之物——其中非存在多于存在——乃是本义的存在,他就既没有理解巴门尼德所言的存在的标志,也没有留心于亚里士多德,后者恰当地把巴门尼德式的原则称为“本身存在”,即本义的存在。亚历山大还责难巴门尼德和麦里梭一派,因为他们论证存在是不动的,理由是运动之物显得离开了它所在的状态;因此,如果存在也运动,它就会离开它所在的状态;而它处于存在之中。离开存在之物则消灭;但存在是不灭的。“然而,”他说,“如果唯有依实体的运动(人们更恰当地称之为变化而非运动),也许他们这些话是合情合理的。尽管即使依其自身实体而变化的事物,也不是变化为单纯的不存在,而是变化为不再是它曾是的东西,而是某种别的东西;但如果果真如此,依实体变化的事物乃是单纯地[变化],而不是[就]这个特定事物[而言的变化]。然而,既然有多种运动,其中依性质的运动并不依于实体,那么正如他所说,他们的恐惧就是空洞而徒劳的。”令人惊异的是,亚历山大自己承认“依实体变化的事物不是就这个特定事物而言,而是单纯地”走向非存在,却责难那些说单纯且本义的存在若发生变化就会消灭的人。因为如果它是如此性质的存在,在脱离该性质时,并没有什么妨碍它向另一种性质变化;但既然它是单纯的存在,脱离了这个之后它将变成什么呢?而且,那个始终处于相同状态且以同样方式存在、它自身既非其他事物的偶性也不具有任何其他偶性、而是恰恰正是它本身所是之物的存在,又怎能发生变质呢?因此巴门尼德在通过前述诸论证恰当地预先展示了存在是不生不灭的之后,接着说道:“然而它在巨大束缚的界限中是不动的,无始无终,因为生成与消灭在此处已被远远抛开。”由此亦显然可见,他知道生成与消灭所处的感性事物是一回事,而理智的存在则是另一回事。麦里梭也是在预先排除了存在的虚空即非存在之后,证明它是不动的。因为他说,如果存在运动,就必然会有某种存在的虚空,存在可以运动至其中。但并不存在;因为存在是充实的。他这样写道:“也绝没有任何虚空。因为虚空是无;无绝不可能存在。它也不运动;因为没有任何地方可以退让,而是充实的。因为若有虚空,它本可以退入虚空中;但既无虚空,它便没有可退入的地方。”随后在指明它既非稠密亦非稀薄之后,他又补充道:“关于充实与不充实,应当作如下判定:如果它有所退让或接纳任何事物,它就不是充实的;如果它既不退让也不接纳,它就是充实的。因此,若无虚空,它必然是充实的。既然它是充实的,它就不运动。”这些内容我不得不作更详细的引申,乃是因为亚里士多德诸注解家中较为正统的亚历山大,对古代学说的领会过于干瘪和浮浅。亚里士多德本人也效法了这些学说,并亲自论证了第一原则是不动的。

语法注3 条
  1. 1.13ἀναφέροντες λανθάνομεν

    动词λανθάνω与补充性分词ἀναφέροντες结合的惯用句式,意为“我们在不知不觉中归于”。句末的副词短语οὐκ ὀρθῶς修饰该归属或适用的方式(“不恰当地”)。

  2. 1.13τὸ κατ’ οὐσίαν μεταβάλλον ἁπλῶς οὐ τήνδε

    在引述亚历山大的话中,οὐ τήνδε之后省略了补充成分(如μεταβολὴν μεταβάλλει)。它承接前文的“不是转变为这个[τοῦτο]”,形成对比:“依实体变化的事物乃是单纯地[变化],而不是[就]这个特定的[变化/形态而言]”。

  3. 1.13οὐκ ἔχει ὅκῃ ὑποχωρήσει

    引自麦里梭的爱奥尼亚方言。带有否定词οὐκ的ἔχω后接间接疑问/关系副词ὅκῃ(相当于ὅπῃ)以及虚拟语气或将来时直陈语气ὑποχωρήσει,构成表示缺乏能力或可能性的句式:“它没有可退让之处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:78.24-80.18