- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:8.31-10.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》卷一第一章开篇(184a10)的注解。辛普里丘重构了证明自然学研究旨在探求自然原理的隐涵三段论,结合泰奥弗拉斯托斯、波菲利与欧德谟的观点探讨了亚里士多德省略某些前提与结论的原委,并在末尾引入了原理、原因与元素三者的术语辨析。
" Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι." Τὸ προοίμιον εὐθὺς τὸν σκοπὸν ἐκφαίνει τοῦ συγγράμματος, ὅτι περὶ τῶν φυσικῶν ἀρχῶν ἐστι· πειρατέον γάρ, φησί, πρῶτον διορίσασθαι τὰ περὶ τὰς φυσικὰς ἀρχάς. καὶ τὴν ἀναγκαίαν δὲ χρείαν τοῦ περὶ τῶν ἀρχῶν λόγου σαφῶς παρέδειξεν οὕτω πως συλλογισάμενος. τὰ φυσικὰ ἀρχὰς ἔχει· τὰ ἀρχὰς ἔχοντα ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· τὰ ἄρα φυσικὰ ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· ἀναγκαία ἄρα τῷ φυσιολογικὴν ἐπιστήμην ἕξοντι ἡ τῶν ἀρχῶν τῶν φυσικῶν γνῶσις. ἀλλ’ ὅτι μέν εἰσιν ἀρχαὶ τῶν φυσικῶν, ἐφεξῆς ἅπας ὁ λόγος δείξει καὶ οὐ δεῖται νῦν ἀποδείξεως· διὸ οἶμαι ταύτην αὐτὸς τὴν πρότασιν παρῆκεν. ὁ μέντοι Θεόφραστος ἐν ἀρχῇ τῶν ἑαυτοῦ Φυσικῶν καὶ ταύτην ἀπέδειξε λέγων “τὸ μέντοι τῶν φυσικῶν ἀρχὰς εἶναι δῆλον ἐκ τοῦ τὰ μὲν φυσικὰ σώματα εἶναι σύνθετα, πᾶν δὲ σύνθετον ἀρχὰς ἔχειν τὰ ἐξ ὧν σύγκειται· ἅπαν γὰρ τὸ φύσει ἢ σῶμά ἐστιν ἢ ἔχει γε σῶμα· ἄμφω δὲ σύνθετα”. ὁ δὲ Πορφύριος οὐδὲ φυσικοῦ φησιν εἶναι τὸ ζητεῖν, εἰ εἰσὶν ἀρχαὶ τῶν φυσικῶν, ἀλλὰ τοῦ ἀναβεβηκότος· ὁ γὰρ φυσικὸς ὡς δεδομέναις χρῆται. ἔτι δὲ μᾶλλον φαίη ἄν τὸ τίνες αἱ ἀρχαὶ τοῦ ἀναβεβηκότος εἶναι ζητεῖν.1 οὐδὲ γὰρ ὁ γεωμέτρης ἢ ὁ ἰατρὸς τὰς ἑαυτοῦ ἀρχὰς ἀποδείκνυσιν, ἀλλ’ ὡς οὔσαις καὶ τοιαῖσδε οὔσαις χρῆται. πῶς οὖν οἱ φυσικοὶ σχεδόν τι πάντες τὰς ἀρχὰς ζητοῦσι τῶν φυσικῶν; ἢ ὅτι μὲν σύνθετα τὰ φυσικὰ καὶ ἀρχὰς ἔχοντα καὶ τάσδε τὰς ἀρχὰς τοῦ φυσικοῦ ἐστιν ἀποδεικνύναι, ὡς καὶ τοῦ ἰατροῦ ὅτι ἐκ τῶν τεττάρων στοιχείων τὸ ἀνθρώπειον σῶμα καὶ τοῦ γραμματικοῦ ὅτι ἐκ τῶν εἰκοσιτεττάρων στοιχείων ὁ λόγος. τίνα δὲ ἕκαστον τῶν στοιχείων ἔχει δύναμιν, τοῦ ἀναβεβηκότος ἐστὶν ἐπὶ μὲν τῶν γραμμάτων τοῦ μουσικοῦ, ἐπὶ δὲ 〈τοῦ〉 ἀνθρωπείου σώματος τοῦ φυσιολόγου, ἐπὶ δὲ τῶν φυσικῶν ἀρχῶν τοῦ πρώτου φιλοσόφου. διὸ καὶ ὁ Ἀριστοτέλης ὅτι ἐστὶν ἡ ὕλη καὶ τὸ εἶδος ἀρχαὶ τῶν φυσικῶν δείξας τὴν μὲν ὕλην ἐξ ἀναλογίας γινώσκεσθαί φησι καίτοι τοῦ πρώτου φιλοσόφου καὶ ἀπὸ τῶν αἰτίων αὐτὴν δεικνύντος, “περὶ δὲ τῆς κατὰ τὸ εἶδος, φησίν, ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσί, δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι· ὥστε εἰς ἐκεῖνον τὸν καιρὸν ἀποκείσθω”. ὅτι δὲ τὰ ἔχοντα ἀρχὰς τότε συμβαίνει ἐπίστασθαι ὅταν αἱ ἀρχαὶ αὐτῶν γνωσθῶσι, τέθεικε μὲν καὶ ὡς ἀξίωμα· διὸ τῷ παρασυναπτικῷ καλουμένῳ χρῆται συνδέσμῳ,2 καθ’ ὃν τὸ ἡγούμενον ὡς ὁμολογούμενον λαμβάνεται· εἰ γὰρ ἐπιστήμη ἐστὶν ἡ δι’ ἀποδείξεως γνῶσις, ἀπόδειξις δέ ἐστι συλλογισμός, οὗτος δὲ ἀπὸ ἀρχῶν, δῆλον ὅτι ἡ ἐπιστήμη γνῶσίς ἐστι δι’ ἀρχῶν. πλὴν καὶ παρεμυθήσατο αὐτὸ ἐκ τῆς ἐπαγωγῆς καὶ τῆς κοινῆς ὑπολήψεως. “τότε γάρ, φησίν, οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα ἐπήγαγε τὸ τὰ ‘φυσικὰ ἄρα ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν’, ἀλλὰ τὸ ἑπόμενον τῷ συμπεράσματι·3 δεῖ γάρ, φησί, τῆς περὶ φύσεως ἐπιστήμης διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς, συλλαβὼν ἐν τούτῳ καὶ τὸ συμπέρασμα. Ὁ μέντοι Εὔδημος ἀρχόμενος τῶν Φυσικῶν ἀνωτέρω τὸν λόγον ἐπήγαγε καὶ δείξας ὅτι πρὸς μὲν τὰς πράξεις εὐχρηστότερον εἰδέναι τὰ καθ’ ἕκαστα, πρὸς δὲ θεωρίαν τὰ κοινά, “κοινότατον, φησί, φαίνεται περὶ τὰς ἐπιστήμας τὸ τῶν ἀρχῶν· ὑπάρχουσι γάρ τινες καθ’ ἑκάστην. τούτων δὲ οὕτως ἐχόντων ἀναγκαῖον τῷ φυσιολογοῦντι τὰς ἀρχὰς πρῶτον ἐπισκέψασθαι” καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος. ἔστι δὲ ἄξιον ζητεῖν τί ἀρχὴ καὶ τί αἴτιον καὶ τί στοιχεῖον. καὶ γὰρ ὁ μὲν Ἀλέξανδρος διαφέρειν ταῦτα ἀλλήλων φησὶ τῷ ἀρχὴν μὲν λέγεσθαι ἰδίως τὸ ποιητικόν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, αἴτιον δὲ τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος (ἐν γὰρ τοῖς φύσει τὸ οὗ ἕνεκα τοῦτο), στοιχεῖον δὲ τὸ ἐνυπάρχον ὡς τὴν ὕλην.
“既然认识与知晓。” 开篇立即显明了这部著作的主旨,即它是关于自然原理的;因为他说,首先必须尝试对关于自然原理的事情加以界定。而且他通过大致如下的推论,清晰地展示了关于原理的论述之必然效用:自然事物具有原理;知晓具有原理之物,乃是出于认识其原理;因此,知晓自然事物,乃是出于认识其原理;故而对于将要拥有自然学知识的人而言,关于自然原理的认识是必然的。不过,自然事物存在原理这一事实,接下来的全部论述都会加以表明,现在并不需要证明;因此我认为他自己省去了这一前提。然而泰奥弗拉斯托斯在自己的《物理学》开端也证明了这一前提,说:“然而,自然事物存在原理,这由以下事实即可清楚看出:自然物体是复合的,而一切复合之物都以构成它的那些东西为原理;因为一切依自然而存在之物要么是物体,要么至少具有物体,而二者皆是复合的。”另一方面,波菲利则称,探究自然事物是否存在原理,甚至并不属于自然哲学家,而是属于登临更高阶位的人;因为自然哲学家将它们作为给定的东西来使用。人们甚至更会说,探究哪些是原理,属于登临更高阶位的人。因为几何学家或医师也不证明自己的原理,而是把它们当作存在且作为具有如此性质之物来使用。那么,为何几乎所有的自然哲学家都在探求自然事物的原理呢?抑或证明自然事物是复合的、具有原理且具有这些特定的原理,乃是自然哲学家的工作,正如同表明人体由四元素构成属于医师,表明言辞由二十四个字母元素构成属于文法学家一样?但是,各个元素具有何种潜能,却属于登临更高阶位的人:就字母而言属于音乐理论家,就人体而言属于自然哲学家,就自然原理而言属于第一哲学家。因此亚里士多德在指明质料与形相是自然事物的原理之后,也说质料是通过类比而被认识的,尽管第一哲学家亦从原因出发来阐明它;“而关于依形相而言的原理,”他说,“究竟是一个还是多个,以及它或它们是什么,精确界定乃是第一哲学的工作;因此且留待那个时机吧。”至于知晓具有原理之物发生在认识其原理之时,他也将其作为公理而提出;因此他使用了所谓的副假言连词,依此连词,前件被视为公认成立的;因为如果科学知识乃是经由证明的认识,而证明是推论,推论出自原理,那么显而易见,科学知识乃是经由原理的认识。不过他也从归纳和普遍见解中证实了这一点。“因为正是在那时,”他说,“当我们认识了最初的原因和最初的原理,并且直至诸元素时,我们才认为认识了每一事物。”但他甚至并未引出“因此知晓自然事物乃是出于认识其原理”这一结论,而是引出了伴随这一结论而来的推论;因为他说,〔寻求〕关于自然的科学〔的人〕必须首先界定关于原理的事情,从而也把这一结论包揽于其中。然而欧德谟在开始撰写《物理学》时,从更高远之处引入了这一论述,他在指明认识个别事物对于实践活动更为有用,而认识共通之物对于观照更为有用之后,说道:“在诸科学中看起来最为共通的,便是关于原理的事情;因为在每门科学中都存在某些特定的原理。既然情况如此,研究自然者必须首先考察原理。”所言之事的总体含义便是如此。然而,何为原理、何为原因、何为元素,乃是值得探究的。实际上亚历山大称,它们彼此不同:原理固有地是指致动者,即运动的始点由此而来;原因是指“为了什么”以及形相(因为在依自然之物中,这便是“为了什么”);而元素是指像质料那样内在存在者。
- 1.1ἔτι δὲ μᾶλλον φαίη ἄν τὸ τίνες αἱ ἀρχαὶ τοῦ ἀναβεβηκότος εἶναι ζητεῖν
由潜在希求法 φαίη ἄν(“人们可以说”)引导的间接引语结构。不定词 εἶναι 的主语是带冠词不定词短语 τὸ ζητεῖν(其宾语为间接疑问从句 τίνες αἱ ἀρχαί),表语是表从属的属格 τοῦ ἀναβεβηκότος(“探究哪些是原理,属于登临更高阶位的人之职责”)。
- 1.1τῷ παρασυναπτικῷ καλουμένῳ χρῆται συνδέσμῳ
古代逻辑(特别是斯多亚派逻辑)中的专业术语:“副假言连词”(παρασυναπτικὸς σύνδεσμος)指如 ἐπειδή(“既然”、“鉴于”)这类因果性或副假言联结词,在此类结构中,前件被视为已承认属实的前提,并由此导出后件。
- 1.1ἀλλὰ τὸ ἑπόμενον τῷ συμπεράσματι
动词 ἐπήγαγε(“引出”)的宾语。辛普里丘以此说明亚里士多德并未直接写出三段论的形式结论(“知晓自然事物出于认识其原理”),而是表达了伴随该结论而来的必然要求(“研究自然者必须首先界定原理”)。
