- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:7.10-8.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了亚里士多德自然学相比于柏拉图及前苏格拉底学者的独特性(还原为质料与形相、将自然学与宇宙论分离、树立自然本性为邻近致动原因并上溯至不动推动者),并通过引用与亚历山大的往来书信,解释其师承讲义著作的刻意晦涩。
πλὴν ὅ γε Πλάτων τά τε τῶν Πυθαγορείων καὶ τῶν Ἐλεατικῶν ἐπὶ τὸ σαφέστερον προαγαγὼν τά τε ὑπὲρ τὴν φύσιν ἐξύμνησεν ἀξίως κἀν τοῖς φυσικοῖς καὶ γενητοῖς τὰς στοιχειώδεις ἀρχὰς τῶν ἄλλων διέκρινε καὶ στοιχεῖα πρῶτος αὐτὸς ὠνόμασε τὰς τοιαύτας ἀρχάς, ὡς ὁ Εὔδημος ἱστορεῖ, καὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ ἔτι πρὸς τούτῳ τὸ παραδειγματικόν, τὰς ἰδέας, αὐτὸς θεασάμενος διέκρινε· καὶ γὰρ τὴν ὕλην ταῖς αὐταῖς χρώμενος ἐννοίαις ἐς ὕστερον Ἀριστοτέλης ἀνεῦρε, καὶ τὸ εἶδος ὁμοίως· ποιητικόν τε αἴτιον τὸν θεῖον ἐφίστησι νοῦν καὶ τελικὸν τὴν τούτου ἀγαθότητα, δι’ ἣν τὸ αἰσθητὸν πᾶν πρὸς τὸ νοητὸν παράδειγμα ἀφωμοίωσεν. ὁ δέ γε Ἀριστοτέλης τῶν μὲν πρὸ τοῦ Πλάτωνος φυσιολόγων διήνεγκεν οὐ μόνον τὸ ποιητικὸν αἴτιον ἐπιστήσας, ἀλλ’ ὅτι καὶ τὰ ὑλικὰ αἴτια ἀρχοειδέστερον ἐθεάσατο. ἐκείνων γὰρ ἢ τὰς ὁμοιομερείας ἢ ἕν τι τῶν τεττάρων στοιχείων ἢ πλείονα ἢ πάντα ὑποθεμένων1 ἢ μέχρι τῶν ἀτόμων σωμάτων ἐλθόντων, αὐτὸς καὶ τὰς ὁμοιομερείας καὶ τὰ τέσσαρα στοιχεῖα διέλυσε καὶ αὐτὴν τὴν σωματικὴν φύσιν εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος ἀνέλυσεν, ὡς πρὸ αὐτοῦ Πλάτων καὶ πρὸ τοῦ Πλάτωνος ὁ Πυθαγορικὸς Τίμαιος, προσεχῆ μὲν τὰ τέτταρα στοιχεῖα ποιήσαντες, πρὸ ἐκείνων δὲ τὰ ἐπίπεδα, ἀρχὰς δὲ πρώτας στοιχειώδεις τὴν ὕλην καὶ τὸ εἶδος. ὁμοῦ δὲ καὶ τοῦ Πλάτωνος καὶ τῶν πρὸ Πλάτωνος ἁπάντων διήνεγκεν Ἀριστοτέλης, ὅτι2 περὶ τῶν φυσικῶν πραγμάτων ἢ ὡς περὶ πάντων τῶν ὄντων διαλεγομένων, ὡς πρὸ τοῦ Πλάτωνός τινες, ἢ ὡς περὶ κόσμου καὶ μερῶν κόσμου καὶ ἐν τοῖς περὶ κόσμου τὰ ἐνταῦθα ζητούμενα ἀνακινούντων, ὡς αὐτός τε ὁ Πλάτων καὶ τῶν πρὸ αὐτοῦ τινες, ὁ Ἀριστοτέλης καὶ τὰ φυσικὰ διέκρινεν ἥντινα ἐν τοῖς οὖσιν ἔχει τάξιν καὶ ὡς εἰ μηδὲ ἦν κόσμος, περὶ αὐτοῦ καθ’ αὑτὸ διδάσκει τοῦ φυσικοῦ σώματος· κἀν τοῖς στοιχείοις δὲ τὴν στέρησιν ὡς ἄλλο τι τῆς ὕλης οὖσαν αὐτὸς ἀπέδειξε, τοῦ Πλάτωνος τῆς ὕλης ἢ κατὰ τὴν ὕλην ἀφορισαμένου τὴν στέρησιν. καὶ τὸ ποιητικὸν δὲ αἴτιον τῶν μὲν ἄλλων παραλιμπανόντων, τοῦ δὲ Ἀναξαγόρου καὶ τοῦ Πλάτωνος, ταὐτὸν δὲ εἰπεῖν τῶν Πυθαγορείων, τὸν θεῖον νοῦν τιθέντων, αὐτὸς τὸ προσεχὲς ζητῶν τῶν φύσει γινομένων ποιητικὸν αἴτιον τὴν φύσιν εἶναί φησιν, ἣν ὁ Πλάτων ἐν τῷ ὀργανικῷ τέθεικε κινουμένην μὲν ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα. οὐ μέντοι οὐδὲ Ἀριστοτέλης ἐπὶ τῆς φύσεως ἔμεινεν ὡς ἐπὶ πρώτης ἢ κυρίως ποιητικῆς, ἀλλ’ αὐτὸς ἐπὶ τὸ ἀκίνητον καὶ πάντων κινητικὸν αἴτιον ἀνῆλθε καὶ πάντα τούτου ἐξῆψεν ἐπὶ τέλει τῆσδε τῆς πραγματείας τὰ κινούμενα. καὶ τὸ εἶδος δὲ τῆς τοῦ ἀνδρὸς τούτου φυσιολογίας διήνεγκε τῶν μὲν παλαιοτέρων, καθ’ ὅσον τὸ αἰνιγματῶδες ἐκείνων εἰς τὸ σαφέστερον μετέβαλε καὶ ἀκρίβειαν ταῖς ἀποδείξεσι προσέθηκε, τοῦ δὲ Πλάτωνος, καθ’ ὅσον προφανεστέρας τίθησι τὰς τῶν ἀποδείξεων ἀνάγκας καὶ τὰς ἀρχὰς αὐτῶν ἀπό τε τῆς αἰσθήσεως καὶ ἀπὸ τῶν προχείρων δοξῶν σπουδάζει λαμβάνειν, πάντων δὲ ὁμοῦ τῷ πάντα τὰ τῆς φυσιολογίας μέρη μέχρι τῶν μερικωτάτων ἀπεξεργάσασθαι. Διχῇ δὲ διῃρημένων αὐτοῦ τῶν συγγραμμάτων εἴς τε τὰ ἐξωτερικὰ οἷα τὰ ἱστορικὰ καὶ τὰ διαλογικὰ καὶ ὅλως τὰ μὴ ἄκρας ἀκριβείας φροντίζοντα καὶ εἰς τὰ ἀκροαματικά, ὧν καὶ αὕτη ἐστὶν ἡ πραγματεία, ἐν τοῖς ἀκροαματικοῖς ἀσάφειαν ἐπετήδευσε διὰ ταύτης τοὺς ῥᾳθυμοτέρους ἀποκρουόμενος, ὡς παρ’ ἐκείνοις μηδὲ γεγράφθαι δοκεῖν. τοιγαροῦν Ἀλεξάνδρου μετὰ τὴν Περσῶν καθαίρεσιν τάδε πρὸς αὐτὸν γεγραφότος “Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων. τίνι γὰρ ἔτι διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι πάντων ἔσονται κοινοί.3 ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν”, αὐτὸς τάδε ἀντέγραψεν “Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν. ἔγραψάς μοι περὶ τῶν ἀκροαματικῶν λόγων, οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους. συνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν. ἔρρωσο.” Πλούταρχος δὲ ὁ Χαιρωνεὺς ἐν τῷ Ἀλεξάνδρου βίῳ ἐπὶ τῇ ἐκδόσει τῆς Μετὰ τὰ φυσικὰ ταῦτα γεγράφθαι φησίν.
不过,柏拉图将毕达哥拉斯派与埃利亚派的学说推进至更为明晰的境地,恰如其分地颂扬了超自然之物,并在自然生成之物中将元素性原理与其他事物区分开来,且正如欧德谟所记载的那样,他亲自最早将这类原理命名为“元素”;并且他亲自直观并区分了致动原因、目的原因以及在此之上的范型原因,即理念。因为亚里士多德后来也是运用相同的概念发现了质料,形相亦然;而且[柏拉图]树立神圣理智为致动原因,将其善性树立为目的原因,理智正是因这善性而使一切感觉对象摹仿理智范型。然而亚里士多德不仅通过确立致动原因而有别于柏拉图之前的自然哲学家,而且因为他以更具本原性的方式直观了质料原因。因为那些人或是假定同质部分,或是假定四元素之一,或是数个,或是全部,或是走到了不可分的物体;而他自己则拆解了同质部分与四元素,并将物体性本性自身还原为质料与形相,正如在他之前的柏拉图以及在柏拉图之前的毕达哥拉斯派学者蒂迈欧那样,他们将四元素作为邻近之物,将平面置于其先,并将质料与形相作为最初的元素性原理。同时,亚里士多德也不同于柏拉图以及柏拉图之前的所有人:他们讨论自然事物时,或者像柏拉图之前的某些人那样,宛如在讨论万有;或者像柏拉图本人及某些在他之前的人那样,宛如在讨论宇宙及宇宙的部分,并在讨论宇宙时引发此处所探究的问题;而亚里士多德则区分了自然事物在存在者中占有何种位阶,并且仿佛宇宙甚至不存在一般,就自然物体本身而在其自身上讲授它。在元素方面,他也亲自证明了缺乏是不同于质料的某种事物,而柏拉图则是将缺乏规定为质料或依质料加以规定。关于致动原因,其他人或是忽略它,而阿那克萨哥拉和柏拉图——换言之即毕达哥拉斯派——确立了神圣理智;他自己则在探求自然生成之物的邻近致动原因时,指出这便是自然本性,而柏拉图曾将自然本性置于工具性的地位,视其为被他者推动同时又推动他物者。然而,亚里士多德也并未止步于自然本性,仿佛它是第一位的或严格意义上的致动原因,而是亲自上升到不动且推动万物的原因,并在本著作的末尾将一切被推动之物系于此原因之上。这位先贤的自然学形态亦有别于古人:在于他将古人神秘莫测的特质转化为更为明晰的形式,并为论证增添了严密性;亦有别于柏拉图:在于他使论证的必然性更加昭然,并致力于从感觉和唾手可得的通俗见解中汲取原理;且在于他将自然哲学的各个部分详尽阐发至最具体入微之处,从而一并有别于所有人。他的著作被分为两部分:一类是通俗著作,如历史性著作、对话录以及总体上不追求极致严密的著作;另一类是师承讲义,本著作亦属于此类。他在师承讲义中刻意使用晦涩的表达,借此屏退较为怠惰之人,以致在那些人看来这些著作宛如根本未曾写就。因此,当亚历山大在推翻波斯之后给他写信道:“亚历山大向亚里士多德问好。你公开师承讲义,此举不当。因为倘若我们受教于其中的论述成为所有人共有的,我们今后还将以何优于常人?我宁愿在关于至善事物的见识上卓越,而不愿在权势上超迈”,他自己便回信道:“亚里士多德向亚历山大国王问好。你致信于我谈及师承讲义,认为应当严守秘密。那么请知晓:它们既被公开,又未被公开。因为它们仅对听过我们讲授的人才是可理解的。祝好。”喀罗尼亚的普鲁塔克在《亚历山大传》中称,这些信件是在《形而上学》出版时写就的。
- 1.0ἐκείνων γὰρ ἢ τὰς ὁμοιομερείας... ὑποθεμένων
从 ἐκείνων 到 ἐλθόντων 的属格结构为独立属格(genitive absolute),与主句主语 αὐτός(亚里士多德)构成对比。它以 ἢ... ἤ... 并列了以往哲学家(ἐκείνων)的各种假说,从而突显出主句中亚里士多德彻底的还原分析(διέλυσε... ἀνέλυσεν)。
- 1.0ὁμοῦ δὲ καὶ τοῦ Πλάτωνος καὶ τῶν πρὸ Πλάτωνος ἁπάντων διήνεγκεν Ἀριστοτέλης, ὅτι
在 ὅτι 从句内部构成了长大的对比结构:首先以前置的属格分词短语(περὶ τῶν φυσικῶν πραγμάτων ἢ ὡς... διαλεγομένων... ἢ ὡς... ἀνακινούντων)交代前辈学者们的做法,随后重新引入主语 ὁ Ἀριστοτέλης,引出其实际谓语(καὶ τὰ φυσικὰ διέκρινεν... καὶ... διδάσκει)。
- 1.0εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι πάντων ἔσονται κοινοί
先行词 λόγους 被吸纳(incorporation)进了关系从句(καθ’ οὓς ἐπαιδεύθημεν λόγους)内部,并在条件从句中被指示代词 οὗτοι 以主格加以复述(resumption)。字面含义为:“如果我们在其中受教育的那些论述,这些论述将成为万人的共有”。
