← 辛普里丘

亚里士多德《物理学》注释

§10.12-11.29

关于原理、原因与元素之区分的诸学说辨析

辛普里丘总结了欧德谟、亚历山大和波菲利关于“原理”、“原因”与“元素”之区分的诸种见解,随后对先行注解家提出批评,指出目的因乃是最首要的原理,形相亦可视为元素性的,且“原因”与“原理”在外延与概念优先性上并非完全等同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

ἔοικε δὲ τῷ Εὐδήμῳ κατακολουθεῖν ὁ Ἀλέξανδρος λέγοντι ὅτι “τοῦ αἰτίου τετραχῶς λεγομένου τὸ μὲν στοιχεῖον κατὰ τὴν ὕλην λέγεται· ἐνυπάρχειν γὰρ δοκεῖ τὰ στοιχεῖα, ὥσπερ ἐν διαλέκτῳ τὰ γράμματα· οὕτω καὶ ὁ χαλκὸς αἴτιος λέγεται τῆς πολυχρονιότητος τῶν ἔργων· αἴτιον δὲ λέγεται καὶ ὅθεν ἡ κίνησις· φαμὲν δὲ εἶναι ταύτην ἀρχήν, ὅθεν νεῖκος λοιδορίας ἀρχή· τὴν μὲν οὖν ἀρχὴν καὶ τὸ στοιχεῖον οὕτω λέγουσιν αἴτια· τὸ δὲ οὗ ἕνεκα οὐκ ἐπιδέχεται τὸν τοῦ στοιχείου λόγον· οὐ γὰρ ἐνυπάρχει ἐν τῷ αἰτιατῷ οἷον ἐν τῷ περιπατεῖν ἡ ὑγίεια οὐδὲ ἀρχὴ τοῦ περιπατεῖν ἡ ὑγίεια φαίνεται, ἀλλὰ μᾶλλον αἰτία· τὸ δὲ οὗ ἕνεκα καὶ τὸ εἶδος σύνεγγυς φαίνεται καὶ πολλάκις τὰ αὐτά. διὸ μάλιστα ἔοικεν αἰτίῳ τὸ οὗ ἕνεκα”. τοιαῦτα μὲν καὶ τὰ τοῦ Εὐδήμου. θαυμαστὸν δὲ εἰ μὴ ὑπάρχει τὸ εἶδος ἐν τῷ αἰτιατῷ, εἰ μὴ ἄρα εἶδος τὸ καθόλου λέγουσιν.1 Ὁ μέντοι Πορφύριος “ἕνα μὲν τρόπον ἀρχὴν λέγει, φησίν, ὅθεν ἡ πρώτη κίνησις γίνεται·2 ἔστι δὲ τοιαύτη ἡ ἀφ’ οὗ ὡς ὁδοῦ τὸ πρῶτον· οὕτω δὲ καὶ νεὼς μὲν τρόπις, οἰκίας δὲ θεμέλιος· τούτῳ δὲ τῷ σημαινομένῳ ἀντίκειται ἡ τελευτή· ἕτερον δὲ τρόπον ὡς τὸ ὑφ’ οὗ, ὡς ἡ φύσις τῶν φυσικῶν καὶ ἡ τέχνη τῶν τεχνητῶν· ἀρχὴ δὲ καὶ τὸ οὗ ἕνεκα, οἷον ἀθλήσεως ἡ νίκη· κατ’ ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται, ἐξ οὗ πρῶτον ἐνυπάρχοντος γίνεται τι, ὡς οἰκίας λίθοι καὶ ξύλα ἀρχὴ ὡς ὕλη· ἀρχὴ δὲ καὶ ἡ μορφὴ καὶ τὸ σχῆμα καὶ ὅλως τὸ εἶδος. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης τὸ ἐν τῇ ὕλῃ μόνον θεασάμενος εἶδος τοῦτο ἔλεγεν ἀρχήν, ὁ δὲ Πλάτων πρὸς τούτῳ καὶ τὸ χωριστὸν ἐννοήσας εἶδος τὴν παραδειγματικὴν ἀρχὴν προσεισήγαγε· τετραχῶς οὖν ἡ ἀρχὴ κατὰ τὸν Ἀριστοτέλην· ἢ γὰρ τὸ ἐξ οὗ ὡς ἡ ὕλη ἢ τὸ καθ’ ὃ ὡς τὸ εἶδος ἢ τὸ ὑφ’ οὗ ὡς τὸ ποιοῦν ἢ τὸ δι’ ὃ ὡς τὸ τέλος. κατὰ δὲ Πλάτωνα καὶ τὸ πρὸς ὃ, ὡς τὸ παράδειγμα καὶ τὸ δι’ οὗ ὡς τὸ ὀργανικόν· ὁσαχῶς δὲ ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ αἴτιον· καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν ἄμφω, τῇ δὲ ἐπινοίᾳ διαφέροντα· ἡ μὲν γὰρ ἀρχή, φησὶν ὁ Πορφύριος, ἐπινοεῖται καθὸ προηγεῖται, τὸ δὲ αἴτιον καθὸ ποιεῖ τι καὶ ἀποτελεῖ τὸ μεθ’ ἑαυτό, ὄντος καὶ τοῦ αἰτίου δυνάμει ἀρχικοῦ καὶ τῆς ἀρχῆς δυνάμει τελικῆς· διὸ καὶ προηγεῖται ἡ ἐπίνοια τῆς ἀρχῆς τῆς τοῦ αἰτίου ἐπινοίας· τοσαυταχῶς δὲ τῶν ἀρχῶν καὶ τῶν αἰτίων λεγομένων οὐ πάντα ἐν πᾶσιν, ἀλλ’ ἄλλαι μὲν γενέσεως ἀρχαί, ὡς ὕλη καὶ εἶδος ἢ τὸ ποιοῦν καὶ πάσχον ἢ ἕν τι τῶν στοιχείων ὃ ἕκαστοι τῶν φυσικῶν ἐθεάσαντο. ἄλλαι δὲ γνώσεως ἀρχαὶ αἱ ἄμεσοι καὶ ἀναπόδεικτοι προτάσεις· καὶ ἄλλαι μὲν οὐσίας ἀρχαὶ ὡς τὸ πεπερασμένον καὶ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι ἢ τὸ περιττὸν καὶ τὸ ἄρτιον· πράξεως δὲ ἀρχαὶ ἢ τὸ ποιοῦν ἢ τὸ τέλος”. Τούτων δὲ ἡμῖν ἱστορημένων πρὸς μὲν τὸν Ἀλέξανδρον καὶ πρὸ τούτου πρὸς τὸν Εὔδημον ῥητέον, ὅτι τὸ οὗ ἕνεκα τέλος ὂν καὶ ἀρχὴ ἂν εἴη πάντως καὶ κυριωτέρα τοῦ ποιητικοῦ ἀρχὴ καὶ μάλιστα κατ’ αὐτοὺς τοὺς τὸ ἀκίνητον καὶ πρῶτον αἴτιον τέλος εἶναι λέγοντας τῶν πάντων, ἀλλ’ οὐ ποιητικόν· ὃ καὶ ἀρχὴν τῶν πάντων ὁμολογήσουσιν, εἴπερ τὸ πρώτιστον αὐτὸ τῶν πάντων φασίν· πῶς δὲ στοιχεῖον μόνον τὴν ὕλην φασίν, εἴπερ ἐξ ὕλης καὶ εἴδους οἴονται τὸ σύνθετον; κἂν γάρ τι τελικὸν τὸ εἶδος, ἀλλὰ στοιχειῶδες μᾶλλόν ἐστι.3 πρὸς δὲ τὸν Πορφύριον, ὅτι πρῶτον μέν, ἐξ ὧν καὶ αὐτὸς διεστήσατο, οὐ λέγεται ἰσαχῶς τὸ αἴτιον καὶ ἡ ἀρχή, ἀλλὰ τὸ μὲν αἴτιον πᾶν καὶ ἀρχή, ἡ δὲ ἀρχὴ τοῦ πράγματος οἷον τῆς ὁδοῦ ἢ τοῦ δράματος οὐκ ἂν λέγοιτο αἴτιον· δεύτερον δὲ ὅτι οὐδὲ προεπινοεῖται τοῦ αἰτίου ἡ ἀρχή, εἴπερ τὸ μὲν αἴτιον προυπάρχειν ἀνάγκη τοῦ ἀποτελέσματος, ἡ δὲ ἀρχή, εἴτε ὡς μέρος προηγούμενον εἴτε ὡς στοιχεῖον λαμβάνοιτο, συνυπάρχει τῷ ἀποτελουμένῳ.

亚历山大似乎追随了欧德谟,后者说:“原因有四种说法,而‘元素’则是依质料而言的;因为诸元素看起来是内在存在的,正如口语中的字母一样;同样,青铜也被称为器物经久耐用的原因;此外,运动的发端也被称为原因;我们称此为原理,正如争执是辱骂的原理一样;因此他们把原理和元素称作原因;但为了什么并不接受元素的定义;因为它并不内在存在于结果中,如同健康并不内在存在于散步中,健康看起来也不是散步的原理,而更是其原因;为了什么与形相看起来很接近,且往往是同一的;因此,为了什么最切合于原因。”欧德谟的说法也是如此。然而,如果形相不内在存在于结果中,那是令人惊异的,除非他们所说的形相是指普遍形相。 然而波菲利说道:“他说,[亚里士多德]以一种方式称最初的运动由此产生者为原理;这样的是最初从中发端者,如同道路的第一段;同样,船的龙骨与房屋的地基也是如此;与这一涵义相对立的是终点。在另一种方式下,原理是作为施事者,如同自然事物中的自然与人造物中的技艺;为了什么也是原理,如同竞技中的胜利。在又一种方式下,最初内在存在且某物由此产生者被称为原理,如同房屋的石头与木料作为质料是原理;而形状、结构以及一般的形相也是原理。但亚里士多德仅关注了质料中的形相并将此称为原理,而柏拉图在此之外又构想了分离的形相,从而额外引入了范型原理。因此,根据亚里士多德,原理有四种:要么是作为质料的‘从中产生者’,要么是作为形相的‘依照其自身者’,要么是作为作用者的‘由其产生者’,要么是作为目的的‘因其产生者’。而根据柏拉图,还增加了作为范型的‘向着其产生者’和作为工具的‘经由其产生者’。原理有多少种说法,原因也有多少种说法;二者在载体上是同一的,但在概念上有所不同。因为波菲利说,原理是就其在先而言被构想的,而原因则是就其制作某物并完成其后之物而言被构想的,尽管原因潜能上亦具有始基性,原理潜能上亦具有终极性;因此,原理的概念亦先于原因的概念。然而,尽管原理与原因有如此多种说法,却并非一切都在一切之中:相反,生成的原理是一类,如质料与形相,或作用者与承受者,抑或各个自然哲学家所看到的诸元素之一;认识的原理是另一类,即直接的且不可证明的前提;实体的原理又是一类,如毕达哥拉斯学派所说的有定限者与无定限者,或奇数与偶数;而行动的原理则是作用者或目的。” 在我们记述了这些之后,必须针对亚历山大、并在他之前针对欧德谟指出:为了什么作为目的,必定也是原理,而且是比致动因更为根本的原理,特别是按照那些主张万物的非运动的最初原因是目的而非致动因的人自身而言;既然他们说它是万物中最初的,他们亦会承认它是万物的原理。而且,既然他们认为复合之物由质料与形相构成,又怎能说唯有质料是元素呢?因为即使形相在某种程度上是目的性的,它却更是构成性的。另一方面,针对波菲利则必须指出:首先,即便从他自己所作的区分来看,‘原因’与‘原理’也不是等同言说的,而是一切原因亦是原理,但事物的发端,如道路或戏剧的发端,并不能被称为原因;其次,既然原因必然先于结果而存在,而原理无论是被理解为在先的部分还是被理解为元素,都与被完成之物共存,那么原理在概念上也绝不先于原因。

语法注3 条
  1. 1.1θαυμαστὸν δὲ εἰ μὴ ὑπάρχει τὸ εἶδος ἐν τῷ αἰτιατῷ, εἰ μὴ ἄρα εἶδος τὸ καθόλου λέγουσιν.

    θαυμαστὸν εἰ... 引导跟在评价性形容词之后的条件从句,起名词性从句作用(“若……则是令人惊异的”)。其后的 εἰ μὴ ἄρα 则作为反讽或限制性的插入从句(“除非他们确实是指……”),表达了辛普里丘对欧德谟等人认为形相不内在存在于结果之中的质疑与保留。

  2. 1.1ἕνα μὲν τρόπον ἀρχὴν λέγει, φησίν, ὅθεν ἡ πρώτη κίνησις γίνεται

    这是双重引述结构:在 φησίν([波菲利]说)引述的话语内部嵌入了 λέγει([亚里士多德]称)。关系副词从句 ὅθεν ἡ πρώτη κίνησις γίνεται 在句中充当 λέγει 的实质宾语(ἀρχήν 为宾语补足语)。

  3. 1.1κἂν γάρ τι τελικὸν τὸ εἶδος, ἀλλὰ στοιχειῶδες μᾶλλόν ἐστι.

    κἂν(由 καὶ ἐάν 或 καὶ ἄν 缩略而来)引导让步从句(“即使形相具有某种目的性”),从句中省略了系词(ᾖ 或 ἐστί)。主句由 ἀλλά 引入(用于在让步从句后强化转折性结论),表明“它却更是构成性的(元素性的)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:10.12-11.29