← 辛普里丘

亚里士多德《物理学》注释

§797.26-799.8

生成中的时间与灵魂对现在的界定

辛普里丘批判了将运动与时间设想为齐整步伐或跳跃的观点,援引达马斯基奥斯的论述确认时间仅在生成中具有存在,进而论证时间的分割与现在的界定源于灵魂依靠其自身静止形式所进行的认识论活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#17

” ἐκ δὴ τούτων φανερὸν ὅτι ἐν τοῖς συνεχέσιν οὐ βούλεται ἐνεργείᾳ εἶναι,1 οὐ μέντοι οὐδὲ τὸ ὅλον ἀθροώστερον βῆμα οὐδὲ τὸ τοῦ ὅλου μέρους ἅλμα δοκεῖ μοι λόγον ἔχειν ἐπὶ τῆς κινήσεως ἢ ἐπὶ τοῦ χρόνου λεγόμενον. ἐπὶ μὲν γὰρ τοῦ τόπου, οὗ τὰ μόρια ὑπομένει, δυνατὸν οἶμαι τὴν τοιαύτην σύλληψιν θεωρεῖν, ἐπὶ μέντοι τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων οὐκ ἂν εἴη τι ἀθρόον λαβεῖν, πλὴν εἰ μὴ κατὰ τὴν ἡμετέραν ἐπίνοιαν. τὸ γὰρ ἄθρουν ἐκεῖνο ἀνάγκη μὴ ὡς ῥέον ἀλλ’ ὡς ἑστηκὸς λαβεῖν καὶ μὴ ὡς γινόμενον ἀλλ’ ὡς ὄν. καίτοι τί ἐστι τοιοῦτον ἐν τοῖς τὸ ὂν ἐν τῷ γίνεσθαι ἔχουσιν; ἀλλὰ τούτοις μᾶλλον προσεκτέον ὑπὸ τοῦ φιλοσόφου Δαμασκίου καὶ τοῖς ῥηθεῖσιν αὐταῖς λέξεσι· “τὸ δ’ αὖ ἀεὶ μηδέποτε ὂν συνηγμένον εἰς ἕν, ἐν δὲ τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τοῦτον εἶναι τὸν χρόνον2 ὡς ἡμέραν καὶ νύκτα καὶ μῆνα καὶ ἐνιαυτόν. οὐδὲν γὰρ τούτων ἁθρόον οὐδὲ ὁ ἀγών (καίτοι πάρεστιν ὁ ἀγών, ἀλλὰ κατὰ μέρος ἐπιτελούμενος) οὐδὲ ὄρχησις (καὶ αὕτη γὰρ κατὰ μέρος· ἀλλ’ ὅμως ὀρχεῖσθαι λέγεταί τις ἐνεστῶσαν ὄρχησιν). οὕτω δὴ καὶ τὸν σύμπαντα χρόνον ἐφεστάναι γινόμενον, ἀλλ’ οὐκ ὄντα. καὶ γὰρ τὰ κοινὰ τῶν εἰδῶν ἀΐδια λέγειν ἡμᾶς ὡς ἀεὶ γένη, καὶ ῥέοντα μὲν κατ’ ἀριθμόν, ἑστῶτα δὲ τὰ αὐτὰ κατ’ εἶδος. καὶ τὴν συνέχειαν κατὰ τοῦτο σῴζειν τριχῇ ταύτην διαιρουμένην ὡς πρὸς ἡμᾶς καὶ τὸν καθ’ ἡμᾶς ἐνεστῶτα χρόνον. ἄλλοις γοῦν ἄλλος ὁ ἐνεστώς, ἐπεὶ καθ’ ἑαυτόν γε ὁ χρόνος εἷς συνεχής. τούτων οὖν καλῶς εἰρημένων δυνάμει ῥητέον εἶναι τὴν τοῦ χρόνου διαίρεσιν. καὶ τὸ ἀμερὲς νῦν δυνάμει, τὴν δὲ ἡμετέραν ἐπίνοιαν διαιρεῖν, καὶ τὸ νῦν ὑφιστάνειν τοῦτο ὡς πέρας καὶ τὸ ἀμερές, καὶ συλλαμβάνειν ὡς ἑστηκότα μέτρα τινὰ τοῦ χρόνου, οὐ καθ’ ἓν εἶδος ἀφορίζοντας, οἷον ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς. καίτοι ἡ τῶν εἰδῶν τούτων ἀπόστασις κατέχει μὲν τοῦ εἶναι μεγάλης τινὸς μοίρας, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. κἂν ἀθρόον τις τὸ εἶδος στῆσαι βουληθῇ, οὐκέτι ταὐτὸν τοῦτο ἐν γενέσει λαμβάνει, ἀλλὰ τὸ χωριστὸν καὶ ἐξῃρημένον οὐ κατὰ μέθεξιν ῥέουσαν, ὥσπερ ὁ ποταμὸς ὑφίσταται, τὸ τῇδε. καὶ γὰρ τῶν ποταμῶν ἕκαστόν ἐστιν εἶδος ἑστηκός, ἀφ’ οὗ ὁ ῥέων ποταμὸς ὑφίσταται ἐν ῥοῇ τὸ εἶδος δεχόμενος. καὶ ἂν στήσῃς τὸν ποταμόν, οὐκέτι ὁ ποταμὸς ἔσται. οὕτως οὖν καὶ τὸ ἐνεστὼς καὶ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον κατ’ εἶδος μὲν ἐν τῷ ἑνὶ εἴδει συνείληπται τοῦ χρόνου, ἀνελίττεται δὲ ἐν τῇ γενέσει, τὸ μὲν ἀεὶ προϊὸν εἰς τὸ εἶναι ὑφεστὼς λεγόμενον, τὸ δὲ ἐφθαρμένον παρεληλυθός, τὸ δὲ μήπω ὂν μέλλον. χρόνος δὲ ὁ σύμπας ἐστὶν ἐνδελεχῶς ῥέων ὥσπερ καὶ ἡ κίνησις, κἂν ἀπολαβὼν τὸν ἐνεστῶτα ὡς ἐνεργείᾳ τοῖς νῦν ἑκατέρωθεν περατούμενον ἀθρόον στήσῃ, ἀπολέσας τὸ τοῦ χρόνου εἶδος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, ὥσπερ ἡ κίνησις. οἶμαι3 οὖν τὴν ἀπορίαν γίνεσθαι τῆς ψυχῆς κατὰ τὰ ἐν αὐτῇ ἑστῶτα εἴδη πάντα γινώσκειν ἐπιχειρούσης. οὕτως γοῦν καὶ τὴν κίνησιν ἵστησιν, εἰδητικῶς αὐτὴν καὶ οὐ κατὰ τὴν σύμφυτον αὐτῇ ῥοὴν γινώσκειν ἐπιχειροῦσα. καὶ ὥσπερ τὴν νοητὴν ἕνωσιν διακρίνει μὴ δυναμένη συνελεῖν τὴν ἐκείνης παντότητα, ἀλλ’ ἰδίᾳ μὲν δικαιοσύνην, ἰδίᾳ δὲ σωφροσύνην, ἰδίᾳ δὲ ἐπιστήμην καθορῶσα, καίτοι ἑκάστου τῶν ἐκεῖ παντὸς ὄντος. καὶ συλλογίζεται ὅτι ἀθάνατος ἡ ψυχὴ τρεῖς ὅρους τιθεῖσα, ψυχὴν αὐτοκίνητον ἀθάνατον, καίτοι τῆς ψυχῆς καθὸ ψυχὴ καὶ τὸ αὐτοκίνητον καὶ τὸ ἀθάνατον 〈ἐν〉 ἑαυτῇ ἐχούσης· ὡς οὖν ταῦτα πάσχει πρὸς τὰ νοητὰ καὶ ἡνωμένα τῶν ὄντων διακρίνουσα ἐν ἑαυτῇ τὴν ἐκείνων ἕνωσιν, καὶ τοιαῦτα εἶναι νομίζουσα οἵα τίς ἐστιν ἡ ἐν αὐτῇ περὶ ἐκείνων γνῶσις, οὕτως οἶμαι τῇ στάσει τῶν ἐν αὐτῇ εἰδῶν ἱστάνειν ἐπιχειρεῖ τὸν ποταμὸν τῆς γενέσεως καὶ τρία μέρη χρόνου περιγράφουσα διωρισμένα κατὰ τὸ ἐνεστὼς ἵστησιν, ἀφωρισμένον τι ἀθρόον συλλαμβάνουσα. μέση γὰρ οὖσα τὴν οὐσίαν τῶν τε γινομένων καὶ τῶν ὄντων ἑκάτερα κατὰ τὴν ἑαυτῆς φύσιν νοεῖν ἐπιχειρεῖ, τὰ μὲν διακρίνουσα κατὰ τὸ χεῖρον μὲν ἐκείνων ἑαυτῇ δὲ συμφυέστερον, τὰ δὲ συνάγουσα κατὰ τὸ κρεῖττον μὲν τῆς γενέσεως, ἑαυτῇ δὲ γνωριμώτερον. οὕτω γοῦν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτὸν γινώσκει συναιροῦσα εἰς ἓν εἶδος ἕκαστον καὶ ἀποτομὰς τοῦ ὅλου χρόνου τοῦ ῥέοντος περιγράφουσα.

从这些来看,显然他并不意图在连续之物中[无限]以现实态存在。然而,“更为齐整的整个步伐”或“全体部分的跳跃”这种说法,在我看来用于运动或时间亦不合乎情理。因为在诸部分得以持留的场所中,我想固然可能设想这种一揽子的把握,但在其存在就在于生成之中的事物上,除了依照我们的构想之外,是不可能把握某种齐整之物的。因为必然要将那齐整之物把握为静止而非流动之物,把握为存在者而非生成者。然而在那些存在就在于生成之中的事物里,又有何物是如此的呢?不过倒应更多注意哲学家达马斯基奥斯就这些问题所言以及他原原本本使用的那些词句:“另一方面,那绝非聚合为一,而是在生成中具有存在的,这便是时间,如日、夜、月、年。因为这些之中没有任何一个是齐整聚合的,竞技赛会亦非如此(虽然赛会是现前的,却是分部完成的),舞姿舞蹈亦非如此(因为这亦是分部的,但人们依然说某人正在跳着现前的舞姿)。这样,整个时间亦是生成着现前的,而非[静止地]存在的。事实上,我们亦称诸形式的共同者作为恒常的类是永恒的,在数量上虽在流动,在形式上却作为同一之物而静止。且依照这一点,它们保持着这划分为相对于我们以及相对于我们的现在时间的三个方面的连续性。至少对不同的人而言,现在是不同的,因为时间就其自身而言乃是一而连续的。那么,既然这些话说得很好,就必须说时间的分割乃是在潜能中的。而不可分的‘现在’亦在潜能中,是我们的构想将之分割,并将这‘现在’作为界限和不可分者而确立,且一并把握时间的某些静止的量度,并非依单一形式来界定,如诸日、诸月与诸年。虽然这些形式的离隔占据了存在的一大份额,但它的存在却在生成之中。而且若有人意图将形式作为齐整之物树立起来,他便不再是在生成中把握这同一之物,而是把握那分离与超越之物,而非依照流动的分有——正如河流存立那样——把握那在此之物。因为诸河流中的每一条亦是静止的形式,流动的河流乃是由此存立,在流动中接受形式。而若你令河流静止,它便不再是河流了。因此,现在、过去与未来在形式上虽被总括在时间这单一形式之中,却在生成中展开:那不断走向存在者被称为存立者,已消亡者为过去,尚未存在者为未来。而全部时间如同运动一样是持续流动的,若有人将现在截取为现实态地由两端的诸‘现在’所限定的齐整之物而使之静止,他便毁掉了在生成中具有存在的时间形式,正如在运动的情形中一样。因此我认为,疑难之产生,乃是由于灵魂试图依照其自身之中静止的诸形式去认识一切事物。至少在这一方式下,它亦使运动静止,试图以形式的方式而非依照运动所固有的流动去认识它。正如它因无法一揽子把握可知事物的整全性而区分那可知界的统一,分别省视正义,分别省视节制,分别省视知识,尽管那里的每一事物皆是全体;又如它确立三个项——灵魂、自运者、不死者——以此推论出灵魂是不死的,尽管灵魂只要作为灵魂就自身具有自运性与不死性;因此,正如它面对可知且统一的实在时遭受这些,在自身中区分它们的统一,并认为实在即如自身中关于它们的认识那般;我认为它亦同样依其自身中诸形式的静止,试图使生成的河流静止下来,并划定依据现在而区分的时间的三个部分使之静止,从而一揽子把握某种界定好的齐整之物。因为灵魂在其实体上居于生成之物与实在者之间,试图依照自身的天性去思想二者,对于后者依照逊于它们却更与自身相契合的方式加以区分,对于前者依照优于生成却更容易为自身所认识的方式加以综合。至少以这种方式,它认识日、月、年,将每一个概括入单一形式,并画出整个流动时间的切断之线。”

语法注3 条
  1. 4.142οὐ βούλεται ἐνεργείᾳ εἶναι

    动词 βούλεται 的主语指代前文所引的亚里士多德,而不定词 εἶναι 的主语依据上下文补足为“无限”(τὸ ἄπειρον)。因此整句意为“他在连续之物中并不意图让无限以现实态存在”。

  2. 4.142τοῦτον εἶναι τὸν χρόνον

    达马斯基奥斯引文开头的“对格加不定词”结构。前面的分词短语(τὸ δ’ αὖ ἀεὶ μηδέποτε ὂν συνηγμένον εἰς ἕν, ἐν δὲ τῷ γίνεσθαι τὸ εἶναι ἔχον)充当主语对格,τοῦτον... τὸν χρόνον 则作为表语对格与不定词 εἶναι 结合。

  3. 4.142ὡς οὖν ταῦτα πάσχει ... οὕτως οἶμαι

    由 ὡς 与 οὕτως 构成的长篇对应比较句。ὡς 从句描述了灵魂在认识可知事物时因区分其统一性而产生的认知局限(πάσχει),而主句 οὕτως οἶμαι 进而得出结论:灵魂亦同样因此使生成的流动停滞,并将时间划分为三个部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:797.26-799.8