← 辛普里丘

亚里士多德《物理学》注释

§796.6-797.26

达马斯基奥斯论现在与今之疑难的解决

完成亚里士多德《物理学》第四卷第十章关于时间之实在性与“现在”之诸疑难的引文,并介绍达马斯基奥斯通过将“现在的时间”理解为连续的延展而非不可分的“现在”来试图解决疑难的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#16

τοῦ δὲ χρόνου τὰ μὲν γέγονε, τὰ δὲ μέλλει, ἔστι δὲ οὐδὲν ὄντος μεριστοῦ.1 τὸ δὲ νῦν οὐ μέρος· μετρεῖται γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν· ἔτι δὲ τὸ νῦν, ὃ φαίνεται διορίζειν τὸ παρελθὸν καὶ τὸ μέλλον, πότερον ἓν καὶ ταὐτὸν ἀεὶ διαμένει ἢ ἄλλο καὶ ἄλλο, οὐ ῥᾴδιον ἰδεῖν. εἰ μὲν γὰρ ἀεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δέ ἐστι τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο ἅμα μέρος, καὶ μὴ περιέχει, τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείονος, τό τε νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀεὶ ἀνάγκη τὸ πρότερον. ἐν αὑτῷ μὲν ἐφθάρθαι τὸ νῦν οὐχ οἷόν τε διὰ τὸ εἶναι τότε, 〈ἐν〉 ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται. ἔστω γὰρ ἀδύνατον ἐχόμενα ἀλλήλων εἶναι τὰ νῦν ὥσπερ στιγμὴν στιγμῆς. εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται, ἀλλ’ ἐν ἄλλῳ, ἐν τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη·2 τοῦτο δὲ ἀδύνατον. ἀλλὰ μὴν οὐδὲ τὸ αὐτὸ ἀεὶ διαμένειν δυνατόν· οὐδενὸς γὰρ διαιρετοῦ πεπερασμένου ἓν πέρας ἐστίν, οὔτ’ ἂν ἐφ’ ἓν ᾖ συνεχὲς οὔτ’ ἂν ἐπὶ πλείω. τὸ δὲ νῦν πέρας ἐστί, καὶ χρόνον ἔστι λαβεῖν πεπερασμένον. ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἐν τῷ νῦν, εἰ τὰ πρότερον καὶ ὕστερον γινόμενα ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ εἰς ἔτος γενησόμενα μυριοστὸν τοῖς γινομένοις τήμερον καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.” Ταύτας τοίνυν τὰς ἀπορίας ὁ φιλόσοφος Δαμάσκιος λύειν ἐπιχειρεῖ τὸν ἐνεστῶτα χρόνον οὐ κατὰ τὸ ἀμερὲς νῦν λαμβάνειν ἀξιῶν. πέρας γὰρ χρόνου τὸ τοιοῦτο νῦν καὶ οὐ χρόνος. τοῦ δὲ περατουμένου μὴ ὄντος οὐδ’ ἂν τὸ πέρας ὑφεστήξεται· οὐ μέντοι οὔτε κίνησις οὔτε μεταβολή τις ἐν τῷ τοιούτῳ νῦν φανεῖται. μεριστὸν γάρ τι ἐν ἀμερεῖ πῶς ὑποστήσεται; ἀλλὰ ταῦτα μὲν καὶ αὐτὸς ἂν ὁ ἀπορῶν εἴποι λόγος· “θαυμάζω δὲ ἔγωγε, φησὶν οὕτως καὶ τοῖς ῥήμασι λέγων, πῶς τὸν μὲν Ζήνωνος ἐπιλύονται λόγον, ὡς οὐ κατά τι ἀδιαίρετον τῆς κινήσεως ἐπιτελουμένης, ἀλλὰ καθ’ ὅλον βῆμα προκοπτούσης ἀθροώστερον, καὶ οὐκ ἀεὶ τὸ ἥμισυ πρὸ τοῦ ὅλου, ἀλλὰ ποτὲ καὶ ὅλον καὶ μέρος οἷον ὑπεραλλομένης. οὐ συνενόησαν δὲ οἱ τὸ ἀδιαίρετον μόνον νῦν εἶναι λέγοντες τὸ αὐτὸ καὶ ἐπὶ τοῦ χρόνου συμβαῖνον ἅτε συνόντος ἀεὶ τῇ κινήσει καὶ οἷον συμπαραθέοντος, ὥστε καὶ συμβηματίζοντος ὅλῳ πηδήματι συνεχεῖ καὶ οὐ κατὰ 〈τὸ〉 νῦν διεξιόντος ἐπ’ ἄπειρον, καὶ ταῦτα κινήσεως μὲν οὔσης ἐναργοῦς ἐν τοῖς πράγμασι, τοῦ Ἀριστοτέλους οὕτω δεικνύντος λαμπρῶς, ὅτι οὐδὲν ἐν τῷ νῦν κινεῖται οὐδὲ μεταβάλλεται, ἀλλ’ ἐν τούτῳ μὲν κεκίνηται καὶ μεταβέβληται, μεταβάλλεται δὲ καὶ κινεῖται πάντως ἐν χρόνῳ. τὸ γοῦν ἅλμα τῆς κινήσεως μέρος ὂν κινήσεως τὸ ἐν τῷ κινεῖσθαι, οὐκ ἐν τῷ νῦν ἔσται κινούμενον, οὐδὲ 〈ἐν〉 μὴ ἐνεστῶτι χρόνῳ τό γε ἐνεστώς. ὥστε ἐν ᾧ κίνησις ἡ ἐνεστῶσα, χρόνος οὗτός ἐστιν ὁ ἐνεστὼς ἄπειρος ὢν τῇ διαιρέσει ἀπείρου οὔσης·3 ἑκάτερον γὰρ συνεχές. πᾶν δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν.” ταῦτα εἰπὼν καὶ τὴν Ἀριστοτέλους παρατίθεται ῥῆσιν, ἐν ᾗ τὴν Ζήνωνος ἀπορίαν ἐπιλύεται, ἔχουσαν οὕτως· “αἱ γὰρ αὐταὶ διαιρέσεις ἔσονται τοῦ χρόνου καὶ τοῦ μεγέθους καὶ εἰ ὁποτερονοῦν ἄπειρον, καὶ θάτερον, καὶ ὡς θάτερον, καὶ θάτερον, οἷον εἰ μὲν τοῖς ἐσχάτοις ἄπειρος ὁ χρόνος, καὶ τὸ μῆκος τοῖς ἐσχάτοις, εἰ δὲ τῇ διαιρέσει, τῇ διαιρέσει καὶ τὸ μῆκος, 〈εἰ δὲ ἀμφοῖν ὁ χρόνος, ἀμφοῖν καὶ τὸ μέγεθος〉. διόπερ καὶ ὁ Ζήνωνος λόγος ψεῦδος λαμβάνει τὸ μὴ ἐνδέχεσθαι τὰ ἄπειρα διελθεῖν ἢ ἅψασθαι τῶν ἀπείρων καθ’ ἕκαστον ἐν πεπερασμένῳ χρόνῳ· 〈διχῶς γὰρ λέγεται καὶ ὁ χρόνος καὶ τὸ μῆκος ἄπειρον καὶ ὅλως πᾶν τὸ συνεχές, ἤτοι κατὰ διαίρεσιν ἢ τοῖς ἐσχάτοις. τῶν μὲν οὖν κατὰ τὸ ποσὸν ἀπείρων οὐκ ἐνδέχεται ἅψασθαι ἐν πεπερασμένῳ χρόνῳ〉, τῶν δὲ κατὰ διαίρεσιν ἐνδέχεται. καὶ γὰρ αὐτὸς ὁ χρόνος οὕτως ἄπειρος. ὥστε ἐν τῷ ἀπείρῳ 〈καὶ〉 οὐκ ἐν τῷ πεπερασμένῳ συμβαίνει διιέναι τὸ ἄπειρον καὶ ἅπτεσθαι τῶν ἀπείρων τοῖς ἀπείροις, οὐ τοῖς πεπερασμένοις.

然而在时间中,一部分已然生成,另一部分即将存在,尽管它是可分的,却没有任何东西[现实地]存在。而‘现在’并非部分;因为部分是可计量的,且全体必须由各部分构成,但时间并不被认为是由诸‘现在’构成的。再者,似乎界定着过去与未来的‘现在’,究竟是始终持留为一个且同一之物,还是不断为不同之物,亦不易看清。因为,如果它总是不同又不同的,并且在时间中的事物里,相异的部分只要不是一者包容而另一者被包容(如同较短的时间被较长的时间所[包容]那样),便没有任何东西是同时的,同时曾存在而[现在]不在的‘现在’必然曾在某个时刻消亡,那么诸‘现在’便不能彼此同时存在,而先前的‘现在’必然总是已然消亡。‘现在’要在自身之中消亡是不可能的,因为那时它是存在的;而先前的‘现在’要〈在〉另一个‘现在’之中消亡也是不可能的。因为假定诸‘现在’不可能彼此相接邻,正如点之于点一样。那么,如果它不是在紧接的下一个[‘现在’]中消亡,而是在另一个中[消亡],它就将与居间的无数个‘现在’同时存在;但这却是不可能的。然而,同一[‘现在’]始终持留亦是不可能的;因为对于任何有限的可分之物而言,无论朝一个方向连续还是朝多个方向连续,都没有单一的界限。而‘现在’是界限,且可以取有限的时间。再者,若依照时间同时存在且既非在先亦非在后,乃是指在同一物之中以及在‘现在’之中,那么若在先生成之物与在后生成之物都在这同一个‘现在’之中,则在一万年后将要生成之物就将与今日生成之物同时存在,且没有任何东西比另一物在先或在后了。” 于是,哲学家达马斯基奥斯试图解决这些疑难,他主张不应当依照不可分的‘现在’来把握现在的时间。因为这样的‘现在’乃是时间的界限而非时间。而若被限制之物不存在,界限亦不会自立存在;而且在这样的‘现在’之中,无论运动还是任何变化都不会显现。因为可分之物怎能在不可分者之中自立存在呢?不过这些甚至提出疑难的论据自身亦能讲出来: “在我看来,他说,他原原本本用词句这样说道,我感到惊讶的是,他们何以能解决芝诺的论据——依据运动并非按照某种不可分之物来完成,而是以整个步伐更为齐整地推进,且并不总是在全体之前先[走完]一半,而是有时甚至宛如将全体与部分一并跃过。然而那些主张仅有不可分的‘现在’存在的人,却未能省察到同样的事情亦发生在时间之上,因为时间始终伴随运动,并且宛如与之一同奔跑,从而以连续的整个跳跃与之并步,并非依照‘现在’而贯穿至无限,尽管运动在事物中是昭然若揭的,而且亚里士多德如此明晰地指明,没有任何东西在‘现在’之中运动或变化,而是在这之中已经运动过且已经变化过,但变化与运动无论如何都在时间之中。至少,运动的跳跃作为处于运动之中的运动部分,将不会在‘现在’之中运动,现在之物亦不会在非现在的时间之中[运动]。因此,现在的运动在其中展开的那个东西,便是由于分割是无限的而在分割上亦为无限的现在的时间;因为二者皆是连续的。而凡连续之物皆可无限分割。” 说完这些后,他亦援引了亚里士多德解决芝诺疑难的那段文句,其文如下: “因为时间与大小的分割将是相同的,若二者中无论哪一个为无限,另一者亦然,且一者以何种方式为[无限],另一者亦同样如此:例如,若时间在两端上是无限的,则长度在两端上亦然;若在分割上[是无限的],则长度在分割上亦然;〈若时间在两方面皆是,则大小在两方面亦皆是〉。因此芝诺的论据亦设定了一个虚假前提,即在有限的时间内不可能穿过无限之物或一一接触无限之物。〈因为无论时间还是长度,以及一般来说一切连续之物,皆在两种意义上被称为无限,即要么依照分割,要么在两端上。因此,依照数量而无限的事物固然不可能在有限的时间内接触到〉,但依照分割而[无限者]则是可能的。因为时间自身亦是如此无限的。所以,穿过无限之物以及接触无限之物,乃是发生在无限[的时间]而非有限之中,且是由无限之物而非有限之物[实现的]。”

语法注3 条
  1. 4.142ἔστι δὲ οὐδὲν ὄντος μεριστοῦ

    ὄντος μεριστοῦ 被理解为让步性的独立属格结构(“尽管[时间]是可分的”)。这承接前文的前提,即任何可分之物若存在,其部分必当存在,从而突出了疑难的核心:时间尽管是可分的,其任何部分却都不[现实地]存在。

  2. 4.142ἐν τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη

    ἅμα ἂν εἴη 的主语是前文的“先前的‘现在’”(τὸ πρότερον νῦν),ἅμα 表示“同时存在”。由于任意两个‘现在’之间存在着无数个中介的‘现在’(正如点不能彼此相接一样),若假定先前的‘现在’不是在紧接的下一个而在另一个‘现在’中消亡,就会导致它必须与居间的所有无数个‘现在’并存这一荒谬推论。

  3. 4.142ἄπειρος ὢν τῇ διαιρέσει ἀπείρου οὔσης

    τῇ διαιρέσει 为指定与格(“在分割上”),ἀπείρου οὔσης 为省略主语名词(补出 ἡ διαίρεσις)的原因独立属格结构(“因为分割是无限的”)。这展示了达马斯基奥斯的论证逻辑:现在的时段本身作为连续体,正是因为其可分性是无限的,因而在分割上是无限的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:796.6-797.26