← 辛普里丘

亚里士多德《物理学》注释

§794.21-796.6

时间的双重本性与时间实在性疑难的解决

辛普里丘引用杨布里柯对《蒂迈欧篇》的注疏以确认时间的居间性与双重自然,批判性地梳理普罗克洛等人的超越时间论,并着手解决亚里士多德在开篇提出的关于时间实在性的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#15

ἅμα δὲ περὶ τούτου καὶ περὶ τοῦ ἀπ’ αὐτοῦ ἐνδιδομένου τῷ κόσμῳ ἐν τῷ ι κεφαλαίῳ τάδε γέγραφε· “διὰ δὴ ταῦτα καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως ὁμοιότατος αὐτὸς αὑτῷ κατὰ δύναμίν ἐστι καὶ ὁ χρόνος. καὶ προσέοικε τῷ αἰῶνι καὶ πρὸς ἑαυτὸν ὁμοιότατός ἐστι κατὰ τὸ δυνατὸν διὰ τὴν ἀμερῆ φύσιν, διὰ μιᾶς τε ἐνεργείας ἐνίσταται καὶ πρόεισι κατ’ αὐτὴν καὶ ὁρίζει πάντα τὰ γινόμενα ὡσαύτως, κἂν ᾖ διαφέροντα.” λέγει τοίνυν περὶ τούτων καὶ ἄλλην ἀπόδειξιν τοιαύτην· “τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν, ὁ δὲ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γέγονεν, ὥστε καὶ ὢν καὶ ἐσόμενος.1 ὃ τοίνυν ἐστὶν ὡς παράδειγμα ἐν τῷ νοητῷ, τοῦτο ὡς εἰκών ἐστιν ἐν τῷ γενητῷ. καὶ ὅπερ ἐστὶν ἐκεῖ κατ’ αἰῶνα, τοῦτο ἐνταῦθα κατὰ χρόνον. καὶ τὸ ἐν τῷ νοητῷ κατὰ τὸ εἶναι νῦν ἤδη παρόν, τοῦτο ἐν τοῖς τῇδε κατὰ συνέχειαν διὰ τέλους παραγίνεται. καὶ τὸ ὂν ὡσαύτως τὸ ἐν αὐτῷ γεγονός τε καὶ ὂν καὶ ἐσόμενον κατὰ τοὺς τῇδε τόπους ἐκφαίνεται. καὶ τὸ ἀδιάστατον ἐκεῖ διεστηκὸς ἐνταῦθα καθορᾶται. καὶ νῦν δὴ τοῦ χρόνου γέγονε κατάδηλος ἡ μέση διπλῆ φύσις, μέση μὲν αἰῶνός τε καὶ οὐρανοῦ, διπλῆ δὲ καθόσον συνυφίσταται μὲν πρὸς τὸν κόσμον, συντάττεται δὲ πρὸς τὸν αἰῶνα, καὶ τοῦ μὲν ἡγεῖται, τῷ δὲ ἀφομοιοῦται.” τοιαύτη μέν τίς ἐστιν ἡ τῶν προκειμένων λέξεων τοῦ Τιμαίου σαφήνεια κατὰ τὸν θεῖον Ἰάμβλιχον. Ἀλλὰ καὶ Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος ὁ τῶν ἡμετέρων διδασκάλων καθηγεμὼν περὶ μὲν τοῦ χωριστοῦ χρόνου τὰ αὐτά πως τῷ Ἰαμβλίχῳ φιλοσοφεῖ καὶ οὐ μόνον νοῦν, ἀλλὰ καὶ θεὸν αὐτὸν ἀποδεικνύναι πειρᾶται, ὡς καὶ εἰς αὐτοψίαν ὑπὸ τῶν θεουργῶν κληθῆναι.2 τοῦτον δὲ τὰς μὲν εἴσω μενούσας ἐνεργείας ἀμεταβλήτους ἔχειν φησί, τὰς δὲ εἰς τὸ ἐκτὸς ἀποτεινομένας μεταβαλλομένας. περὶ μέντοι τοῦ μεθεκτοῦ καὶ ἀχωρίστου τῆς γενέσεως χρόνου τὰ αὐτὰ τῷ Ἀριστοτέλει διατάττεται νομίζων τὸν Ἀριστοτέλην κατὰ τὸ νῦν μόνον ὑφεστάναι λέγειν τὸν χρόνον. οἱ δὲ μετὰ Πρόκλον ἕως ἡμῶν σχεδόν τι πάντες οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τῷ Πρόκλῳ κατηκολούθησαν. Ἀσκληπιόδοτον ἐξαιρῶ λόγου τὸν ἄριστον τῶν Πρόκλου μαθητῶν καὶ Δαμάσκιον τὸν ἡμέτερον· ὧν ὁ μὲν δι’ ἄκραν εὐφυΐαν καινοτέροις ἔχαιρε δόγμασιν, ὁ δὲ Δαμάσκιος3 διὰ φιλοπονίαν καὶ τὴν πρὸς τὰ Ἰαμβλίχου συμπάθειαν πολλοῖς οὐκ ὤκνει τῶν Πρόκλου δογμάτων ἐφιστάνειν. ἐμοὶ δὲ πρὸς τὰς εἰρημένας τῶν δύο φιλοσόφων δόξας τοσοῦτον λεγέσθω, ὡς εἰ μὲν4 τὸ αἴτιον τοῦ χρόνου τὸ ἐν νοῖς καὶ θεοῖς ζητοῦντες νοῦν καὶ τοῦτο ἑστῶτα καὶ θεὸν ἔλεγον, ἀνάγκη δέχεσθαι· καὶ γὰρ τῆς κινήσεως καὶ τῆς γενέσεως εἴ τις τὰς πρώτας αἰτίας ζητεῖ, νοῦν πάντως καὶ θεὸν εὑρήσει. καὶ θαυμαστὸν οὐδὲν εἰ καὶ ὀνόμασιν αὐτὸν καλοίη τοῖς αὐτοῖς, ἐπειδὴ πολλαχοῦ τοῦτο τοῖς θεολόγοις ἤρεσεν, ἴσως δὲ καὶ αὐτοῖς τοῖς θεοῖς. εἰ μέντοι τις τὸν συνεγνωσμένον τοῦτον ζητεῖ χρόνον τὸν τῇ κινήσει συνυπάρχοντα, οὔτε ἀκίνητον οὔτε ἅμα ὅλον ὑφεστῶτα οὔτε νοῦν οἶμαι λέγειν δυνατόν, ὥσπερ οὐδὲ τὴν κίνησιν ἀκίνητον οὐδὲ ἅμα ὅλην ὑφεστῶσαν ἔστιν ἐπινοεῖν. Ἀλλ’ ὅπερ ἡμῖν λοιπὸν τῶν περὶ χρόνου προβλημάτων ὑπολέλειπται, τοῦτο νῦν μεταχειριστέον τὰς ἀπορίας τὰς ὑπὸ τοῦ Ἀριστοτέλους ἐν ἀρχῇ ῥηθείσας πρὸς τὴν χρόνου ὑπόστασιν ταύτας διαλῦσαι.5 δῆλον γὰρ ὅτι τούτων μὴ λυθεισῶν καὶ εἰ ἔστιν ὅλως ὁ χρόνος οὐδεὶς βεβαίως πεισθήσεται. σπουδῆς δὲ ἀξία μάλιστά ἐστιν ἡ τῶν ἀποριῶν λύσις, ὅτι καὶ αὐτὸς Ἀριστοτέλης ἐν τοῖς περὶ τόπου λόγοις τὰς ἐν ἀρχῇ ῥηθείσας ἀπορίας ἐπὶ τῷ πέρατι διαλύσας ταύτας ἀλύτους καταλέλοιπε. καὶ τῶν μετ’ αὐτὸν δὲ ἐξηγητῶν οὐδεὶς αὐτῶν οἶμαι τὰς λύσεις παραδέδωκεν οὐδὲ ὁ φιλοπονώτατος τῶν αὐτοῦ ἐξηγητῶν ὁ ἐξ Ἀφροδισιάδος Ἀλέξανδρος. ἵνα δὲ πρόχειρος ἡ τῶν ἠπορημένων ἀνάμνησις γένηται, τὰ τοῦ Ἀριστοτέλους ἡμῖν προκείσθω ῥήματα· “ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τούτων ἄν τις ὑποπτεύσειε. τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν. ἐκ δὲ τούτων καὶ ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται. τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας. πρὸς δὲ τούτοις παντὸς μεριστοῦ, ἄνπερ ᾖ, ἀνάγκη ὅτε ἔστιν [ἀνάγκη] ἢ πάντα τὰ μέρη ἢ ἔνια εἶναι.

同时,关于这一[超越的时间]以及从它给予宇宙的[时间],他在第十章中写下了这些话:“确实由于这些原因,并且依照恒久存在的自然的范型,时间自身按其能力亦最相似于自身。而且它类似于永恒,由于其不可分的自然,在可能范围内最相似于自身;它通过单一的现实活动居于当下,并依此向前展开,同样地规定着所有生成之物,纵使它们彼此有别。”此外,关于这些事他亦陈述了另一条这样的证明:“因为范型固然存立于全部永恒之中,而此[时间]反过来则贯穿全部时间终始生成,从而既曾是、亦是、且将是。因此,凡在可知解者之中作为范型而存在的东西,在受生成者之中便作为摹象而存在。凡在那边依永恒而存在的东西,在这一边便依时间而存在。凡在可知解者之中依存在而‘当下已然’临在的东西,在这一边的事物中便依连续而终始临在。而在它之中同样存在的东西,便依这一边的诸场所显现为曾生成、现存在、并将存在者。而在那边无间距的东西,在这一边被观察为具有间距。而如今,时间的居间且双重的自然已然显明:它居于永恒与天之间,而其双重性在于它一方面与宇宙共同自立,另一方面又与永恒配列在一起,且统率着前者,又被同化于后者。”按照神圣的杨布里柯,提迈欧篇上述文辞的明了性大概就是如此。 但是,来自吕基亚的哲学家普罗克洛,作为我们师长们的宗师,关于超越的时间亦大致依相同的方式与杨布里柯作哲学论述,并试图证明它不仅是理智,而且是神,以至于它甚至被通神术家们召唤至亲见之中。他说,这[超越的时间]其持留在内部的现实活动是不变的,而延展至外部的现实活动则是变化的。然而,关于可分有且不可与生成分离的时间,他主张了与亚里士多德相同的观点,认为亚里士多德所说的是时间仅依‘现在’而自立存在。普罗克洛之后直到我们时代的几乎所有人,不仅在这一问题上,而且在所有其他问题上也追随了普罗克洛。我将普罗克洛弟子中最杰出的阿斯克勒庇奥多托斯以及我们的达马斯基奥斯排除在此说法之外;其中前者因绝顶的天资而喜好较新颖的学说,而达马斯基奥斯则因勤勉勤劳以及对杨布里柯学说的同情,对普罗克洛的许多学说毫不迟疑地予以重新检视。 对于这两位哲学家的上述见解,我只消说这么多:如果他们探究在理智和神祇之中的时间之原因,并称此亦为不动的理智与神,那么势必予以接受;因为如果有人探究运动与生成的最初原因,他必定在各方面都会发现理智与神。而且若有人亦用相同的名称称呼它,丝毫不值得惊讶,因为这在许多地方为神学学者们所喜悦,或许亦为神祇自身所喜悦。然而,如果有人探究这为人公认的、与运动共存的时间,我认为既不可能说它是不动的,亦不可能说它是全体一举自立存在的,更不可能说是理智,正如人们不可能将运动构想为不动的或全体一举自立存在的一样。 但是,关于时间的问题中留给我们的余下任务,如今必须着手进行:去解决由亚里士多德在开篇针对时间的自立存在所提出的那些疑难。因为显而易见,若这些疑难未得解决,对于时间是否根本存在,亦无人能确信不疑。而疑难的解决之所以格外值得全力以赴,是因为亚里士多德自己在关于场所的论述中,在末尾解决了开篇提出的疑难,却把这些[关于时间的疑难]留作未解。而且在他之后的注疏家中,我认为无人传授了其解答,哪怕是他最勤勉的注疏家、来自阿芙洛狄西亚的亚历山大亦未传授。为了使被质疑之事的记忆唾手可得,且让我们摆出亚里士多德的词句:“因此,[时间]或者全然不存在,或者勉强且模糊地存在,人们从以下这些考虑中或许可以起疑。因为时间的一部分已然生成且[现在]不存在,而另一部分即将存在且尚未存在。而无限的时间以及不断被取的时间皆由此构成。但是由非存在者所构成的东西,似乎不可能分有实体。除这些之外,对于一切可分之物而言,若它存在,在其存在时[必然地],或者其全部部分或者其某些部分存在乃是必然的。

语法注5 条
  1. 4.142ὥστε καὶ ὢν καὶ ἐσόμενος

    改写自柏拉图《蒂迈欧篇》38c2–3;引导结果从句的 ὥστε 之后接分词(ὢν, ἐσόμενος),与前文的限定动词 γέγονεν 并列,概括时间“既曾是、亦是、且将是”的存在状态。其主语为 ὁ δὲ [χρόνος]。

  2. 4.142ὡς καὶ εἰς αὐτοψίαν ὑπὸ τῶν θεουργῶν κληθῆναι

    由 ὡς + 不定词(κληθῆναι)构成的结果(或程度)表达。其主语指代被普罗克洛试图论证为神祇的“超越的时间”(以至于它被通神术家召唤以显现于亲见),而非普罗克洛本人,这与下文紧接着讨论该时间的内外现实活动相呼应。

  3. 4.142ὧν ὁ μὲν δι’ ἄκραν εὐφυΐαν καινοτέροις ἔχαιρε δόγμασιν, ὁ δὲ Δαμάσκιος

    ὧν 为部分属格,先行词为前文提及的阿斯克勒庇奥多托斯与达马斯基奥斯二人。通过 ὁ μὲν ... ὁ δὲ Δαμάσκιος 的对偶结构分别陈述两人的不同治学倾向。

  4. 4.142ἐμοὶ δὲ πρὸς τὰς εἰρημένας τῶν δύο φιλοσόφων δόξας τοσοῦτον λεγέσθω, ὡς εἰ μὲν ...

    主句谓语 λεγέσθω 为第三人称单数中被动态命令式,作无人称用法(“对我而言且说这么多”)。τοσοῦτον 作为前指宾语,其具体内容由 ὡς 引导的条件句复合结构(εἰ μὲν ... εἰ μέντοι ...)展开。

  5. 4.142Ἀλλ’ ὅπερ ἡμῖν λοιπὸν τῶν περὶ χρόνου προβλημάτων ὑπολέλειπται, τοῦτο νῦν μεταχειριστέον τὰς ἀπορίας ... ταύτας διαλῦσαι

    全句句法骨架为:关系从句 ὅπερ ... ὑπολέλειπται → 动名词主句 τοῦτο νῦν μεταχειριστέον → 解释性说明同格的不定词 διαλῦσαι。前置的名词短语 τὰς ἀπορίας 作为 διαλῦσαι 的宾语,被其后紧随的复指指示代词 ταύτας 再次呼应强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:794.21-796.6