← 辛普里丘

亚里士多德《物理学》注释

§793.1-794.21

自立的第一时间与被分有的时间

本节引述杨布里柯对《范畴篇》与《蒂迈欧篇》的注疏,阐明了超越于生成并依自身自立的第一时间与在分有者中流动的次生时间的区分,并论证了时间随创造神的整饬而先在于天界周转。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#14

καὶ τὸ γίνεσθαι οὖν τούτοις ὑπάρξει τοῖς ἀεὶ μετέχουσι τοῦ νῦν, ἡ δὲ ἐν τοῖς ἄλλοτε ἄλλως ἔχουσι καθ’ ἓν συνεχὲς ταυτότης τοῦ νῦν ἀμεροῦς ἰδία.” ἔοικε δὴ ἐν τούτοις ἓν μὲν τὸ πρὸ τῶν μετεχόντων νῦν ἀγένητον ὑποτίθεσθαι, ἐκ δὲ τούτου τὰ τοῖς μετέχουσιν ἐνδιδόμενα. ὡς δὲ τὸ νῦν, οὕτω καὶ ὁ χρόνος εἷς μὲν ὁ πρὸ τῶν χρονιζομένων, πολλοὶ δὲ οἱ ἐν τοῖς μετέχουσι γινόμενοι, ἐν οἷς δὴ καὶ ὁ μὲν παρεληλυθώς, ὁ δὲ ἐνεστώς, ὁ δὲ μέλλων. “οὐ κατὰ εὐτρεπισμόν, φησίν, ὥς τινες οἴονται, τῶν ἡμετέρων πράξεων, ἀλλὰ καθ’ ὑπόστασιν χρόνου τὰς ἡμετέρας πράξεις εὖ διατάττοντος. οὐδὲ γὰρ τὸ πρῶτον καὶ δεύτερον, φησίν, τῶν πράξεων οἷόν τε συλλογίζεσθαι μὴ ὑφεστῶτος τοῦ χρόνου καθ’ ἑαυτόν, πρὸς ὃν ἀναφέρεται τὸ τεταγμένον τῶν πράξεων. ὅτι δὲ περιεκτικὸς ὁ χρόνος κατ’ αὐτὸν τῆς ψυχῆς, ἐκείνη δηλώσει ἡ λέξις “εἰκότως ἄρα αἰῶνος εἰκὼν κινητὴ ἀφώρισται ὁ χρόνος, ὡς τῆς ψυχῆς πρὸς τὸν νοῦν ἀπεικασθείσης καὶ τῶν λόγων αὐτῆς πρὸς τὰς νοήσεις ἀφομοιωθέντων, καὶ τοῦ νῦν ἀμεροῦς ἐν αὐτῇ πρὸς τὸ ἐν ἑνὶ μένον καὶ τὸ περιεκτικὸν πάντων τούτου πρὸς τὸ ἐκείνου ἅμα καὶ ἀεὶ τὰ ὄντα ἐν ἑαυτῷ περιέχον καὶ πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ τοῦδε κινούμενον ἀπεικασθὲν1 καὶ πρὸς τὸ μέτρον τῶν οὐσιῶν τὸ τῆς γενέσεως μέτρον ἀποτυπωθέν.” δῆλος οὖν ἐστι τὸν μὲν αἰῶνα τῶν ὄντως ὄντων περιεκτικὸν μέτρον τιθέμενος, τὸν δὲ χρόνον οὐσίαν μὲν αὐτόν, μετροῦσαν δὲ τὴν γένεσιν, πρώτην μὲν τὴν ψυχικήν, ἀπὸ δὲ ταύτης τὴν ἀπ’ αὐτῆς προϊοῦσαν, ἔνθα λοιπὸν κινήσει σύστοιχος καὶ ἀνυπόστατός ἐστιν ὁ χρόνος ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων. βούλεται δὲ οὐ τὸ νῦν ἐνεστηκέναι μόνον, ἀλλὰ καὶ χρόνον μεταξὺ δύο περάτων. προσκείσθω δὲ καὶ τὰ ἀπὸ τῶν εἰς Τίμαιον ὑπομνημάτων. ἐν τοίνυν τῷ ὀγδόῳ βιβλίῳ τῷ Πλάτωνι μάλιστα παρακολουθῶν τὴν πρὸς τὸν αἰῶνα τοῦ χρόνου συνάρτησιν παραδίδωσι. διὸ καὶ περὶ ἐκείνου μάλιστα ποιεῖται τὸν λόγον τοῦ ἐξῃρημένου μὲν ἀπὸ τοῦ κόσμου, πάσης δὲ τῆς ἐν αὐτῷ κινήσεως τὰ μέτρα περιέχοντός τε καὶ χορηγοῦντος, ὃς ἄλλος ἂν εἴη οὗτος παρὰ τὸν ὑπὸ τῶν φυσικῶν ζητούμενον χρόνον. λέγει δὲ καὶ ἐν τῷ ς κεφαλαίῳ ταῦτα· “τὴν δὲ οὐσίαν αὐτοῦ τὴν κατ’ ἐνέργειαν τῇ προϊούσῃ διακοσμήσει καὶ συνταττομένη πρὸς τὰ δημιουργούμενα καὶ ἀχωρίστῳ τῶν ἀποτελουμένων ὑφ’ ἑαυτῆς ὑπαρχούσῃ ταύτῃ συντάττομεν.2 τὸν γὰρ διάκοσμον ἅμα οὐρανὸν ποιεῖν δηλοῖ τοῦτο, ὅτι συντέτακται τῇ διακοσμήσει τῇ ἀπὸ τοῦ δημιουργοῦ προελθούσῃ καὶ ἡ τοῦ χρόνου ὑπόστασις· καὶ δῆτα καὶ αὕτη προηγεῖται τῆς τοῦ οὐρανοῦ περιόδου, ὥσπερ δὴ καὶ ἡ διακοσμοῦσα αὐτὴν διακόσμησις προσεχῶς τε αὐτῆς προτέτακται κατὰ τὰ αὐτὰ ταῖς ἐκείνης ἐπιστασίαις· ὅλην τε καὶ αὐτὴν ἀθρόος συνείληφε διωρισμένοις τισὶ πέρασιν ἅτε διασῴζουσα τὸν λόγον τῆς αἰτίας ἀφ’ ἧς παράγεται. τάξιν μὲν οὖν εἶναι τοῦ χρόνου καὶ ἡμεῖς συγχωροῦμεν οὐ μέντοι τὴν ταττομένην, ἀλλὰ τὴν τάττουσαν, οὐδὲ τὴν ἑπομένην τοῖς προηγουμένοις, ἀλλὰ τὴν ἀρχηγὸν τῶν ἀποτελουμένων καὶ πρεσβυτέραν· οὐδὲ τὴν μεριστῶς κατὰ λόγους ἢ κινήσεις ἢ ἄλλας διωρισμένας δυνάμεις ἀφωρισμένην, ἀλλὰ τὴν παντελῆ καθ’ ὅλας τὰς δημιουργικὰς ἀπογεννήσεις συμπεπληρωμένην. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τῇ τάξει οὐ κατὰ κινήσεων μεταβάσεις οὐδὲ κατὰ ζωῆς ἀνελίξεις οὐδὲ κατὰ κοσμικῶν γενέσεων διεξόδους οὐδὲ κατ’ ἄλλο οὐδὲν τοιοῦτον τιθέμεθα, ἀλλὰ κατ’ αἰτίων προήγησιν καὶ συμπλοκὴν συνεχῆ τῶν ἀπογεννήσεων καὶ πρωτουργὸν ἐνέργειαν καὶ δύναμιν ἐπιτελεστικὴν τῶν κινήσεων καὶ κατὰ τοιαῦτα πάντα ἀφοριζόμεθα. ἔτι τοίνυν οὐ μετὰ τῆς προϊούσης ἀπὸ τῆς ψυχῆς κινήσεως ἢ ζωῆς τὸν χρόνον καὶ ὁμοῦ τὸν οὐρανὸν λέγομεν ἀπογεννᾶσθαι, ἀλλ’ ἀπὸ τῆς προϊούσης ἀπὸ τοῦ δημιουργοῦ νοερᾶς διακοσμήσεως· μετὰ γὰρ ταύτης ὁ χρόνος τε ἐν αὐτῷ συνυπέστη καὶ ὁ κόσμος. καὶ αὐτὸς δὲ ὁ παλαιὸς3 διαρρήδην τὸν θεὸν διακοσμοῦντα καὶ παράγοντα τὸν χρόνον ὁμοῦ καὶ τὸν οὐρανὸν ποιεῖν ἀποφαίνεται. καὶ θείη ἄν τις αὐτὸν εἶναι μέτρον οὔ τοι κατὰ τὸ μετροῦν τὴν φορὰν ἢ τῇ κινήσει μετρούμενον ἢ δηλοῦν τὴν περιφορὰν ἢ δηλούμενον, ἀλλὰ κατὰ τὸ αἴτιον καὶ ἓν ὁμοῦ δὴ πάντων τούτων.” ταῦτα μὲν οὖν περὶ τοῦ ἐξῃρημένου τῆς γενέσεως καὶ καθ’ ἑαυτὸν ὑφεστηκότος γέγραφεν.

因此,生成将属于这些始终分有‘现在’的事物,而处于在不同时刻具有不同状态者之中、依随单一连续整体的同一性,则特属于不可分的‘现在’。” 在这些话中,他(杨布里柯)似乎设定了在分有者之先存在着一个无生成的‘现在’,并由此产生给予分有者们的诸[现在]。正如‘现在’一样,时间亦是如此:在处于时间中的事物之先存在着一个时间,而在分有者之中生成着多数时间,在其中确有过去者、现在者和将来者。“并非如某些人所认为的那样依我们行动的安排,”他(杨布里柯)说,“而是依妥善整饬我们行动的时间之自立存在。因为,若时间本身未自立存在,”他说,“便不可能推断出行动的第一与第二,而行动的秩序井然正是参照它而言的。” 至于依他之见时间包容灵魂,这一文辞将予以表明:“因此,时间理所当然被界定为永恒的流动摹象,这是由于灵魂已被摹拟于理智,其诸内在原则已被同化于理智认知,其内部不可分的‘现在’已被摹拟于持留在单一者之中的东西,而此[时间]包容一切的特性已被摹拟于彼[永恒]同时且始终在自身中包容是者的特性,且此[时间]被推动的特性已被摹拟于彼[永恒]静止的特性,生成的尺度已被铸刻在实体的尺度之上。” 因此显见,他将永恒设定为真正是者的包容性尺度,而将时间设定为实体本身,但度量着生成——首先是灵魂的生成,进而由此度量从灵魂进出的生成;在彼处,时间自此与运动同列,且作为在生成中获得存在的非自立者。而且他所主张的不仅是‘现在’处于当下,处于两界限之间的时间亦处于当下。 亦当附上出自《蒂迈欧篇》注疏的内容。在第八卷中,他极紧密地遵循柏拉图,传授了时间与永恒的联结。因此,他特就那一超越于宇宙、却包容并供给宇宙中一切运动之尺度的[时间]进行论述,这一时间应是不同于自然哲学家们所探究的时间的。而在第六章中他亦如此说:“我们将它依现实活动的实体,与这一向前展开的秩序——即配列于被创造之物且不可分离地与由它自身成就的事物共存的秩序——配列在一起。因为将受整饬的宇宙与天一同造出正表明这一点:时间的自立存在亦已与从创造神向前展开的秩序配列在一起;并且这一[自立存在]确实亦先于天的周转,正如整饬它的秩序自身依其统理的相同方式直接排列在它之前一样;并且这一[秩序]以某些确定的界限一举包含其全体,因为它保全了产生它的原因的理路。 因此,我们亦赞同存在着时间的秩序,然而不是被整饬的秩序,而是整饬者的秩序;亦不是跟随先行者之后的秩序,而是所成就之物的首要且更古老的秩序;亦不是依理路或运动或其他特定潜能被局部划定的秩序,而是依创造神的全部产生物而被圆满填充的整体秩序。至于秩序中的先后,我们并不依运动的推移,不依生命的展开,不依宇宙生成的历程,亦不依任何其他此类事物来设定,而是依原因的先行、产生物的连续交织、原始的活动以及完遂运动的潜能,并依所有此类事物来加以规定。 再者,我们并不说时间与天一同是由灵魂向前展开的运动或生命产生的,而是说它们是由创造神向前展开的理智秩序产生的;因为随同这一[理智秩序],时间与宇宙在他之中共同自立。而那位古人自身亦明确指出,神在整饬并产生时间的同时亦创造了天。人们尽可以设定它是尺度,绝非依度量位移或依被运动所度量而言,亦非依表明周转或被表明而言,而是依作为原因以及这一切之合一者而言。” 这些便是他就超越于生成且依自身自立存在的[时间]所写的论述。

语法注3 条
  1. 4.142καὶ πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ τοῦδε κινούμενον ἀπεικασθὲν

    这是紧接前文 ὡς τῆς ψυχῆς... ἀπεικασθείσης 的分词从属结构的一部分。首个 καί 连接前句,第二个 καί 作副词(“亦”),将“彼[永恒]的静止者”(πρὸς τὸ ἐκείνου ἑστηκός)与“此[时间]的被推动者”(τὸ τοῦδε κινούμενον)相对置,分词 ἀπεικασθέν 与中性受格短语在性数格上保持一致。

  2. 4.142τὴν δὲ οὐσίαν αὐτοῦ τὴν κατ’ ἐνέργειαν τῇ προϊούσῃ διακοσμήσει καὶ συνταττομένη πρὸς τὰ δημιουργούμενα καὶ ἀχωρίστῳ τῶν ἀποτελουμένων ὑφ’ ἑαυτῆς ὑπαρχούσῃ ταύτῃ συντάττομεν

    句子的核心骨架为 τὴν δὲ οὐσίαν αὐτοῦ... συντάττομεν(我们将其实体……配列在一起),其配列对象由与格短语 τῇ προϊούσῃ διακοσμήσει(与向前展开的秩序)引出。传抄本中的阴性单数主格分词 συνταττομένη 与第一人称复数动词主语不一致,通常视为与格 συνταττομένῃ 之讹误,与 διακοσμήσει 以及后文的 ἀχωρίστῳ... ὑπαρχούσῃ ταύτῃ 共同构成修饰成分。

  3. 4.142καὶ αὐτὸς δὲ ὁ παλαιὸς

    结合引述《蒂迈欧篇》注疏的上下文,ὁ παλαιός(那位古人)明确指柏拉图。开头的 καὶ... δέ 意为“并且……亦”,用以引出进一步的权威依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:793.1-794.21