← 辛普里丘

亚里士多德《物理学》注释

§791.19-792.35

灵魂推移的尺度与不可分有的时间

辛普利丘回应了大马士基修斯就普罗提诺时间论提出的异议,论证灵魂的推移性生命本身并非时间而是属于时间的,时间乃是度量灵魂推移的尺度。随后他引述杨布里柯对阿尔库塔斯的阐释,区分了第一的不可分有的时间与存在于分有者之中的流动的时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#13

“διό, φησί, καὶ κινήσεως ἠνέχθησαν εἰς τὸ εἰπεῖν μέτρον ἀντὶ τοῦ εἰπεῖν κινήσει μετρούμενον, εἶτα προσθεῖναι τί ὢν κινήσει μετρεῖται.” προστίθησι δὲ καὶ τοῦτο· “ἆρα οὖν καὶ ἐν ἡμῖν χρόνος; ἢ ἐν ψυχῇ τῇ τοιαύτῃ πάσῃ καὶ ὁμοειδῶς ἐν πᾶσι καὶ αἱ πᾶσαι μία; διὸ οὐ διασπασθήσεται ὁ χρόνος, ἐπεὶ οὐδὲ ὁ αἰὼν ὁ κατ’ ἄλλο ἐν τοῖς ὁμοειδέσι πᾶσιν.” ἐν δὴ τούτοις χρόνον οἴεται τὴν μεταβατικὴν τῆς ψυχῆς ζωήν, ἐπειδὴ καὶ αἰῶνα τὴν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴν ὁμοῦ πᾶσαν καὶ πλήρη ἀδιάστατον πανταχῇ, ὡς εἴρηται πρότερον καὶ ἔοικεν ἐκ τῆς ἀναλογίας ὑπόνοιαν ἔχειν τοιαύτην ὁ Πλωτῖνος. ὡς γὰρ ἐν τῷ νοητῷ μετὰ τὸ πρώτως γινόμενον, ὅπερ καὶ αὐτὸ νοῦν καλεῖ, ἡ νοερὰ ζωή ἐστιν εἰς ταὐτὸν ἰοῦσα τῷ αἰῶνι (διὸ τὸ μετ’ αὐτὴν καὶ ζωὴ καὶ αἰώνιόν ἐστιν), οὕτω καὶ ἐπ’ ἄκρῳ τοῦ γενητοῦ μετὰ τὴν ἀμέριστον οὐσίαν ἡ ψυχικὴ ζωὴ εἰς ταὐτὸν ἔρχεται τῷ χρόνῳ. Ἐφιστάνει δὲ αὐτῷ ὁ Δαμάσκιος ὡς ἀντὶ αἰῶνος τὸν αἰώνιον νοῦν παραδεδωκότι. μήποτε δὲ ἡ περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωή,1 εἴπερ ἡ μετὰ τὸ ὂν εὐθύς ἐστιν, οὐκ ἔστιν ἡ κατὰ τὸν αἰώνιον νοῦν τὸν τρίτον, ἀλλ’ ἡ κατὰ τὸν μέσον, ὃν καὶ αὐτὸν νοῦν καλεῖ ὁ Πλωτῖνος, ὥσπερ καὶ τὸν πρῶτον. ἀλλ’ ἐκεῖνο οἶμαι ἄξιον ἐπιστάσεως, μήποτε κἂν ἐν τοῖς νοητοῖς ἥνωται ἥ τε ζωὴ καὶ ὁ αἰών,2 καὶ ἡμεῖς περὶ τὴν ἐκεῖ ἕνωσιν διαιρούμενοι ποτὲ μὲν ζωὴν ποτὲ δὲ αἰῶνα ποτὲ δὲ ὅλον καὶ μέρη τὴν ἐκεῖ μεσότητα καλοῦμεν, ὡς ἐν Παρμενίδῃ μεμαθήκαμεν, ἀλλ’ ἔν γε τοῖς γενέσεως ἐφαπτομένοις οὐκέτι μένει ἡ ἐν αὐτῇ ἕνωσις εἰς εἰκονικὴν προελθοῦσα φύσιν, κἂν ἔχῃ τι ἔτι τῆς εἰκόνος ἐξῃρημένον καὶ τῆς γενέσεως. ἀλλ’ ἡ μὲν ψυχικὴ ζωὴ τῆς νοερᾶς ἐστιν εἰκών, ὁ δὲ χρόνος τοῦ αἰῶνος, ὡς καὶ ὁ Πλάτων φησίν. οὐκ ἂν οὖν εἴη χρόνος ἁπλῶς ἡ μεταβατικὴ τῆς ψυχῆς ζωή, ἀλλ’ ἔγχρονος, ὥσπερ αἰώνιος ἡ τοῦ νοῦ ἀμετάβατος. καὶ ἔστιν οὗτος πρῶτος χρόνος ὁ τὴν τῆς ψυχῆς μετάβασιν μετρῶν, εἴπερ πρωτίστη μεταβολή ἐστιν ἡ ψυχικὴ καὶ ἀπ’ ἐκείνης αἱ ἄλλαι. καὶ τοῦτο τάχα ἐστίν, οὗ καὶ Ἀριστοτέλης ἐφαψάμενος ἔλεγε μὴ εἶναι χρόνον, εἰ μὴ εἴη ψυχή, διότι μὴ ἔστι τὸ ἀριθμοῦν. ἀρχέσθω μὲν οὖν ἀπὸ τῆς ψυχῆς ὁ χρόνος, ἄλλος δὲ ὢν παρὰ τὴν ψυχὴν καὶ τὰς μεταβολικὰς αὐτῆς μετρῶν ἐνεργείας.3 τὴν γὰρ οὐσίαν καὶ τὰς οὐσιώδεις ἐνεργείας αὐτῆς ἐν μεσότητι τῆς ἀμερίστου καὶ τῆς περὶ τοῖς σώμασι μεριζομένης φύσεως ὑποστάσας μέσον τι μέτρον αἰῶνος καὶ χρόνου συνέξει καὶ μετρήσει κατὰ τὸ δικαιότατον. Μετὰ δὲ τὸν Πλωτῖνον καὶ ὁ Ἰάμβλιχος ἡμῖν ἡκέτω φῶς ἀνάψων καὶ αὐτὸς ταῖς ἡμετέραις νοήσεσι. λέγει οὖν καὶ αὐτὸς περὶ τοῦ πρώτου καὶ ἀμεθέκτου χρόνου ἐν τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι τὴν Ἀρχύτου λέξιν ἐξηγούμενος· οὐδὲ γὰρ ὡς ἡ τοῦ λύχνου φλὸξ οὕτως ἡ τοῦ ἀμεροῦς ἐνέργεια ἀεὶ γίνεται· οὔτε γὰρ αἰσθητὴ αὕτη γε οὔτε ῥέουσα μένει τε ἐν τῷ προϊέναι ἀεί τέ ἐστι καὶ ἀεὶ ἐνεργεῖ καὶ οὐδέποτε γίνεται, προέστηκε δὲ ἐν τῷ ἀκινήτῳ οὖσα ἀγένητος ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν εἴδει καὶ ἄφθαρτος. ἀλλὰ γίνεσθαί φησιν ἀεὶ τὸ νῦν. οἶμαι δὲ αὐτόθεν φαίνεσθαι, ὡς τὸ γινόμενον ποτὲ ἤρξατο γίνεσθαι καὶ οὐκ ἀεὶ γίνεται, καὶ ὅτι τὸ νῦν ἔστι καὶ οὐ γίνεται. εἰ δὲ γίνεται ἐν παρατάσει ἔχον τὸ κινεῖσθαι, οὐ γίνεται ἐν τῷ νῦν. ἠρεμία γὰρ μᾶλλον θεωρεῖται κατὰ τὸ νῦν καὶ οὐ κίνησις. ἀλλὰ συνεχές τί φησι καὶ κινήσεως μέτρον συνεχοῦς, καὶ αἴτιον γεννητικὸν τοῦ χρόνου τὸ ἀμερὲς ὑποληπτέον. ποῦ τοίνυν ὁ ῥέων καὶ γινόμενος χρόνος; ἢ ἐν τοῖς μετέχουσι.4 “γινόμενα γάρ, φησί, ταῦτα ἀεὶ οὐ δύναται τὴν ἐκείνου σταθερὰν οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ ἑαυτῶν πάθημα ἐκείνης καταψεύδεται.

“因此,”他(普罗提诺)说,“他们亦被引向去说‘运动的尺度’,而不是去说‘被运动所度量者’,然后再补充说明作为什么事物它是被运动所度量的。”并且他(普罗提诺)还补充了这一点:“那么时间亦在我们之中吗?抑或它处于每一具有如此性质的灵魂之中,且同类地处于一切之中,而所有这些灵魂乃是一?因此时间将不会被撕裂,正如在另一意义上处于一切同类事物之中的永恒亦不会[被撕裂]一样。”在这些话中,他确实认为时间乃是灵魂的推移性的生命,因为正如先前所述,他亦认为永恒乃是围绕着处于存在中的是者之全体一同、充盈且在各方面皆无间隙的生命;并且普罗提诺似乎是从类比中获得这种看法的。因为正如在理知界中,在最先生成者(他自身亦称之为理智)之后,理知生命与永恒归于同一(因此在它之后者既是生命亦是永恒的),同样在生成界的顶端,在不可分的实体之后,灵魂的生命亦与时间归于同一。 然而大马士基修斯向他提出质疑,认为他用永恒的理智代替了永恒。但或许围绕着处于存在中的是者的生命,若它确实紧接在是者之后,并不是按照第三个即永恒的理智而言的,而是按照中介者而言的,普罗提诺自身正如称呼第一个那样亦称之为理智。但我认为那一问题值得审思:即使在理知事物中生命与永恒是合一的,而我们针对彼处的合一进行划分,有时称彼处的中介为生命,有时称为永恒,有时称为整体与部分,正如我们在《巴曼尼得斯篇》中所学到的那样,可是在触及生成的事物中,其内部的合一已走向摹象的本性,便不再留存,即使它仍然具有某些超越于摹象和生成的性质。相反,灵魂的生命乃是理知生命的摹象,而时间乃是永恒的摹象,正如柏拉图亦言。因此,灵魂的推移性生命并非单纯是时间,而是属于时间的,正如理智的不推移的生命是永恒的一样。而度量灵魂推移的这一个乃是第一时间,如果灵魂的变化确实是最原始的变化且其他变化由之而来。而这或许是亚里士多德亦触及到的,他说若没有灵魂时间便不存在,因为不存在计数者。因此,让时间从灵魂开始吧,但它是不同于灵魂的存在,并且度量着灵魂的变化活动。因为在不可分的本性与在物体周围被分割的本性之中介中建立起来的灵魂实体及其本质性活动,永恒与时间的中介尺度将以最正当的方式维系并度量它们。 在普罗提诺之后,亦让杨布里柯来到我们面前,亲自为我们的思虑点燃明灯。他自己在《范畴篇》的注疏中解释阿尔库塔斯的文辞时,亦谈及第一且不可分有的时间:因为不可分者的活动并不像灯火那样始终处于生成中;因为这一活动既非可感觉的亦非流动的,而是在向前展开中持存,始终存在并始终活动,绝不生成,并且在不动者中以在数上同一的形相作为无生成且不灭者而居于首位。但他(阿尔库塔斯)却说‘现在’始终在生成。但我认为从字面即可显见:生成之物乃是曾经开始生成且并非始终生成,以及‘现在’是存在而非生成。但若它在伸延中具有运动而生成,它就不是在‘现在’中生成;因为静止而非运动才更多地依‘现在’而被观照。然而他(杨布里柯)说,必须将不可分者理解为某种连续者、连续运动的尺度以及时间的生发原因。那么,流动的且生成的时间究竟在何处呢?抑或在分有者之中?“因为,”他(杨布里柯)说,“这些始终生成的事物不能不动地接纳彼者稳定的实体,而是以自身的不同部分在不同时刻接触彼者,便将它们自身的受动伪妄地加之于彼者。”

语法注4 条
  1. 4.142μήποτε δὲ ἡ περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωή

    μήποτε 引导一种审慎的推测或委婉的反问(“难道不是……吗?”“或许并非……吧”)。此处用于反驳或修正大马士基修斯的批评,提出普罗提诺所说的生命或许涉及中介的理智而非第三个理智。

  2. 4.142μήποτε κἂν ἐν τοῖς νοητοῖς ἥνωται ἥ τε ζωὴ καὶ ὁ αἰών

    这是由前文 ἐκεῖνο οἶμαι ἄξιον ἐπιστάσεως 所引出的 μήποτε 疑问从句的骨架。在 μήποτε(“是否……”)之中嵌套了一个让步从句 κἂν ... ἥνωται(“即使……是合一的”),其主要对比核心落在后文的 ἀλλ’ ἔν γε τοῖς γενέσεως ἐφαπτομένοις οὐκέτι μένει...(“然而在触及生成的事物中……便不再留存”)之上。

  3. 4.142ἀρχέσθω μὲν οὖν ἀπὸ τῆς ψυχῆς ὁ χρόνος, ἄλλος δὲ ὢν παρὰ τὴν ψυχὴν καὶ τὰς μεταβολικὰς αὐτῆς μετρῶν ἐνεργείας

    针对第三人称命令语气 ἀρχέσθω,分词短语 ἄλλος ὢν ... καὶ μετρῶν 与主语 ὁ χρόνος 保持一致,充当表语性附加成分,表示限定与界定:“让时间从灵魂开始吧,但作为不同于灵魂的存在且度量着它的活动”。

  4. 4.142ποῦ τοίνυν ὁ ῥέων καὶ γινόμενος χρόνος; ἢ ἐν τοῖς μετέχουσι.

    在疑问词 ποῦ 提出的问题之后,小词 ἤ 引出了自问自答(或试探性的解答):“抑或在分有者之中?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:791.19-792.35