← 辛普里丘

亚里士多德《物理学》注释

§790.4-791.19

斯特拉图的时间定义与作为灵魂生命的时间

辛普利丘探讨了斯特拉图将时间定义为行动中的量之学说及其局限,并通过引证原文介绍了普罗提诺将超越自然的第一时间规定为“灵魂的生命”的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#12

ταχὺ μὲν γὰρ εἶναί φαμεν, ἐν ᾧ τὸ μὲν ποσὸν ἀφ’ οὗ ἤρξατο καὶ εἰς ὃ ἐπαύσατο ὀλίγον, τὸ δὲ γεγονὸς ἐν αὐτῷ πολύ· τὸ βραδὺ δὲ τοὐναντίον, ὅταν ᾖ τὸ μὲν ποσὸν ἐν αὐτῷ πολύ, τὸ δὲ πεπραγμένον ὀλίγον. διό, φησίν, οὐκ ἔστιν ἐν ἠρεμίᾳ τὸ ταχὺ καὶ τὸ βραδύ· πᾶσα γὰρ ἴση ἐστὶ τῷ ἑαυτῆς ποσῷ καὶ οὔτε ἐν ὀλίγῳ τῷ ποσῷ πολλὴ οὔτε ἐν πολλῷ βραχεῖα. διὰ τοῦτο δέ, φησί, καὶ πλείω μὲν εἶναι καὶ ἐλάττω χρόνον λέγομεν, θάττω δὲ καὶ βραδύτερον χρόνον οὐ λέγομεν. πρᾶξις μὲν γὰρ καὶ κίνησίς ἐστι θάττων καὶ βραδυτέρα, τὸ δὲ ποσὸν τὸ ἐν ᾧ ἡ πρᾶξις οὐκ ἔστι θᾶττον καὶ βραδύτερον, ἀλλὰ πλέον καὶ ἔλαττον ὥσπερ καὶ χρόνος. ἡμέρα δὲ καὶ νύξ, φησί, καὶ μὴν καὶ ἐνιαυτὸς οὐκ ἔστι χρόνος οὐδὲ χρόνου μέρη, ἀλλὰ τὰ μὲν ὁ φωτισμὸς καὶ ἡ σκίασις, τὰ δὲ ἡ τῆς σελήνης καὶ τοῦ ἡλίου περίοδος, ἀλλὰ χρόνος ἐστὶ τὸ ποσὸν ἐν ᾧ ταῦτα.” ἀλλ’ εἰ ἕτερον μὲν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ ποσὸν ἐν ᾧ πέπρακται καὶ τοῦτό ἐστιν ὁ χρόνος, ὅτι μὲν ποσόν, εἴρηται, ὁποῖον δὲ ποσόν, ἄδηλον. διὸ οὐδὲ ἔστιν ἀπὸ τούτου ἔννοιαν τοῦ χρόνου λαβεῖν τὸν μὴ προειληφότα. καὶ ὅτι μὲν ἔστι τι ἕτερον ποσὸν παρὰ τὸ τῶν κινήσεων καὶ ἠρεμιῶν ἴδιον, δῆλον, εἴπερ πολλὴν κίνησιν ἐν ὀλίγῳ χρόνῳ γίνεσθαί φαμεν, ὅταν ταχεῖα ᾖ, ὀλίγην δὲ ἐν πολλῷ, ὅταν βραδεῖα· τί δὲ τοῦτό ἐστιν, οὐ διεσάφησεν ὁ λόγος. “διὰ τοῦτο δέ, φησί, πάντα ἐν χρόνῳ εἶναί φαμεν, ὅτι πᾶσι τὸ ποσὸν ἀκολουθεῖ καὶ τοῖς γινομένοις καὶ οὖσι. πολλὰ δὲ κατὰ τὸ ἐναντίον λέγομεν· τὴν γὰρ πόλιν ἐν ταραχῇ εἶναι καὶ τὸν ἄνθρωπον ἐν φόβῳ καὶ ἡδονῇ, ὅτι ταῦτα ἐν ἐκείνοις.1 ταῦτα μὲν οὖν καὶ τὰ τοῦ Στράτωνος ὡς συντόμως ἀπομνημονεῦσαι περὶ χρόνου δοξάσματά τε καὶ ἀπορήματα· καὶ πάντες οἱ εἰρημένοι περὶ τὸν φυσικὸν χρόνον διέτριψαν, κἂν ἐνεδείξαντο τινες αὐτῶν περὶ τοῦ χωριστοῦ καὶ ἐξῃρημένου καὶ ἐν αἰτίας λόγῳ προεστηκότος χρόνου. Ἐν δὲ τοῖς νεωτέροις Πλωτῖνος φαίνεται πρῶτος τὸν πρῶτον ἐκεῖνον ἐπιζητήσας χρόνον· καὶ ζωὴν αὐτόν φησι ψυχῆς ἐν κινήσει μεταβατικῇ ἐξ ἄλλου εἰς ἄλλον βίον οἰκείως τοῦτο τοῖς περὶ τοῦ αἰῶνος αὐτῷ ῥηθεῖσιν ἀποφηνάμενος. αἰῶνα γὰρ λέγει εἶναι τὴν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴν ὁμοῦ πᾶσαν καὶ πλήρη ἀδιάστατον πανταχῇ. κάλλιον δὲ ἴσως αὐτῶν ἀκοῦσαι τῶν νοερῶν τοῦ Πλωτίνου ῥημάτων· “εἰ οὖν χρόνον τις λέγοι ψυχῆς ἐν κινήσει μεταβατικῇ ἐξ ἄλλου εἰς ἄλλον βίον ζωὴν εἶναι, ἆρα ἂν δοκοῖ τι λέγειν; εἰ γὰρ αἰών ἐστι ζωῆς ἐν στάσει καὶ τῷ αὐτῷ καὶ ὡσαύτως καὶ ἄπειρος ἤδη, εἰκόνα δὲ δεῖ τοῦ αἰῶνος τὸν χρόνον, ὥσπερ καὶ τόδε τὸ πᾶν ἔχει πρὸς ἐκεῖνο, εἶναι, ἀντὶ μὲν ζωῆς τῆς ἐκεῖ ἄλλην δεῖ ζωὴν τὴν τῆσδε τῆς δυνάμεως τῆς ψυχῆς ὥσπερ ὁμώνυμον εἶναι λέγειν καὶ ἀντὶ κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κίνησιν,2 ἀντὶ δὲ ταυτότητος καὶ τοῦ ὡσαύτως καὶ μένοντος τὸ μὴ μένον ἐν τῷ αὐτῷ ἄλλο δὲ καὶ ἄλλο ἐνεργοῦν, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸς εἴδωλον τοῦ ἑνὸς τὸ ἐν συνεχείᾳ ἕν, ἀντὶ δὲ ἀπείρου καὶ ὅλου τὸ εἰς ἄπειρον πρὸς τὸ ἐφεξῆς ἀεί, ἀντὶ δὲ ἀθρόου ὅλου τὸ κατὰ μέρος ἐσόμενον καὶ ἀεὶ ἐσόμενον ὅλον. οὕτω γὰρ μιμήσεται τὸ ἤδη ὅλον καὶ ἀθρόον καὶ ἄπειρον ἤδη, εἰ ἐθελήσει ἀεὶ προσκτώμενον εἶναι ἐν τῷ εἶναι· καὶ γὰρ τὸ εἶναι οὕτω τὸ ἐκείνου μιμήσεται. δεῖ δὲ οὐκ ἔξωθεν τῆς ψυχῆς λαμβάνειν τὸν χρόνον, ὥσπερ οὐδὲ τὸν αἰῶνα ἐκεῖ ἔξω τοῦ ὄντος, οὐδὲ αὖ παρακολούθημα οὐδὲ ὕστερον, ὥσπερ οὐδὲ ἐκεῖ, ἀλλ’ ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκεῖ ὁ αἰών.” προστίθησι δὲ καὶ ὅτι οὐχ ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλ’ ἡ κίνησις τὸν χρόνον, εἴπερ ἀφανὴς μὲν ὁ χρόνος ἐστίν, ἐμφανὴς δὲ ἡ κίνησις, ἀπὸ δὲ τῶν φανερῶν γινώσκεται καὶ μετρεῖται τὰ ἀφανῆ. λέγει οὖν ὅτι “τὸ μετρούμενον ὑπὸ τῆς περιφορᾶς (τοῦτο δέ ἐστι τὸ δηλούμενον) ὁ χρόνος ἔσται, οὐ γεννηθεὶς ὑπὸ τῆς περιφορᾶς ἀλλὰ δηλωθείς”.

“因为我们说,那从起点到终点的量较小而在其中生成的事物较多的,是‘迅速’;而‘迟缓’则相反,即当其中的量较大而所做成的事物较少时。因此,”他说,“在静止中不存在迅速与迟缓;因为每一种静止都与其自身的量相等,既不会在较小的量中显得较多,亦不会在较大的量中显得较短促。而且正因如此,”他说,“我们亦说时间较多或较少,却不说时间较快或较慢。因为行动与运动有较快和较慢,但行动处于其中的量却没有较快和较慢,而是正如时间一样只有较多和较少。而白昼与黑夜,”他说,“以及月与年,都不是时间,亦非时间的组成部分,前者乃是照耀与阴翳,后者乃是月亮与太阳的周转,而这些事物处于其中的量才是时间。” 然而,如果所做成的事情是一回事,而它在其中被做成的量是另一回事,且这就是时间,那么它是一种量虽然已被说明,它究竟是何种量却仍不明确。因此,对于未曾预先领会它的人来说,不可能据此获得关于时间的概念。并且,显而易见存在着某种有别于运动与静止各自特有的量,如果我们确实说当运动迅速时在少许时间内发生大量运动,而当运动迟缓时在长久时间内发生少许运动的话;但这一量究竟是什么,该论述并未予以澄清。“而且正因如此,”他(斯特拉图)说,“我们说一切事物都在时间之中,因为量伴随着一切事物,无论对于生成之物还是存在之物皆然。但我们亦依照相反的方式表述许多事物:即说城邦处于骚乱之中,人处于恐惧与快乐之中,这是因为这些[情感与状态]处于彼等之中。” 简略记述斯特拉图关于时间的见解与难题,大体就是这些;而上述所有人研讨的都是自然的时间,尽管他们中的某些人亦曾对那分离的、超越的、以原因之地位居于首位的时间有所暗示。但在后起的哲人中,普罗提诺显见是第一个探求那第一时间的;他宣称时间是“灵魂在从一种生命向另一种生命转换的运动中的生命”,这一论断与他论及永恒时的说法相应。因为他说永恒是“围绕着处于存在中的是者之全体一同、充盈且在各方面皆无间隙的生命”。然而,听一听普罗提诺自己那些理知性的言辞或许更好: “因此,若有人说时间乃是灵魂在从一种生命向另一种生命转换的运动中的生命,他难道会显得是有所见地吗?因为,如果永恒乃是在静止中、在同一者中且以同样方式存在并已然无限的生命的[永恒],而时间必须是永恒的摹象,正如此全宇宙对应于彼处的世界一样,那么我们就必须说:代替彼处的生命,存在着这灵魂能力的另一生命,可谓同名异义者;代替理知运动,存在着灵魂某一部分的运动;代替同一性以及那以同样方式持续者,存在着不停留于同一者而相继产生不同活动者;代替无间隙与一,存在着一的偶像,即在连续性中之一;代替无限与整体,存在着朝向始终相继者而达至无限之物;代替全体一并的整体,存在着按部分生成且将始终是整体之物。因为只有这样,若它决意在存在中始终额外获得存在,它才会模仿那已然是整体、全体一并且已然无限者;因为它的存在亦将以此方式模仿彼者的存在。并且不应当从灵魂之外把握时间,正如在彼处永恒亦不在是者之外一样,亦不应将其视为伴随物或在后之物,正如在彼处亦非如此,而是应将其视为在内部被观照、在内部存在且共存者,正如在彼处的永恒一样。” 并且他(普罗提诺)还补充说,不是时间度量运动,而是运动度量时间,因为时间是隐微的而运动是显著的,隐微之物正是由显明之物被认识与度量的。因此他说:“被天球周转所度量者(此即被昭示者)将是时间,它不是由周转所产生,而是被昭示出来的。”

语法注2 条
  1. 4.142πολλὰ δὲ κατὰ τὸ ἐναντίον λέγομεν· τὴν γὰρ πόλιν ἐν ταραχῇ εἶναι καὶ τὸν ἄνθρωπον ἐν φόβῳ καὶ ἡδονῇ, ὅτι ταῦτα ἐν ἐκείνοις.

    短语 κατὰ τὸ ἐναντίον 指介词 ἐν 所表达的包涵与被包涵关系的日常倒置。斯特拉图以此说明:尽管在实际上骚乱或情感是存在于城邦或人之中(ὅτι ταῦτα ἐν ἐκείνοις),但日常语言却反过来说城邦处于骚乱之中、人处于恐惧之中。他以此解释为何虽然量内在依附于事物,人们却可以说“万物处于时间(即量)之中”。

  2. 4.142ἀντὶ μὲν ζωῆς τῆς ἐκεῖ ἄλλην δεῖ ζωὴν τὴν τῆσδε τῆς δυνάμεως τῆς ψυχῆς ὥσπερ ὁμώνυμον εἶναι λέγειν καὶ ἀντὶ κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κίνησιν

    此处构成了普罗提诺长篇引文(《九章集》III.7.11)中并列对照的基本骨架。整段由 δεῖ... λέγειν 统辖,通过一系列 ἀντὶ μὲν... ἀντὶ δὲ... 将理知界(永恒)的属性与灵魂界(时间)的属性相对置。后续各分句中的宾格成分(τὸ μὴ μένον、εἴδωλον、τὸ εἰς ἄπειρον 等)皆作为并列的宾语或主谓成分统属于 δεῖ... εἶναι λέγειν 之下。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:790.4-791.19