← 辛普里丘

亚里士多德《物理学》注释

§788.24-790.3

阿尔库塔斯的现在与斯特拉图对时间论的批判

辛普利丘阐明了阿尔库塔斯关于“现在”与时间的一致及区分,介绍了拉姆普萨科斯的斯特拉图对亚里士多德时间定义(运动的数目、在时间中存在)的批判并予以反驳,同时引用了斯特拉图将时间定义为行动中之量的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#11

καὶ ὅρα ὅτι ὅταν μὲν ἀμερὲς καὶ ἀνυπόστατον λέγῃ τὸν χρόνον καὶ ὅταν τὸν ἐν τῷ νῦν χρόνον διαφέρειν λέγῃ τοῦ παρῳχημένου, ταὐτὸν λέγει τὸ νῦν τῷ χρόνῳ· ὅταν δὲ πέρας τοῦ παρῳχημένου χρόνου καὶ ἀρχὴν τοῦ μέλλοντος λέγῃ τὸ νῦν, τότε ἕτερον, καὶ ὅταν τὸ μὲν νῦν ἀδιαίρετον λέγῃ, τὸν δὲ χρόνον συνεχῆ, καὶ ὅταν τὸν χρόνον ἀριθμὸν ὁρίζηται· τὸ γὰρ νῦν οὐκ ἂν εἴποι ἀριθμὸν ἀδιαίρετον ὄν· ἔοικεν οὖν καὶ Ἀρχύτας, ὥσπερ καὶ Ἀριστοτέλης τὴν τῶν νῦν συνεχῆ καὶ ἀδιάκοπον ῥοὴν τίθεσθαι τὸν χρόνον καὶ τοῦτον μάλιστα παραδιδόναι τὸν τῇ γενέσει σύστοιχον καὶ κυρίως λεγόμενον χρόνον εἰκόνα ὄντως τοῦ αἰῶνος. Ὁ δέ γε Πλάτων καὶ Ἀριστοτέλης ἣν ἐσχέτην περὶ χρόνου δόξαν, εἴρηται πρότερον. καὶ Θεόφραστος δὲ καὶ Εὔδημος οἱ τοῦ Ἀριστοτέλους ἑταῖροι τὰ αὐτὰ φαίνονται τῷ Ἀριστοτέλει περὶ χρόνου δοξάσαντές τε καὶ διδάξαντες. ὁ μέντοι Λαμψακηνὸς Στράτων αἰτιασάμενος τὸν ὑπ’ Ἀριστοτέλους τε καὶ τῶν Ἀριστοτέλους ἑταίρων ἀποδοθέντα τοῦ χρόνου ὁρισμὸν αὐτὸς καίτοι Θεοφράστου μαθητὴς ὢν τοῦ πάντα σχεδὸν ἀκολουθήσαντος τῷ Ἀριστοτέλει καινοτέραν ἐβάδισεν ὁδόν· ἀριθμὸν μὲν γὰρ κινήσεως εἶναι τὸν χρόνον οὐκ ἀποδέχεται, διότι ὁ μὲν ἀριθμὸς διωρισμένον ποσόν, ἡ δὲ κίνησις καὶ ὁ χρόνος συνεχής, τὸ δὲ συνεχὲς οὐκ ἀριθμητόν· εἰ δέ, ὅτι ἄλλο καὶ ἄλλο τὸ μέρος τῆς κινήσεως καὶ τούτων τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, κατὰ τοῦτο ἔστι τις τῆς κινήσεως ἀριθμός, οὕτω γε ἂν καὶ τὸ μῆκος ἀριθμητὸν εἴη (καὶ γὰρ καὶ τοῦτο ποσὸν ἄλλο καὶ ἄλλο ἐστί) καὶ τῶν ἄλλων τῶν κατὰ συνέχειαν γινομένων, καὶ τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, ὥστε καὶ τοῦ χρόνου εἴη ἂν χρόνου χρόνος.1 ἔτι δὲ ἀριθμοῦ μὲν οὐκ ἔστι γένεσις καὶ φθορά, κἂν τὰ ἀριθμητὰ φθείρηται, ὁ δὲ χρόνος καὶ γίνεται καὶ φθείρεται συνεχῶς. καὶ τοῦ μὲν ἀριθμοῦ ἀναγκαῖον εἶναι πάντα τὰ μέρη (μὴ γὰρ οὐσῶν τῶν τριῶν μονάδων οὐδ’ ἂν ἡ τριὰς εἴη), τοῦ δὲ χρόνου ἀδύνατον. ἔσται γὰρ ὁ πρότερος χρόνος καὶ ὁ ὕστερος ἅμα. ἔτι τὸ αὐτὸ ἔσται μονὰς καὶ νῦν, εἴπερ ὁ χρόνος ἀριθμός. ὁ μὲν γὰρ χρόνος ἐκ τῶν νῦν σύνθετος, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων. καὶ τοῦτο δὲ ἀπορεῖ· τί μᾶλλόν ἐστιν ὁ χρόνος ἀριθμὸς τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου ἢ τοῦ ἐν ἠρεμίᾳ; καὶ γὰρ ἐν ταύτῃ ὁμοίως ἐστὶ τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ τοῦτο μὲν ἐκ τῶν εἰρημένων ἤδη ῥᾴδιον ἐπιλύσασθαι. τῆς γὰρ ἐν γενέσει ῥοῆς, ἥτις κοινὴ καὶ κινήσεώς ἐστι καὶ τῆς ἀντικειμένης αὐτῇ ἠρεμίας, καὶ τοῦ ἐν πᾶσι τοῖς γινομένοις εἶναι μέτρον ὁ χρόνος ὑπὸ τοῦ Ἀριστοτέλους ἐλέγετο. ἀριθμὸν δὲ τὸν χρόνον ἔλεγεν, οὐχ ὅτι ἁπλῶς ἀριθμός (συνεχῆ γὰρ εἶναι δείκνυσι τὸν χρόνον ὥσπερ καὶ τὸ μέγεθος καὶ τὴν κίνησιν), ἀλλ’ ὡς τῷ διορισμῷ τοῦ ἐν τῇ συνεχείᾳ προτέρου καὶ ὑστέρου γνωριζόμενον ὑπὸ τῶν αἰσθέσθαι χρόνου δυναμένων. ὥστε οὐδὲν κινεῖ τῆς Ἀριστοτέλους ἐννοίας τὰ ἀπὸ τοῦ ἀριθμοῦ ἐπιχειρήματα. πρὸς δὲ τὸ ἐν χρόνῳ εἶναι λεγόμενον καλῶς ἐνίστασθαι δοκεῖ· “εἰ γὰρ τοῦτό ἐστι, φησί, τὸ ἐν χρόνῳ εἶναι τὸ ὑπὸ τοῦ χρόνου περιέχεσθαι, οὐθὲν ἂν δῆλον ὅτι τῶν ἀιδίων ἐν χρόνῳ εἴη.” ἀλλ’ ἔοικεν Ἀριστοτέλης τὸ ἐν τῷ παντὶ χρόνῳ ὑφεστὼς αἰώνιον λέγειν, ἀλλ’ οὐκ ἔγχρονον ἅτε οὐ περιεχόμενον χρόνῳ. μήποτε δέ, εἰ ἐν τῷ ἀεὶ γίνεσθαι τὸ εἶναι ἔχει ὁ ἀεὶ χρόνος, καὶ τὸ ἐν χρόνῳ ἀίδιον τοιοῦτόν ἐστιν οἷον ἡ τοῦ οὐρανοῦ κίνησις, ὡς τὸ ἀεὶ κατὰ τὸ ἐπ’ ἄπειρον ἔχειν, ἀληθὲς εἰπεῖν ὅτι πᾶς ὁ λαμβανόμενος χρόνος ὑπὸ χρόνου ἄλλου περιέχεται· καὶ ἄλλα δὲ πολλὰ ἀντειπὼν πρὸς τὴν Ἀριστοτέλους ἀπόδοσιν ὁ Στράτων αὐτὸς τὸν χρόνον τὸ ἐν ταῖς πράξεσι ποσὸν εἶναι τίθεται· “πολὺν γάρ, φησί, χρόνον φαμὲν ἀποδημεῖν καὶ πλεῖν καὶ στρατεύεσθαι καὶ πολεμεῖν καὶ ὀλίγον χρόνον, ὁμοίως δὲ καθῆσθαι καὶ καθεύδειν καὶ μηθὲν πράττειν καὶ πολὺν χρόνον φαμὲν καὶ ὀλίγον· ὧν μέν ἐστι τὸ ποσὸν πολύ, πολὺν χρόνον, ὧν δὲ ὀλίγον,2 ὀλίγον· χρόνος γὰρ τὸ ἐν ἑκάστοις τούτων ποσόν. διὸ καί φασιν οἱ μὲν βραδέως ἥκειν οἱ δὲ ταχέως τὸν αὐτόν, ὡς ἂν ἑκάστοις φαίνηται τὸ ἐν τούτοις ποσόν.

请注意,每当他称时间为“无部分的”与“非自立的”,以及每当他说在现在中的时间与过去的时间不同时,他都是在把“现在”说成与时间同一;而每当他把“现在”称为过去时间的终点和未来时间的起点时,他便把[现在]说成是相异的,每当他说“现在”是不可分的而时间是连续的时亦是如此,每当他将时间定义为数目时亦然;因为既然“现在”是不可分的,他便绝不会称其为数目。因此,阿尔库塔斯似乎亦像亚里士多德一样,将时间设定为诸现在的连续且不间断的流动,并且主要传授了这种与生成相伴随、在严格意义上被称为时间、且确实是永恒之摹象的时间。 至于柏拉图与亚里士多德对于时间持有何种见解,先前已经论及。而亚里士多德的同侪泰奥弗拉斯托斯与欧德谟,在时间问题上显见抱持着并传授着与亚里士多德相同的见解。然而,拉姆普萨科斯的斯特拉图指责了亚里士多德及其同侪所给出的时间定义,他本人尽管是几乎一切都追随亚里士多德的泰奥弗拉斯托斯的弟子,却走上了一条更为新奇的道路:因为他不承认时间是“运动的数目”,理由是数目是离散的量,而运动与时间是连续的,连续者是不可被计数的;而如果由于运动的部分彼此相异且其中一部分在前另一部分在后,就据此认为存在着某种运动的数目,那么长度亦当是可数的了(因为长度亦是相继不同的量),其他依照连续性而生成的事物亦当如此,且一部分在前另一部分在后,以至于对于时间亦将有时间的时间了。再者,即便被计数的事物会毁灭,数目却没有生成与毁灭,而时间则连续地生成与毁灭。并且对于数目而言,其所有部分都必须存在(因为若不存在三个单位,三这一数目亦不可能存在),但对于时间而言这却是不可能的;因为在先的时间与在后的时间就将同时存在了。此外,若时间是数目,则单位与“现在”就将是同一个东西;因为时间由诸现在构成,而数目由诸单位构成。而且他还提出了这一疑难:为何时间更多是运动中先后的数目,而不是静止中先后的数目呢?因为在静止中同样存在着先后。 然而,这一难题根据已说过的论述是容易解决的。因为亚里士多德所说的时间,乃是在生成中之流动的度量——这种流动对于运动及其对立的静止而言是共同的——以及在一切生成之物中之存在的度量。而他称时间为数目,并非因为它是单纯的数目(因为他证明了时间正如大小与运动一样是连续的),而是因为它是由能够感知时间的人通过对连续体中先后的区分而被认识的。因此,出自数目的诸论证丝毫不动摇亚里士多德的见解。另一方面,针对所谓“在时间中存在”的说法,他(斯特拉图)的反驳似乎是合理的:“因为如果这就是,”他说,“在时间中存在,即被时间所包涵,那么显然永恒事物中没有一个是处于时间之中的。”但亚里士多德似乎是将全时间中存立之物称为“永恒的”,而不称其为“在时间中的”,因其不被时间所包涵。然而,若常存的时间其存在在于“始终生成”,而时间中的永恒之物亦是如同天球运动那样、以达至无限的方式拥有其常存性,那么说任何被把握的时间都为另一时间所包涵或许亦是真实的。 斯特拉图在对亚里士多德的表述提出了许多其他反驳之后,他自己将时间设定为“行动中的量”:“因为,”他说,“我们说长久地旅行、航海、从军和作战,亦说短时间地[如此];同样,对于静坐、睡眠和无所作为,我们亦说是长久的时间或短暂的时间;凡是其量多的,就说是长久的时间,凡是其量少的,就说是短暂的时间;因为时间就是这每一事物中的量。因此,因这其中的量对各人所显现的不同,有人说同一个人来得迟缓,另有人则说来得迅速。”

语法注2 条
  1. 4.142ὥστε καὶ τοῦ χρόνου εἴη ἂν χρόνου χρόνος

    在语境中,这是紧随“长度亦将可数,依连续性生成之物亦然”之后的归谬结论。尽管关于χρόνος各格形式的连用在文本校勘上存在讨论,但在句法上应理解为表达荒谬后果的结果从句,即导致“时间的时间”这一无穷倒退。

  2. 4.142ὧν μέν ἐστι τὸ ποσὸν πολύ, πολὺν χρόνον, ὧν δὲ ὀλίγον, ὀλίγον

    承接前文φαμέν(“我们说……长久/短暂的时间”)的省略结构。关系代词ὧν指代前面所提及的各项行动(旅行、航海、睡眠等),谓语部分承前省略了主动词φαμέν,并带表时间持续的宾格短语πολὺν χρόνον与ὀλίγον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:788.24-790.3