- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:787.5-788.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘对比了扬布利柯与达马斯基俄斯对阿尔库塔斯时间定义的解释,指出扬布利柯将其阐发为形式性与灵魂性的时间,而达马斯基俄斯则更为切合字面,将其自然学地解释为运动与静止的持续以及自然事物的连续性。
διὰ δὲ τῆς ἔμπροσθεν ὑπ’ ἐμοῦ παρατεθείσης τοῦ Ἀρχύτου ῥήσεως τὴν εἰς τὸ ἐκτὸς ἐκφαινομένην τοῦ χρόνου ἐνέργειαν δηλοῦσθαί φησιν, οὐ τοίνυν μόνον ἀξιοῦντος ὑφεστηκέναι τοῦ Ἀρχύτου, ἀλλὰ καὶ χρόνον εἶναι προηγούμενον1 ἐν τοῖς οὖσι κατὰ τὴν ἑαυτοῦ τάξιν εὖ διακείμενον, πρὸς ἣν ἀναφέρεται τὸ πρότερον καὶ δεύτερον τῶν ἡμετέρων πράξεων, ὅπερ οὐκ ἂν ἦν μὴ προυφεστῶτος τοῦ χρόνου. τὸ δὲ ἀμερὲς καὶ ἀνυπόστατον ὁ Ἰάμβλιχος ἐπ’ ἄλλου καὶ ἄλλου χρόνου ἀκούειν ἀξιοῖ κατὰ μὲν τὰ εἴδη τῶν λόγων τὰ ἑστῶτα ἐν ἑαυτοῖς τὸ ἀμερὲς ἀφοριζόμενος, κατὰ δὲ τὰς προϊούσας ἀπ’ αὐτῶν κινήσεις, ἐπειδὴ αὗται οὐ διασῴζουσι τὴν ἀμέριστον καὶ ἀκίνητον οὐσίαν, τὸ ἀνυπόστατον. καὶ κατὰ μὲν τὴν μένουσαν ἐν οὐσίαις ἐνέργειαν καὶ τελειότητα τὸ ἀμερές, κατὰ δὲ τὴν ἐξιοῦσαν εἰς γένεσιν ῥοπὴν ἀπὸ τοῦ ὄντος τὸ ἀνυπόστατον, ὅτι τὸ τῆς πρώτης οὐσίας καθαρὸν οὐ διέσωσε. “καὶ ποῦ, φησί, δεῖ νοεῖν τὴν τοῦ χρόνου ῥοήν τε καὶ ἔκστασιν; ἐν τοῖς μετέχουσιν αὐτοῦ φήσομεν. γινόμενα γὰρ ταῦτα ἀεὶ οὐ δύναται τὴν ἐκείνου σταθερὰν οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ ἑαυτῶν πάθημα ἐκείνης καταψεύδεται. καὶ τὸ γίνεσθαι νῦν τούτοις ὑπάρξει τοῖς ἀεὶ μετέχουσι (τοῦ νῦν, ἡ δὲ ἐν τοῖς ἄλλοτε ἄλλως ἔχουσι καθ’ ἓν συνεχὲς ταυτότης)2 τοῦ νῦν ἀμεροῦς ἐστιν ἰδία, καὶ ἀπ’ αὐτοῦ ἐνδίδοται τοῖς ἄλλοτε ἄλλοις γινομένοις. διόπερ καὶ ἡ μὲν κατ’ ἀριθμὸν ἑτερότης ἀεὶ ἀλλοιουμένη τῆς τῶν μετεχόντων ἐστὶ διαφορότητος δεῖγμα, τὸ δὲ εἶδος ταὐτὸ μένον τὴν τοῦ ἀμεροῦς νῦν ἐνδείκνυται ταυτότητα.” οὕτω μὲν οὖν ὁ Ἰάμβλιχος τὸν Ἀρχύταν ἐξηγήσατο καὶ ἄλλα πολλὰ τῇ ἐξηγήσει προσευπορήσας. Ὁ δὲ Δαμάσκιος οἶμαι κἂν χθαμαλώτερον, ἀλλ’ οἰκειότερόν γε πρὸς τὴν Ἀρχύτου λέξιν3 ἀριθμὸν μέν τινος κινήσεως ἀκούει οὐ τῆς ὡς εἴδους καὶ ἀκινήτου, ἀλλὰ τῆς μεταβολικῆς, ὥστε οὐ τῆς ψυχικῆς μόνης, ἀλλὰ πάσης ὁμοίως μεταβολῆς (ἴσως δὲ καὶ ὅτι ἀτόμων ἀεὶ καὶ ἄτομος ἡ μεταβολή, διὰ τοῦτο τινός· τὸ γὰρ καθόλου ἀμετάβλητον), καθόλου δὲ διάστημα τῆς τοῦ παντὸς φύσεως, ὅτι οὐ μόνης κινήσεως ἀλλὰ καὶ ἠρεμίας, ὅπερ καὶ Ἀριστοτέλης καλῶς νοήσας εἶπεν ὅτι “τοῦτό ἐστι” τῇ κινήσει “τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῆς τὸ εἶναι· δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου”. ὥστε καὶ τῆς ἠρεμίας ἡ τοῦ εἶναι διάστασις ὑπὸ τοῦ χρόνου μετρεῖται, ὥσπερ καὶ εἰ τῆς κινήσεως ὁ χρόνος λέγεται, τῆς παρατάσεως λέγεται ταύτης τῆς τοῦ εἶναι τῆς ἐν γενέσει. καὶ ἔοικεν Ἀριστοτέλης τὸ διάστημα τῆς φύσεως εἰς τὴν παράτασιν τοῦ εἶναι τοῦ ἑκάστου μεταλαβεῖν. εἰπὼν οὖν ἀριθμὸν κινήσεως ἐπὶ κοινότερόν τι μετῆλθε τὸ διάστημα τῆς φύσεως τὸ τοῖς γινομένοις οἰκεῖον, ὅπερ καὶ ἐπὶ ἠρεμίας θεωρεῖται καὶ ὅλως πάσης γενητῆς τε καὶ φυσικῆς οὐσίας. διὸ καὶ οὕτως εἶπε ‘καὶ καθόλου τὸ διάστημα τῆς τοῦ παντὸς φύσεως’ ὡς ἐν τοῖς φυσικοῖς μάλιστα θεωρεῖσθαι τὸν χρόνον βουλόμενος. καὶ γὰρ καὶ ἡ ψυχὴ χρόνου μετέχει καθόσον φύσεως καὶ γενέσεως κοινωνεῖ ὥσπερ αἰῶνος, ὅταν εἰς τὸ ὄντως ὂν ἀναδράμῃ. καὶ οἰκειότερον δὲ τῷ χρόνῳ τὸ διάστημά ἐστιν ἤπερ ἀριθμός· οὐ γὰρ ὡς αἱ μονάδες διεστήκασιν ἀλλήλων, οὕτω καὶ τὰ νῦν· οὐ γὰρ παρεμπίπτει τι μεταξὺ τῶν νῦν, ὃ μὴ νῦν ἐστι. διὸ καὶ συνεχὴς ὁ χρόνος ἀλλ’ οὐ διωρισμένος, ὡς ὁ λόγος ὀνόμασι καὶ ῥήμασι καὶ συλλαβαῖς καὶ στοιχείοις καὶ ἡ ἁρμονία τοῖς φθόγγοις. ἐπειδὴ δὲ καὶ ἄλλο διάστημα τὸ μεγεθικὸν ἦν, προσέθηκε ‘τῆς τοῦ παντὸς φύσεως’, φύσιν καλέσας τὴν τοῦ γινομένου ἀπὸ τοῦ ὄντος ἔκφυσιν ἀεὶ γινομένην καὶ ῥέουσαν. καὶ προελθὼν ἔτι σαφέστερον ἐποίησεν, ὅτι οὐ κατὰ μέγεθος ὥρισε τὸ διάστημα, ἀλλὰ κατὰ τὴν τοῦ ἀεὶ συνέχειαν. ‘ἀμερὲς’ δὲ καὶ ‘ἀνυπόστατον’ καλεῖ τὸν χρόνον, διότι κατὰ τὸ νῦν αὐτὸν ὁρᾷ τὸ ἀδιάστατον, ἀνυπόστατον δέ, ὅτι οὐχ ὑπομένει τὸ αὐτὸ τῷ ἀριθμῷ· τοιαύτη γὰρ ἡ φύσις τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων. διὸ καὶ κίνησις καὶ τὸ πρότερον καὶ ὕστερον ἐν τούτοις.
他(扬布利柯)说,通过我前面所引证的阿尔库塔斯的话,表明了时间向外显露的现实活动;因此阿尔库塔斯不仅认为[时间]存立,而且认为在存在物之中有着居先的时间,依据其自身的位阶井然排列,我们诸行动的先后正是与之相关联的——若非时间预先存立,这本是不可能的。至于“无部分的”与“非自立的”,扬布利柯主张应当就不同的时间来理解:依据在自身中持立的诸理路的形式来界定“无部分的”,依据从它们发出的诸运动来界定“非自立的”,因为这些运动不保持那不可分且不动的实体。又依据留驻于诸实体中的现实活动与圆满来界定“无部分的”,依据从存在向生成流出的倾向来界定“非自立的”,因为它未曾保持第一实体的纯全。“那么时间的流动与逸出,”他说道,“应当在何处被构想呢?我们将说:在分有它的事物之中。因为这些始终处于生成之中的事物,无法不动地接受时间稳固的实体,而在不同时刻以自身的不同部分接触它,从而将自身的承受虚妄地加于它之上。而‘在现在生成’将属于这些始终分有(‘现在’的事物,而那在不同时刻处于不同状态的事物中依循单一连续整体的同一性)则是属于无部分的‘现在’所特有的,并由此被赋予在不同时刻变为不同之物的诸生成物。因此,那在数目上始终变异的相异性乃是分有者之差异性的表征,而保持同一的形式则显明了无部分的‘现在’的同一性。”扬布利柯就是这样解释阿尔库塔斯的,并在解释中增补了许多其他见解。 而达马斯基俄斯我认为哪怕更为低卑,但无论如何更切合阿尔库塔斯的字面原意,他将“某种运动的数目”理解为不是指作为形式且不动的运动,而是指变异的运动,因而不仅指灵魂的运动,而是同样指一切变异(或许也因为变异始终属于个别事物且其自身亦是个别的,正因如此才说是‘某种’;因为普遍者是不可变异的);而“全者本性的普遍间隔”,则是因为它不仅是运动的间隔,亦是静止的间隔——亚里士多德亦很好地领会了这一点并说道,对于运动而言,“‘在时间中存在’就是其存在被度量;显然,对于其他事物而言,‘在时间中存在’亦是它们的存在被时间所度量”。因此,静止之存在的延展亦被时间所度量,正如即使时间被称为属于运动的,它亦被称为属于在生成中之存在的这种持续。而且亚里士多德似乎是将“本性的间隔”转译为了“各事物之存在的持续”。因此,[阿尔库塔斯]在说了“运动的数目”之后,便转向了更为普遍的事物,即切合于生成之物的本性间隔,这无论在静止中还是在一切生成且自然的实体中皆可被考察。因此他才这样说‘以及全者本性的普遍间隔’,意在使时间主要在自然事物中被考察。因为灵魂亦是在其分享本性与生成的限度内分有时间,正如当它回溯至真实存在时分有永恒一样。而且“间隔”比起“数目”来更切合于时间;因为诸“现在”并不像诸单位彼此隔开那样[隔开];因为在诸“现在”之间并没有任何不是“现在”的东西介入。因此时间亦是连续的,而非离散的,不像言语由名词、动词、音节和字母所离散,亦不像协调由乐音所离散。又因为还存在着另一类属于大小的间隔,故而他加上了‘全者本性的’,将从存在而出的生成物之始终生成且流动的生发称为‘本性’。随着论述的推进,他更清楚地表明,他并不是按大小来规定间隔,而是按长存的连续性来规定。他称时间为‘无部分的’与‘非自立的’,乃是因为他按照那没有间隔的‘现在’来考察时间而称其为无部分,而因其在数目上不保持同一而称其为非自立;因为在生成中拥有存在之物的本性便是如此。因此运动以及先后亦在这些事物之中。
- 4.142οὐ τοίνυν μόνον ἀξιοῦντος ὑφεστηκέναι τοῦ Ἀρχύτου, ἀλλὰ καὶ χρόνον εἶναι προηγούμενον
短语 οὐ τοίνυν μόνον ἀξιοῦντος ... τοῦ Ἀρχύτου 为属格绝对结构(逻辑主语为阿尔库塔斯)。分词 ἀξιοῦντος 支配不定式 ὑφεστηκέναι(承前文指时间的自立存立)以及与之并列的带不定式的宾格从句 ἀλλὰ καὶ χρόνον εἶναι προηγούμενον。
- 4.142ἡ δὲ ἐν τοῖς ἄλλοτε ἄλλως ἔχουσι καθ’ ἓν συνεχὲς ταυτότης
在底本括号所示的插入结构中,主语为间隔倒装结构 ἡ ... ταυτότης(“同一性”),在句法上与后随的述格属格短语 τοῦ νῦν ἀμεροῦς ἐστιν ἰδία(“是无部分的现在所特有的”)相联系。
- 4.142κἂν χθαμαλώτερον, ἀλλ’ οἰκειότερόν γε πρὸς τὴν Ἀρχύτου λέξιν
κἄν 是 καὶ ἄν [ᾖ] 的紧缩形(“即便……也是”),引导省略系词的让步短语。它与随后的 ἀλλ’ ... γε 相呼应,构成“即便较为低卑,但至少更切合阿尔库塔斯字句”的对照关系。
