← 辛普里丘

亚里士多德《物理学》注释

§785.12-787.5

阿尔库塔斯的时间论与扬布利柯的解释

辛普利丘开始审视前人关于时间的诸种学说,引用了阿尔库塔斯关于时间的不可分‘现在’、连续性与非自立性存在的记述,并进而引述了扬布利柯将时间解释为灵魂运动的数目以及自然内在理路中间隔的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#9

τάχα γὰρ καὶ τοῦ νῦν εἰρημένου χρόνου τινὲς αὐτῶν φανήσονται παραψάμενοι. ὁ μὲν οὖν Πυθαγόρειος Ἀρχύτας, ὃς καὶ πρῶτος ὧν ἀκοῇ ἴσμεν δοκεῖ τὴν οὐσίαν ἀφορίζεσθαι τοῦ χρόνου, τάδε περὶ αὐτοῦ γέγραφεν ἐν τῷ Περὶ τῶ παντὸς λόγῳ· “τὸ δὲ πόκα1 καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς ὄν, λεγόμενον ἅμα καὶ νοούμενον, παρελήλυθε καὶ οὐκ ἔστι παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονε καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκε. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον πέρας μέν ἐστι τοῦ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἡ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος, ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῷ μὲν γὰρ λόγῳ ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῷ ἀριθμῷ ταὶ μονάδες, γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές. τὰ γὰρ μόρια τούτων κοινὰ τμάματα ποιέει διαιρεόμενα. τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατὰ ἐπίπεδον. ἔστιν ὧν καὶ ὁ χρόνος συνεχής. οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος οὐκ ἦν, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλ’ ἀεὶ ἦν καὶ ἐσσεῖται, καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο γινόμενον. καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστακε, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ ἀμυδρῶς καὶ μόλις ἐστίν. οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστι, τὸ δὲ μέλλον οὐδέπω ἐστί, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;”2 Ὁ μέντοι θεῖος Ἰάμβλιχος ἐν τῷ πρώτῳ τῶν εἰς τὰς Κατηγορίας ὑπομνημάτων τὸν Ἀρχύταν ὁρίζεσθαί φησι τὸν χρόνον ὡς ἔστι ‘κινάσιός τις ἀριθμὸς ἢ καὶ καθόλω διάσταμα τᾶς τῶ παντὸς φύσιος’. ἐξηγεῖται δὲ τὸν ὁρισμὸν αὐτός, ὡς κινήσεως μὲν εἴρηταί τινος οὐχὶ μιᾶς τῶν πολλῶν (αἳ γὰρ ἄλλαι χρόνου λελείψονται) οὐδὲ τῆς τῶν πολλῶν κοινότητος (αὕτη γὰρ οὐ μία), ἀλλὰ τῆς τῷ ὄντι μιᾶς καὶ πασῶν τῶν ἄλλων προυπαρχούσης οἷον μονάδος τῶν κινήσεων, ἥ ἐστι πρώτη δικαίως καὶ αἰτία πασῶν ἡ ψυχικὴ κατὰ τὴν προβολὴν τῶν λόγων ἐκφυομένη πρώτη μεταβολή. ταύτης δὴ ἀριθμὸς οὐκ ἐπιγινόμενος οὐδὲ ἔξωθεν, ὡς ὁ Ἀριστοτέλης οἴεται, ἀλλὰ προτεταγμένος αὐτῆς ἐν αἰτίας τάξει καὶ προποδίζων αὐτὴν κατὰ μέτρα τὰ πρόσφορα οὐσία ὢν οὐσιώδη οὖσαν ἐνέργειαν οἷον ἐκμαιευομένη3 τῶν ψυχῆς οὐσιωδῶν λόγων τὰς αὐτοκινήτους προβολάς. “τὸ δὲ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως ὑποληπτέον, φησί, τοὺς ἀρχαίους λέγειν τὸ ἐν τοῖς λόγοις θεωρούμενον συνεχὲς αὐτῶν καὶ εἰς μερισμὸν διιστάμενον. ὃ γὰρ ἐπὶ τῶν ἐν γενέσει μεταβολῶν ἐπιδείκνυσι τούτου τοῦ νῦν παρὰ τὸ πρόσθεν νῦν καὶ ταύτης τῆς κινήσεως παρὰ τὴν πρόσθεν κίνησιν, τοῦτο δὴ πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶν λόγων προϋπάρχον θεωρεῖται, καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου τοῦ συνεχίζοντος τοὺς τῆς φύσεως λόγους. συμφωνεῖ δὲ, φησί, πρὸς τὸ αὐτὸ καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γάρ, ὥσπερ καὶ τοὔνομα δηλοῖ, χορείᾳ τινὶ τοῦ νῦν, οἳ δὲ ταῖς τῆς ψυχῆς περιόδοις, οἳ δὲ τῇ τούτων φυσικῇ χώρᾳ, οἳ δὲ ταῖς ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ἀφωρίσαντο, ἃ πάντα περιείληφεν ἡ Πυθαγόρειος αἵρεσις. καὶ νῦν μέν, φησίν, ὡς δύο τοὺς ὅρους διωρθωσάμεθα ταῖς ἐξηγήσεσι, δεῖ δὲ εἰς ἓν συνελεῖν ἀμφοτέρους τούτους τοὺς λόγους καὶ ὡς συνεχῆ καὶ διωρισμένον ἅμα τὸν χρόνον ποιεῖν, εἰ καὶ συνεχής ἐστι κυριώτερον.” οὕτω μὲν οὖν ὁ Ἰάμβλιχος τὸν ψυχικὸν καὶ τὸν φυσικὸν χρόνον ὑπὸ τοῦ Ἀρχύτου παραδεδόσθαι φησί.

因为他们中的某些人或许亦将显明触及了方才所言及的时间。据我们传闻所知,毕达哥拉斯学派的阿尔库塔斯似乎是第一位界定时间实体之人,他在《论全者》中就时间作了如下记述:“‘何时’与时间总体而言具有无部分性与非自立性为其固有属性。因为‘现在’既然是无部分的,在被言说与被思维的同时,便已逝去而不能留驻。由于它连续不断地生成,在数目上决不能保持为同一,唯独在形式上如此。因为现存的‘现在’时间与未来的时间同先前生成的时间并不相同;其一已经逝去而不再存在,另一者在被思维并现存的同时亦已流逝。于是‘现在’便以这种方式总是相衔接,连续不断地作为接连相继的不同者生成并消灭,但在形式上却保持同一。因为一切无部分且不可分的‘现在’,皆是先前生成之物的终点,又是未来之物的始点,正如一条直线被折弯时,发生弯折的点成为一条线的始点,又是另一条线的终点。时间是连续的,而非离散的,不像数目、言语和协调。因为对于言语而言,音节是其部分,而这些是离散的;协调的音调与数目的单位亦是如此;但线、面与处所则是连续的。因为这些事物的部分在被分割时构成共同的界分。实际上,线按点被切断,平面按线被切断,立体按平面被切断。因此时间亦是连续的。因为未曾有过没有时间的自然,亦未曾有过‘现在’不临在的运动;相反,时间过去常在,将来亦必在,接连生成为相继不同之物的‘现在’决不会停息,它在数目上各异,但在形式上同一。然而它与其他连续之物的不同之处在于:线、面与处所的部分乃是持续存立的,但时间的部分中,已生成的已经消灭,将生成的亦将消灭。因此,时间要么根本不存在,要么微弱而勉强地存在。因为其过去者已不再存在、未来者尚不存在、现在无部分且不可分之物,此物在真实之中又怎能成立呢?” 然而神圣的扬布利柯在《范畴篇》注解第一卷中称,阿尔库塔斯将时间定义为‘运动的某种数目,抑或是全者本性的普遍间隔’。他自己解释这一定义道:所谓‘某种运动的’,既不是指诸运动中的某一个(因为其他运动将缺乏时间),亦非指诸运动的共性(因为共性并非单一的),而是指那真实为一、作为诸运动的单子先于一切运动而存在的运动;这正当是第一运动且为一切运动的原因,即按照内在理路的投射而生发出的最初变异的灵魂运动。这种[运动]的数目,并非如亚里士多德所认为的那样是后生的或来自外部的,而是在原因的位阶上被置于其前,并按照切合的尺度引领其前行;它作为实体,如助产术一般将灵魂之实体性理路的自发运动投射引出为实体性的现实活动。“至于全者本性的普遍间隔,必须理解为,”他说道,“古人所指的是在诸内在理路中所考察的、存在于它们之中并延展至分割的连续性。因为在生成中的诸变化里显明这一个‘现在’不同于先前的‘现在’、显明这一运动不同于先前运动之物,极为先在且更为本原地在全部自然理路的实体中被考察为先在,并且本义地充实了一切时间中最古老者的时间间隔,即维系自然理路之连续性的时间间隔。而且,更古老之人的见解,”他说道,“亦与此同一结论相符。因为有些人正如名称本身所表明的那样,以‘现在’的某种舞步来界定时间;另一些人以灵魂的周期;另一些人以它们的自然场域;还有一些人则以周行回转来界定时间——所有这些皆被毕达哥拉斯学派所涵盖。如今,”他说道,“我们已通过解释修正了这两个定义,但必须将这两种论述统摄为一,使时间同时既是连续的又是离散的,哪怕严格说来它是连续的更为本义。”因此,扬布利柯就是这样论述灵魂时间与自然时间是由阿尔库塔斯传授下来的。

语法注3 条
  1. 4.142τὸ δὲ πόκα

    多利安方言形式 πόκα(相当于雅典方言的 πότε)前加中性定冠词,指代范畴论中的‘何时’范畴。它与后面的 καὶ ὁ χρόνος 并列,将范畴意义上的‘何时’与自然学上的‘时间’一并作为本句的主语。

  2. 4.142οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστι, τὸ δὲ μέλλον οὐδέπω ἐστί, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;

    词条句首的 οὗ 系中性单数属格关系代词。οὗ 作为共同的领属属格统摄三个并列分句(τὸ μὲν... τὸ δὲ... τὸ δὲ...,“其过去……、未来……、现在……之物”),并在句末的反问句 πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν; 中由中性指示代词 τοῦτο 复指,构成相关句式。

  3. 4.142οὐσία ὢν οὐσιώδη οὖσαν ἐνέργειαν οἷον ἐκμαιευομένη

    在承接主语 ἀριθμός 的阳性分词 οὐσία ὢν(作为实体)之后,出现了阴性单数主格分词 ἐκμαιευομένη,此为一处句法难点。这属于被紧邻的阴性名词 οὐσία 牵引,或者将时间的助产功能比作阴性技艺(τέχνη)而产生的句法破格(anacoluthon)。在意义上,它支配 ἐνέργειαν 作为宾语(“如助产一般引出其实体性的现实活动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:785.12-787.5