← 辛普里丘

亚里士多德《物理学》注释

§783.28-785.12

第一时间与自然学所考察时间的区分

辛普里丘区分了时间的常规划分(过去、现在、未来)与中间存在方式,提出了统辖并测度流动延展的超验“第一时间”之构想,指明自然学考察的是被分有的时间而非秘仪所崇敬的超验神明,随后转向对前人时间学说的审视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#8

καὶ εἰ βούλεταί τις χρόνον καλεῖν, οὐδεὶς φθόνος ὀνομάτων, μὴ μέντοι τοῦτο τὸ τοῦ χρόνου σημαινόμενον τὸ σύνηθες τὸ τῷ ἐνεστῶτι καὶ παρεληλυθότι καὶ μέλλοντι διαιρούμενον, ἐφ’ οὗ καὶ ὁ Ἀριστοτέλης καὶ Πλάτων τάττουσι τὸ ὄνομα, ἐπ’ ἐκείνων φερέτω,1 μηδὲ τὸ ἀεὶ μόνον ἐκεῖνο γινωσκέτω τὸ ἅμα ὅλον ὑφεστηκὼς καὶ ἐν ἑνὶ μένον, ἀλλ’ ἰδέτω καὶ τὸ ἐπ’ ἄπειρον ἀεὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ τὰς ἐν μέσῳ τούτων τεταγμένας τοῦ ἀεὶ διαφοράς, ἃς ἀκριβολογούμενός τις οὔτε τῷ αἰῶνι κυρίως προσήκειν οὔτε τῷ χρόνῳ βουλήσεται· μετὰ γὰρ κινήσεως εἶναι πάντως καὶ κινήσεως ὁ χρόνος εἶναί τι δοκεῖ. εἰ δὲ τὸν ῥέοντα τοῦτον χρόνον τὸν τὴν σωματικὴν μετροῦντα κίνησιν τήν τε κατ’ οὐσίαν καὶ τὴν κατὰ τὰς ἄλλας μεταβολάς ὁ ἐν τῇ φύσει λόγος ἀΐδιος τοῦ χρόνου ὁ ἐνουσιωμένος τῇ φύσει οὗτός ἐστιν ὁ παράγων καὶ οὗτός ἐστιν, ὥς φησι, χρόνος ὁ ἀεὶ παρὼν ὅλος καὶ σύμπας, ὁμοίως δὲ καὶ ὁ ἐν τῇ ψυχῇ λόγος τοῦ χρόνου προυπάρχων ἀεὶ κατ’ ἀριθμὸν ὁ αὐτὸς οὗτός ἐστιν ὁ ὅλος χρόνος, ὃν φησιν ἅμα ὅλον ὑφεστάναι, οὐκέτι μοι σκληρὸν τὸ δόγμα δοκεῖ.2 λόγον μὲν γὰρ χρόνου ὥσπερ καὶ κινήσεως ἅμα ὅλον εἶναι καὶ ἐν ψυχῇ καὶ ἐν φύσει, ὡς ἔστιν ἐν ἐκείνοις τὸ ἅμα, οὐδὲν θαυμαστόν. καὶ γὰρ τοῦ σώματος ὁ λόγος προυπάρχει ἀσώματος καὶ ἀδιάστατος, καὶ ἀπ’ ἐκείνου τοῦτο τὸ ἐν διαστάσει, ὅπερ ἀδιάστατον εἶναι ἀδύνατον. οὕτως οὖν καὶ χρόνος καὶ κίνησις ἐν μὲν παραδείγμασι καὶ λόγοις εἰδητικοῖς ἔστω ὅλα ἅμα, ἐν εἰκόσι δὲ καὶ ὑποστάσεσι γενηταῖς ὡς οἶμαι ἀδύνατον. μήποτε δὲ οὐδὲ οἱ φυσικοὶ καὶ ψυχικοὶ λόγοι, εἴπερ τοῦ ὄντως ὄντος καὶ τοῦ ἐν ἑνὶ μένειν ὑπέβησαν, δύνανται τὸ ὅλον ἅμα ἔχειν ὡς ἀκριβῶς εἰπεῖν, ἀλλ’ οὕτως ὡς ἐκείναις προσήκει ταῖς μεσότησιν. ὡς δὲ συνελόντα φάναι ἐν μεθέξει μὲν ὅλον ἅμα χρόνον θεωρεῖν ἀδύνατον εἶναι νομίζω, ἀπὸ δὲ τῆς τοῦ αἰῶνος ἀναλογίας εἰς ἔννοιαν ἦλθον καὶ ἐγὼ τοῦ πρώτου χρόνου τοῦ ὑπὲρ πάντα τὰ ἔγχρονα ὄντος καὶ ταῖς ἑαυτοῦ μεθέξεσιν ἐκεῖνα χρονίζοντος, τουτέστι τὴν τοῦ εἶναι παράτασιν αὐτῶν εὐθετίζοντος καὶ μετροῦντος, καὶ τάξιν ἔχειν ποιοῦντος τὰ τῆς τοιαύτης παρατάσεως μόρια. ὡς γὰρ ὁ αἰὼν πρὸ τῶν αἰωνίων ὑφεστηκὼς μέσος ἐστὶ τῆς τε ἡνωμένης τοῦ ὄντος ὑπεροχῆς καὶ τῆς τοῦ νοῦ διακεκριμένης ὑποβάσεως κατὰ τὸ διακρινόμενον αὐτὸς ὑφεστώς (διὸ καὶ ζωῇ σύστοιχος ὁ αἰών, ἐπειδὴ καὶ αὐτὴ μεταξὺ τοῦ ὄντος οὖσα καὶ τοῦ νοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἡνωμένου καὶ τοῦ διακεκριμένου, κατὰ τὸ διακρινόμενον ὑφέστηκεν), οὕτως οὖν μεταξὺ τοῦ ὄντως ὄντος καὶ τοῦ γινομένου, ταὐτὸν δὲ εἰπεῖν τοῦ ἀκινήτου καὶ κινουμένου, ἤτοι τὸ ἅμα ὅλον ἔχοντος τὸ εἶναι τό τε τῆς οὐσίας καὶ τῆς δυνάμεως καὶ ἐνεργείας * * *, εἶναι δεῖ πάντως3 τὸ τῆς μὲν γενέσεως ἐξῃρημένον προσεχῶς, ὑποβεβηκὸς δὲ τοῦ ὄντος καὶ διὰ τοῦτο μετροῦν καὶ συνέχον καὶ τάττον τὴν παράτασιν τῆς γενέσεως τῇ ἑαυτοῦ μεθέξει. οὐ γὰρ ἡ παράτασίς ἐστιν ὁ μεθεκτὸς χρόνος, ἀλλὰ τὸ μέτρον καὶ ἡ τάξις τῆς παρατάσεως. καὶ εἰ ταῦτα ἀληθῆ λέγω, ὡς ἔχει πρὸς τὴν ζωὴν ὁ αἰὼν ὁ ἀμέθεκτος, οὕτως ἔχει πρὸς ψυχὴν ὁ πρῶτος οὗτος χρόνος. οὔτε δὲ ἡ ζωὴ αἰώνιός ἐστιν (αἰώνιον γὰρ τὸ ὑπὸ αἰῶνος μετρούμενον), ἀλλὰ ἡ αὐτὴ μὲν τῷ αἰῶνι οὐσία, κατ’ ἄλλην δὲ θεωρουμένη ἰδιότητα, οὔτε ἡ ψυχὴ ἔγχρονος ἀλλ’ αὐτόχρονος. πλὴν ὅτι ψυχὴ μὲν κατὰ τὸ ζωοποιόν ἐστι, χρόνος δὲ κατὰ τὸ μετρητικὸν τῆς τοῦ εἶναι παρατάσεως, εἰ μὴ ἄρα ἡ πρόοδος ἐν τούτοις τὰς οὐσίας διέστησεν, ὡς ἄλλην μὲν εἶναι τὴν ψυχήν, ἄλλον δὲ τὸν χρόνον. καὶ γὰρ καὶ ἐκεῖ τριφυὴς ἦν ἡ μεσότης ἐκείνη, ἄλλως μὲν ὡς ζωή, ἄλλως δὲ ὡς αἰών, ἄλλως δὲ ὡς ὁλότης θεωρουμένη, οὐ διῃρημένων ἐκείνων, ἀλλ’ ἡμῶν περὶ τὴν ἡνωμένην ἐκείνων ταυτότητα διαιρουμένων. καὶ δῆλον ὅτι οὗτος ἂν εἴη ὁ χρόνος ὁ ὡς θεὸς ὑπό τε Χαλδαίων καὶ τῆς ἄλλης ἱερᾶς ἁγιστείας τιμηθείς, ἀλλ’ οὐ περὶ τούτου τοῖς φυσικοῖς ὁ λόγος, ἀλλὰ τοῦ ἐν μεθέξει θεωρουμένου. διὸ τούτων μὲν ἅλις ἔστω τῶν λόγων. Τὰς δὲ τῶν προτέρων περὶ τοῦ χρόνου δόξας ἐπισκεψώμεθα.

如果有人愿意将[这些]称作时间,在名称上并无所吝惜,只要他不将这由现在、过去和未来所划分的惯常时间涵义——亚里士多德与柏拉图皆将这名称加于其上——施加于那些事物,亦不唯独将那整个同时存立且留驻于一之中的事物认知为‘常’,而是亦能看到那在生成之中具有存在的朝向无限的‘常’,以及排布于这二者之间的‘常’的种种差异;任何严格论辩之人皆不会愿意将这些差异本义地归属于永恒或时间;因为时间无论如何似乎皆伴随运动而存在,且属于运动之物。 然而,如果生成这测度物体运动(包括实体方面的运动以及其他诸变化的运动)的流动时间之物,乃是自然中那永恒的时间之内在理路,即内实化于自然之中的理路,且正如他所言,此理路正是作为整体且全部常在的时间;同样地,在灵魂中先在的、在数目上常为同一的时间之内在理路,正是他所言整个同时存立的全时间,那么这一学说在我看来便不再显得生硬了。因为时间的内在理路如同运动的理路一样,无论在灵魂中还是在自然中皆整个同时存在(按照‘同时’在那些事物中存在的方式),这丝毫不令人诧异。因为物体的内在理路亦作为无物体且无延展者而先在,而由之产生的这具有延展之物,则不可能没有延展。因此,就让时间与运动在范型和形相的理路中整个同时存在吧,但在影像和受生的存立之中,据我看来是不可能的。或许,即便自然和灵魂的诸内在理路,只要它们脱离了真实存在者和留驻于一之中而有所降格,严格说来亦不可能拥有整个同时,而只能以适合那些中介项的方式[拥有它]。 概括而言,我认为在分有中将时间视为整个同时存在乃是不可能的;然而,凭借与永恒的类比,我自己亦获得了一个关于第一时间的观念:它超越于一切在时间之中之物,并通过自身的分有使那些事物时间化——即整饬并测度它们存在的延展,并使这种延展的部分获得秩序。正如永恒在诸永恒之物之前存立,居于存在的统摄性超越与智性的区分性降格之中间,它自身按照被区分者而存立(因此永恒亦与生命同列,因为生命自身亦居于存在与智性之间,即居于统合者与被区分者之间,并按照被区分者存立);同样地,在真实存在者与生成者之间——即在不动者与运动者之间,或者在其实体、潜能与现实的存在整个同时拥有者与[不如此者之间]* * *——必然完全存在着某物,它切近地超脱于生成,却又从存在降格而来,并因此通过对其自身的分有而测度、维系和整饬生成的延展。因为可分有的时间并非延展本身,而是延展的尺度与秩序。若我所言属实,则不被分有的永恒之于生命,正如这第一时间之于灵魂。生命既非永恒的(因为永恒的乃是由永恒所测度之物),而是与永恒同一的实体,只是按照另一特质被考察;灵魂亦非处于时间之中,而是自时间者。只是灵魂乃按照赐予生命而言,而时间则按照对存在延展的测度而言——除非在此类事物中,进程已使实体彼此分离,致使灵魂是一物,而时间是另一物。因为在彼处,那中介项亦具有三重本性,一则被考察为生命,一则被考察为永恒,一则被考察为整体,并非彼等事物有所分割,而是我们在针对它们统合的同一性做出区分。显而易见,这正应是迦勒底人及其他神圣秘仪作为神明所尊崇的时间;但自然哲学家们的论述并非关于此时间,而是关于在分有中所考察的时间。因此,对于这些讨论便到此为止吧。让我们来审视前人关于时间的诸种见解。

语法注3 条
  1. 4.142μὴ μέντοι τοῦτο τὸ τοῦ χρόνου σημαινόμενον ... ἐπ’ ἐκείνων φερέτω

    由 μὴ μέντοι 引导的第三人称命令式(φερέτω, γινωσκέτω)之禁止与要求句构。宾语 τὸ τοῦ χρόνου σημαινόμενον τὸ σύνηθες 与其支配动词 φερέτω 之间插入了较长的关系从句(ἐφ’ οὗ καὶ ὁ Ἀριστοτέλης καὶ Πλάτων τάττουσι τὸ ὄνομα),构成了远距离分隔(hyperbaton)。

  2. 4.142εἰ δὲ τὸν ῥέοντα τοῦτον χρόνον ... οὐκέτι μοι σκληρὸν τὸ δόγμα δοκεῖ

    结构宏大的条件句。条件从句由 εἰ δὲ 引导,宾语性质的短语 τὸν ῥέοντα τοῦτον χρόνον 置于句首,后接主语短语 ὁ ἐν τῇ φύσει λόγος ἀΐδιος ... οὗτός ἐστιν ὁ παράγων 以及与之并列的 ὁ ἐν τῇ ψυχῇ λόγος ... οὗτός ἐστιν ὁ ὅλος χρόνος。主句归结于 οὐκέτι μοι σκληρὸν τὸ δόγμα δοκεῖ。

  3. 4.142τό τε τῆς οὐσίας καὶ τῆς δυνάμεως καὶ ἐνεργείας * * *, εἶναι δεῖ πάντως

    底本中标注脱文(lacuna)之处。作为前文“在不动者与运动者之间”的同义转述,此处原本承接“其实体、潜能与现实的存在整个同时拥有者与[不如此者之间]”之对比,随后引出主句 εἶναι δεῖ πάντως τὸ ...。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:783.28-785.12