- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:782.9-783.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用亚里士多德关于无限与‘常’的论述反驳达马斯基奥斯的质疑,并通过在存在与生成的两极之间确立灵魂性与物体性的中介,调和了柏拉图与亚里士多德的学说分歧。
” ἔτι δὲ σαφέστερον τὸ ἐπ’ ἄπειρον τοῦτο ἀεὶ παρέστησεν εἰπών· “συμβαίνει δὲ τοὐναντίον ἄπειρον εἶναι ἢ ὡς λέγουσιν. οὐ γὰρ οὗ μηδὲν ἔξω ἐστίν, ἀλλ’ οὗ ἀεί τι ἔξω ἐστί, τοῦτο ἄπειρον.” δοκεῖ δὲ ὡς ἄτοπον ἐπάγειν τῷ λόγῳ τὸ τοιοῦτον ἀεὶ μηδέποτε εἶναι σύμπαν, μηδὲ εἶναι ἀεὶ τὸ ἀεί.1 καίτοι τί ἂν ἄτοπον εἴη ἐπὶ τοῦ τοιούτου ἀεὶ τοῦ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντος; καὶ ἄλλο δὲ ἄτοπόν φησι τὸ τὸν μέν τινα καὶ ἐλάχιστον χρόνον ὑφίστασθαι, τὸν δὲ σύμπαντα μηδέποτε. καίτοι ἀτοπώτερον καὶ ἀδυνατώτερον ἂν εἴη τὸ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα ἅμα ὅλα ὑφεστάναι. ὅλως δέ φησιν, εἰ τὸ ἀεὶ “μὴ ἔστιν ὄνομα κενόν, ἀδύνατον τὸ ἀεὶ πρᾶγμα μὴ εἶναι ἀεί· δηλοῖ γὰρ τὸ ἀΐδιον· ἀΐδιον δέ ἐστιν, ὃ ἀδύνατον ποτὲ μὴ εἶναι ἢ μηδέποτε εἶναι. καὶ ὅπερ οὐκ ἐνδέχεται μὴ εἶναι, καὶ ἀναγκαῖον εἶναι”. καὶ οὗτος δὲ ὁ λόγος δοκεῖ μοι σοφίζεσθαι τὸ ἀεὶ ὂν ἀντὶ τοῦ ἀεὶ γινομένου λαβών. οὐδὲ γὰρ τὸ ἀεὶ ὂν οὕτως ὡς ἀεὶ γίνεσθαι ὄνομα κενόν ἐστιν, ἀλλ’ ἔστιν ἐν ὑποστάσει οὕτως ὡς ἀεὶ γινόμενον. ἔστι γάρ τι τοῦ εἶναι καὶ τοιοῦτον σημαινόμενον, καθόσον μέτεστί πῃ καὶ τῇ γενέσει τοῦ ὄντος. καὶ γὰρ ἡ ὄρχησις ἔστιν, ὅταν γίνηται, καὶ ὀρχεῖσθαι λέγομεν τὸν ὀρχηστήν, ἀλλ’ οὐχ ὡς ἅμα ὅλης οὔσης τῆς ὀρχήσεως, ἀλλ’ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης. ἐφεξῆς δὲ ἔοικε καὶ ἐν τοῖς γενητοῖς εἶναι τὸ ἀεὶ τοῦτο βουλόμενος τὸ ἑστὼς καὶ κατ’ ἀριθμὸν τὸ αὐτό, ὅπερ ἄν τις θαυμάσειεν. “εἰ, γάρ, τὸ ἀεὶ μὴ ἔστι, φησίν, ἢ ἔστι μὴ ἀεί, οὐδὲν ἔσται τῶν γενητῶν ἀίδιον, ὥστε οὔτε οὐρανὸς ἀεὶ οὔτε κόσμος κατ’ ἀριθμὸν ὁ αὐτός, ἀλλὰ ῥευσεῖται πάντα τοῦ ἀεὶ ἐν ῥοῇ ὄντος οὔτε δὴ ὄντος οὔτε γινομένου· τὸ γὰρ ποτὲ ἑκάστοτε γενήσεται καὶ οὐ τὸ ἀεί.” εἰ τοίνυν τὸ ἀεὶ τοῦ γενητοῦ οὐρανοῦ καὶ κόσμου ὡς ἑστηκὸς ἀξιοῖ θεωρεῖν καὶ ὡς ἅμα ὅλον ὄν, λεγέτω, τί τοῦ ὄντως ὄντος καὶ αἰωνίου διοίσει τὸ γενητόν. Ἀλλ’ ἔοικεν ἡ πανταχοῦ διὰ μεσότητος πρόοδος αἰτία εἶναι τοῦ καὶ αὐτὸν καλῶς ἐρωτᾶν, πῶς οὐρανὸς καὶ κόσμος κατ’ ἀριθμὸν ὁ αὐτὸς ἔσται, ἐὰν ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχῃ, καὶ ἐμὲ πάλιν ἀντερωτᾶν, εἰ γενητὸς ὢν ὁ οὐρανὸς καὶ ὁ σωματικὸς ὅδε κόσμος τὸ ἀεὶ ἑστηκὸς ἔχει καὶ ἅμα ὅλον ὑφεστηκός, πῶς τοῦ αἰωνίου καὶ ὄντως ὄντος διοίσει τὸ τοιοῦτον γενητόν. δυοῖν γὰρ ὄντων ἄκρων ὡς οἶμαι τοῦ ἀεὶ σημαινομένων2 τοῦ τε κυρίως αἰωνίου καὶ ὄντως ὄντος καὶ ἅμα ὅλου ὑφεστηκότος καὶ τοῦ κατ’ οὐσίαν ῥέοντος καὶ ἄλλοτε ἄλλο τῷ ἀριθμῷ κατ’ οὐσίαν τὸ γινόμενον ἔχοντος, ὡς ἥ τε κίνησις τῶν οὐρανίων ἐναργῶς ὁρᾶται καὶ εἴδη πάντα τὰ ὑπὸ σελήνην (τὸ γὰρ ἀνθρώπειον εἶδος ἐν ἄλλοις καὶ ἄλλοις ἀεὶ θεωρεῖται ἀτόμοις τοῖς γινομένοις καὶ φθειρομένοις), τούτων οὖν τῶν ἄκρων δύο μεσότητές εἰσιν ἥ τε ψυχικὴ καὶ ἡ φυσικὴ ἅμα καὶ σωματική, πρὸς μὲν τοῦ ὄντως ὄντος ἡ ψυχική, πρὸς δὲ τοῦ μόνως γινομένου ἡ τῶν ἀϊδίων σωμάτων φυσικὴ σύστασις· ὧν ἡ μὲν ψυχική, κἂν ἐξέβη τῆς αἰωνίου συναιρέσεως καὶ τῆς ἀμερίστου τελέως ὑποστάσεως, ἀλλ’ οὐχ ὑπέβη3 πρὸς τὸ τελέως μεριστὸν οὔτε κατ’ οὐσίαν οὔτε κατὰ τὴν τοῦ εἶναι παράτασιν. διόπερ καὶ ὁ Πλάτων καὶ ὁ Ἀριστοτέλης εἰς δύο διελόντες τὰ μέτρα τῆς τοῦ εἶναι παρατάσεως εἰς αἰῶνα καὶ χρόνον, ὁ μὲν Πλάτων ἄμφω τὰς μεσότητας ἐν χρόνῳ δοκεῖ τεθεικέναι περὶ μὲν τῆς ψυχῆς εἰπὼν ὅτι “ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον”, περὶ δὲ τοῦ ὅλου οὐρανοῦ ἤτοι κόσμου ὅτι χρόνος μετ’ οὐρανοῦ γέγονεν· ὁ δὲ Ἀριστοτέλης ἐν αἰῶνι μᾶλλον ἄμφω τέθεικε τὸν χρόνον τοῖς ἐναργῶς ἀεὶ γινομένοις καὶ φθειρομένοις ἀποδούς· ἀκριβεῖ δὲ λόγῳ μέσα ἂν εἴη τῶν μέσων τὰ μέτρα καὶ ἄλλοις ὀνόμασι σύμμετρα. καὶ τὸ ἀεὶ τοίνυν τό τε τῆς ψυχικῆς οὐσίας καὶ τὸ τῆς οὐρανίας καὶ τῆς κοσμικῆς ὁλότητος οὔτε ὅλον ἅμα νοητέον ὡς τὸ κυρίως αἰώνιον οὔτε γινόμενον καὶ φθειρόμενον οὕτως ὡς τὸ τῶν ὑπὸ σελήνην, ἀλλ’ ὥσπερ αἱ οὐσίαι μέσην ἔχουσι φύσιν, οὕτως καὶ ἡ τοῦ εἶναι παράτασις αὐτῶν καὶ τὰ μέτρα τῆς τοῦ εἶναι παρατάσεως.
”〔亚里士多德〕又通过说以下的话,更清楚地阐明了这一无限的‘常’:“无限的结果恰恰与他们所说的相反。因为无限并非其外无物者,而是其外总有某物者,这才是无限。” 然而[达马斯基奥斯]似乎把这样一种‘常’绝非作为整体而存在、且‘常’并非总是存在这一点,作为荒谬之谈引入了论证。然而,对于这种在生成之中具有存在的‘常’而言,这又何荒谬之有?此外他又说,某一极微小的时间能够存立、而全时间却绝不存立,这也是荒谬的。然而,让那些在生成之中具有存在的事物整个同时存立,岂非更为荒谬且更不可能?总括而言,他说如果‘常’“不是一个空洞的名称,那么常在之物不可能不常在;因为这表明了永恒之物;而永恒之物就是不可能有时不在或绝不在之物。凡不可能不在者,亦必然存在”。 但在我看来,这一论证亦是在弄巧辩,它取常在之物代替了常生成之物。因为按照常生成的方式常在的事物也并非空洞的名称,而是按常生成的方式处于存立之中。因为存在亦有这样一种含义,只要生成亦在某种程度上分有存在。确实,舞蹈在它发生时是存在的,我们说舞者在跳舞,并不是把舞蹈视为整个同时存在,而是视为在生成之中具有存在。 接下来,他似乎希望这留驻且在数目上保持同一的‘常’亦存在于受生之物中,这着实令人诧异。他说:“因为如果‘常’不存在,或者存在却非恒常,那么受生之物中就没有任何东西是恒常的,以致无论天还是宇宙在数目上都不是恒常同一的,反而万物皆将流逝,因为‘常’处于流动之中,从而既不存在亦不生成;因为每次生成的将是‘有时’而非‘常’。”既然如此,如果他主张把受生的天与宇宙的‘常’视为留驻的、且视为整个同时存在的,那么就请他说清楚,受生之物与真实存在者及永恒者究竟有何区别。 其实,无处不在的经由中介的进程,似乎一方面是他自己合理地发问(即:如果天与宇宙在生成与消灭中具有存在,它们如何在数目上保持同一?)的原因;另一方面也是我反过来质问(即:如果天和这一物体性的宇宙虽为受生之物,却拥有留驻且整个同时存立的‘常’,那么这样的受生之物又如何不同于永恒者和真实存在者?)的原因。 因为据我看来,‘常’的含义有两个极端:一者是本义上的永恒者、真实存在者且整个同时存立者;另一者是在实体上流动的、且在实体上生成之物在数目上常各不相同者(正如天体的运动显而易见的那样,月下的所有形相亦是如此,因为人的形相总是在一个又一个生成和消灭的个体中被观察到)。在这两个极端之间,存在着两个中介:灵魂性的中介,以及兼具自然性与物体性的中介;靠近真实存在者的是灵魂性的中介,而靠近单纯生成者的是永恒物体的自然构成。在它们之中,灵魂性的中介即便脱离了永恒的聚敛和完全不可分的存立,但在实体上和存在的延展上,皆未降格为完全可分之物。正因如此,柏拉图与亚里士多德在将存在的延展的量度划分为永恒与时间这两者时,柏拉图似乎把两个中介都置于时间之中,关于灵魂他说“它开始了历经全时间的无休止且明智的生命”,关于整个天即宇宙他说“时间是与天一同生成的”;而亚里士多德则宁可将两者都置于永恒之中,把时间归于那些显而易见地常处于生成与消灭之中的事物。但严格说来,中介的量度应当是中介性的,且与其他的名称相应。因此,灵魂实体的‘常’,以及天与宇宙整体性的‘常’,既不可理解为如同本义上的永恒者那样整个同时存在,亦不可理解为如同月下事物那样生成与消灭;而是正如诸实体拥有中介性的本性一样,它们存在的延展以及它们存在延展的量度亦是如此。
- 4.142δοκεῖ δὲ ὡς ἄτοπον ἐπάγειν τῷ λόγῳ τὸ τοιοῦτον ἀεὶ μηδέποτε εἶναι σύμπαν, μηδὲ εἶναι ἀεὶ τὸ ἀεί
此处并非无人称结构,而是以前文提及的达马斯基奥斯为主语:“他似乎把……作为荒谬之谈引入了论证”。带冠词不定式短语 τὸ τοιοῦτον ἀεὶ μηδέποτε εἶναι σύμπαν... 作 ἐπάγειν 的直接宾语,ὡς ἄτοπον 则作其宾语补足语。
- 4.142δυοῖν γὰρ ὄντων ἄκρων ὡς οἶμαι τοῦ ἀεὶ σημαινομένων
属格独立结构 δυοῖν γὰρ ὄντων ἄκρων... σημαινομένων 后面接有详述两个极端的长篇同格属格短语(τοῦ τε κυρίως αἰωνίου... καὶ τοῦ κατ’ οὐσίαν ῥέοντος...),随后通过 τούτων οὖν τῶν ἄκρων 总结并复指,进而引出主句 δύο μεσότητές εἰσιν,构成倒装与远隔承接结构。
- 4.142ὧν ἡ μὲν ψυχική, κἂν ἐξέβη τῆς αἰωνίου συναιρέσεως καὶ τῆς ἀμερίστου τελέως ὑποστάσεως, ἀλλ’ οὐχ ὑπέβη
关系代词 ὧν 是表示部分性的属格,指代前文提到的两个中介(δύο μεσότητες)。κἂν ἐξέβη 带直陈式过去时构成让步从句(“即使……脱离了”),随后的 ἀλλ’ 则引导主句(“然而……并未降格”),这是 ἀλλά 与让步小辞相呼应的典型用法。
