- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:780.25-782.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束引述达马斯基奥斯关于全时间与流动时间的论述后,辛普利丘讨论了时间与永恒的区别,以及第五实体的恒常性与第一原因的永恒性之差异,并引用《物理学》第三卷关于无限的学说进行了批判性审视。
τοῦ γὰρ ἀεὶ μετασχοῦσα ἡ τοῦ οὐρανοῦ οὐσία γέγονεν ἀίδιος κατ’ αὐτὸ τὸ ἀεί, ταὐτὸν δὲ εἰπεῖν τὸν σύμπαντα χρόνον οὐσιωθεῖσα.1 ὁ ἄρα τῷ ὅλῳ καὶ ἀϊδίῳ χρόνος ὁμοφυὴς καὶ ὁμόγονος εἴτε ἀπὸ ψυχῆς ἀρχόμενος εἴτε ἀπὸ τῆς ἑαυτοῦ φύσεως * * *. τοῦτο μὲν γὰρ εἰς ὕστερον οὐ ῥέων οὐδὲ ῥέοντι συνὼν ὁ σύμπας τῷ ὄντι χρόνος ἐστίν, ἀφ’ οὗ ὁ ῥέων κατὰ μέρος ἐκμηρύεται· καὶ διὰ τοῦτον οὐ παύεται γινόμενος καίτοι ἑκάστοτε παυόμενος ὁ ἑκάστοτε ἐνιστάμενος, ὅτι ἐκεῖνος ἀεὶ κατ’ ἀριθμὸν ὁ αὐτὸς ἕστηκεν ἐνεργῶν τὸν ἀεὶ κατ’ εἶδος. ὡς γὰρ τοῦ οὐρανοῦ ἡ ἐνέργεια κυκλοφορία πάλιν καὶ πάλιν ἀνέκλειπτος, οὕτω καὶ χρόνου ἐκεῖ τοῦ εἰς ἓν συνηγμένου ὁ τῆς κυκλοφορίας χρόνος ἐνέργεια. καὶ τί διοίσει, φαίη τις ἄν, τοῦ αἰῶνος ὁ συνηγμένος εἰς ἓν ὡς λέγομεν χρόνος; ὁ γοῦν Ἀριστοτέλης αἰῶνα τοῦτον ἂν λέγοι εἶναι ἐν τῷ περιέχεσθαι τὸν ἑκάστοτε γινόμενον ἕκαστον χρόνον. καὶ τάχα ἂν κατακολουθοίη μᾶλλον Ἀριστοτέλει τοῦτο λέγων Ἀλέξανδρος. ἢ πρὸς μὲν Ἀλέξανδρον εἴποι τις ἄν, ὡς εἴη σκεπτέον, εἰ ταὐτὸν Ἀριστοτέλης θήσεται τὸ εἶναι καὶ τὸ ἀεὶ τῆς τε τοῦ πέμπτου σώματος οὐσίας καὶ τῆς τοῦ ἀκινήτου ὀρεκτοῦ. εἰ γὰρ αὕτη μὲν αἰτία, ἐκείνη δὲ ἀπ’ αἰτίας, ὡς αὐτὸς ὁμολογεῖ, καὶ εἰ μὴ γένεσιν ἀξιοῖ κατηγορεῖν τῆς σωματικῆς ἀϊδιότητος (τοῦτο γὰρ μόνον τὸ ὄνομα παραιτεῖσθαί φησιν), εἰ δ’ οὖν διαφέροι, συγχωρήσειεν ἂν καὶ τὸ ἀεὶ διττὸν εἶναι, τὸ μὲν αἰτίαν, τὸ δ’ ἀπ’ αἰτίας. ἡμεῖς δὲ οἱ τὸ ὑπὸ ἑτέρου ὑφιστάμενον γενητὸν εἶναι καὶ γινόμενον ὁμολογοῦντες εἰκότως ἂν οὐκ αἰῶνα καλοῖμεν αὐτὸν ἀλλὰ χρόνον, αἰῶνος εἰκόνα πρώτην τιθέμενοι ταύτην.” Ἐν δὴ τούτοις, ἵνα ἀπὸ τῶν τελευταίων ἄρξωμαι, εἰ γινόμενον οὗτός ἐστιν ὁ χρόνος, πάντως ὅτι καὶ κινούμενος·2 ὅπου γὰρ γένεσις, ἐκεῖ καὶ κίνησις καὶ μεταβολὴ πάντως. γενητὸν γὰρ ὁ Πλάτων ἐκεῖνό φησι τὸ γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. καὶ τὸν χρόνον δὲ τὸν πρώτιστον, ὃν ἅμα οὐρανῷ γενέσθαι φησίν, ἰοῦσαν εἰκόνα κατ’ ἀριθμὸν ἐκάλεσε τοῦ μένοντος ἐν ἑνὶ αἰῶνος, ὡς πάντως κίνησιν τῷ χρόνῳ συνεπινοῶν. τὸν δὲ Ἀλέξανδρον ἢ καὶ πρὸ τούτου τὸν Ἀριστοτέλην καλῶς μὲν ἀπαιτεῖ λέγειν,3 τί διαφέρει τὸ εἶναι καὶ τὸ ἀεὶ τῆς πέμπτης οὐσίας τοῦ εἶναι καὶ ἀεὶ τῆς πρώτης κατ’ αὐτοὺς αἰτίας. εἴποιεν δ’ ἂν οἶμαι αἰώνιον μὲν ἐκεῖνο τὸ εἶναι καὶ τὸ ἀεὶ ὡς τὸ ἄπειρον ἐν ταὐτῷ συνηγμένον ἔχον, καὶ ὅπερ ἄν τις αὐτοῦ λάβῃ τὸ ὅλον λαμβάνων, τὸ δὲ τῆς πέμπτης οὐσίας ἀΐδιον μέν, ἀλλ’ οὐχ ὡς ἅμα ὂν ὅλον, ἀλλ’ ὡς ἐπ’ ἄπειρον προϊόν· διὸ καὶ ἔγχρονον. ὅπερ γὰρ ἄν τις αὐτοῦ λάβῃ τοῦ εἶναι μέρος, ἔχει τι ἑαυτοῦ ἔξω ἅτε ἐπ’ ἄπειρον προχωροῦν. κἂν αἰῶνα δέ τις τοιοῦτον λέγοι πᾶν τὸ ἀεὶ αἰώνιον εἶναι βουλόμενος καὶ τοῦτο διαιρῶν εἴς τε τὸ ἅμα ὅλον καὶ εἰς τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, περὶ μὲν τὰ ὀνόματα διαφωνεῖ πρὸς τὸν Πλάτωνα, τὰ δὲ πράγματα ὀρθῶς διαιρεῖ καὶ συμφώνως ἐκείνῳ. πρὸς δὲ τὰ ἐν ἀρχῇ τῆς νῦν παρατεθείσης λέξεως ἐφιστάνειν πάλιν ἀξιῶ, ὅτι τὸ ἀεὶ καθ’ ἕνα τρόπον λαμβάνει τὸν τὸ ἄπειρον εἰς ἓν ὁμοῦ συλλαμβάνοντα. καίτοι τὸ ἀειγενὲς οἶδε προσὸν τῷ ῥέοντι χρόνῳ, ἄλλο δηλονότι τοῦτο ἀεὶ λαμβάνων ἐπὶ τοῦ χρόνου τὸ ἐπ’ ἄπειρον. καὶ τό γε τοιοῦτον ἀεὶ οὐδὲ τῷ Ἀριστοτέλει δοκεῖ τῷ αἰῶνι προσήκειν, ὥς φησιν ὁ Δαμάσκιος. λέγει γοῦν ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας ὁ Ἀριστοτέλης· “ἄλλως δὲ ἔν τε τῷ χρόνῳ δῆλον τὸ ἄπειρον καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν. ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον. ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται. ὥστε τὸ ἐπ’ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ’ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον. ἀλλ’ ἐν μὲν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος τοῦτο συμβαίνει, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.
因为天的实体通过分有‘常’,正是依这‘常’自身而成为永恒的,或者说,内化为其实体的正是全时间。因此,与整体且永恒者同质且同宗的时间,无论始于灵魂还是始于其自身本性[……]。因为这一点且留待后论;那既不流动亦不伴随流动之物的时间,才是真正意义上的全时间,流动的时间正是逐部分地从其中抽引出来的;并且正是由于这个时间,每次当下的时间虽然每次都在终止,却在生成之中绝不终止,因为前者在数目上常保持同一而停驻,使那在形相上常在之物实现出来。正如天的活动是无休止地一次又一次重复的周转运动一样,在那里凝聚为一的时间的活动也就是周转运动的时间。有人可能会问:正如我们所说的那凝聚为一的时间,与永恒究竟有何区别?至少亚里士多德会说,在包含每次生成的各个时间这一方面,这也就是永恒。而亚历山大若如此主张,或许会更贴近亚里士多德。或者,针对亚历山大,有人可以说:应当考察亚里士多德是否会将第五物体的实体的存在与‘常’,和那不动的欲求对象的存在与‘常’视为同一。因为如果后者是原因,而前者出自原因(正如他自己所承认的那样),并且即使他不主张将生成述谓于物体的永恒性(因为他说他仅仅是在回避这一名称),但如果它们有所不同,他亦将同意‘常’是双重的,一者是原因,另一者出自原因。至于我们这些承认由他者赋予存立之物是受生且处于生成之中者,则理所当然不称其为永恒,而称其为时间,并将其确立为永恒的第一像。” 在这些论点中,若从最后的部分开始:如果这时间是处于生成之中的,那么毫无疑问它亦是运动着的;因为凡有生成之处,必定亦有运动与变化。因为柏拉图把那生成又毁灭、却绝非真实存在者称为‘受生之物’。而他把那据称与天同时生成的最原本的时间,亦称为留驻于一之中的永恒的‘依数目而行的像’,显然是把运动与时间一并构想的。然而[达马斯基奥斯]要求亚历山大、或在他之前的亚里士多德说明第五实体的存在与‘常’如何不同于他们所说的第一原因的存在与‘常’,这是合理的。但我认为他们会说:第一原因的那种存在与‘常’是永恒的,因为它将无限凝聚于同一之中,无论人们取其何种部分,所取的皆是整体;而第五实体的存在与‘常’固然是恒常的,但并非因其整个同时存在,而是因其向着无限进展,因此它亦是时间性的。因为无论人们取其存在的何种部分,由于它向着无限前进,它自身之外总有某种东西。即使有人由于希望凡‘常在’者皆属永恒,而将此种事物称为永恒,并将其划分为整个同时存在者与在生成之中具有存在者,那么他在名称上虽与柏拉图相左,在实际上却划分得当且与柏拉图相符。 针对现在所引文字开头所述的内容,我认为必须再次指出:他仅仅以一种方式来理解‘常’,即把无限一同总括于一之中的方式。然而他知道常生成之特性属于流动的时间,显然把这时间上的无限之‘常’理解为另一回事。而正如达马斯基奥斯所言,此种‘常’对于亚里士多德来说亦不被认为属于永恒。亚里士多德在本著作的第三卷中确实写道:“无限在时间中、在人身上、以及在量度的分割中,表现得各不相同。因为总的来说,无限是依这种方式存在的:由于总是在取出一个又一个不同的东西,且所取之物虽然始终是有限的,却总是一个又一个各不相同。此外,存在是依多重含义被言说的;因此不应当把无限理解为某个特定的这一个(例如人或房屋),而应当理解为如同白昼和竞技会那样被言说的事物,它们的存在并非作为实体而生成,而是始终处于生成或毁灭之中,是有限的,却总是一个又一个各不相同。只是在量度中,这是在所取之物保留着的情况下发生的,而在时间与人身上,则是在事物不断消灭以致永不匮乏的情况下[发生的]。”
- 4.142ταὐτὸν δὲ εἰπεῖν τὸν σύμπαντα χρόνον οὐσιωθεῖσα
ταὐτὸν εἰπεῖν 是表示“换言之”或“同样地”的成语性独立不定式。随后的宾格短语 τὸν σύμπαντα χρόνον 作为关系宾格或内涵宾格,与被动态分词 οὐσιωθεῖσα(被赋予实体/内化为实体)搭配使用。
- 4.142πάντως ὅτι καὶ κινούμενος
在条件从句 εἰ γινόμενον οὗτός ἐστιν ὁ χρόνος 对应的归结句中,主句结构高度省略。πάντως ὅτι 是一种断定表达(“毫无疑问[这意味着]……”),省略了系动词 ἐστίν 或表达自明性的动词/形容词(如 δῆλον)。
- 4.142τὸν δὲ Ἀλέξανδρον ἢ καὶ πρὸ τούτου τὸν Ἀριστοτέλην καλῶς μὲν ἀπαιτεῖ λέγειν
动词 ἀπαιτεῖ 的主语是前文所引用的达马斯基奥斯。动词 ἀπαιτέω 支配双重宾语(所要求的对象与要求的内容);此处的人物宾格为 τὸν Ἀλέξανδρον... τὸν Ἀριστοτέλην,所要求的内容则由不定式 λέγειν 承担,后者进一步引出间接疑问从句 τί διαφέρει....
