← 辛普里丘

亚里士多德《物理学》注释

§779.12-780.25

达马斯基奥斯论作为整体的时间与常

辛普里丘引用了达马斯基奥斯主张时间作为整体同时存立的著作,考察了全时间与‘常’的定义、灵魂与自然中永恒的时间理性原则,以及流动时间的三重划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#5

Ἀλλ’ ἐπειδὴ καὶ διαίρεσιν τῆς τοῦ χρόνου ποιούμενος ὑποστάσεως ὁ Δαμάσκιος πολλὰ περὶ τοῦ ἅμα ὅλου ὑφεστῶτος χρόνου λέγει, φέρε καὶ ἐκείνων ἐπισκεψώμεθά τινα. ἔχει δὲ οὕτως· “τίς δὲ ὁ σύμπας χρόνος; ἢ οὗ μὴ ἔστιν ἔξω τινὰ λαβεῖν. τοῦ δὲ ἀεὶ τί ἂν ἐκτὸς εἴποιμεν δήλωμα χρόνου; τῷ γοῦν Ἀριστοτέλει καὶ ὑπὲρ χρόνον ἔδοξε τοῦτο καὶ τῷ αἰῶνι προσήκειν. παντὸς γὰρ εἶναι χρόνου λαβεῖν τι ἔξω1 σαφῶς ἀποφαίνεται ἐν τοῖς περὶ χρόνου λόγοις. τὸ ἀεὶ ἄρα ἐστὶν ὁ μέγιστος χρόνος. πότερον οὖν τὸ ἀειγενὲς ἀεὶ καὶ ὁ ῥέων χρόνος οὗτος ὁ μέγιστος; ἀλλ’ οὗτος οὐδέποτε πάρεισιν εἰς τὸ εἶναι σύμπας οὐδὲ γίνεται ὅλος ἄθρους οὐδὲ ἔστιν ἀεὶ τὸ ἀεί, μᾶλλον δὲ οὐδέποτε. ἐν μὲν γὰρ τῷ ποτὲ πῶς ἂν εἴη τὸ ἀεί, χαλεπὸν καὶ πλάσαι· ταὐτὸν γὰρ ἔσται καὶ ἅμα τὸ ποτὲ καὶ τὸ ἀεί. ἀλλὰ μὴν οὐδὲ ἐν τῷ ἀεί. αὐτὸ γὰρ τοῦτο λέγομεν οὐκ εἶναι ἅμα τὸ ἀεί, ῥεῖν δὲ κατὰ μέρος. ἄτοπον οὖν τὸν μέν τινα καὶ ἐλάχιστον ὑφίστασθαι χρόνον, τὸν δὲ σύμπαντα μηδέποτε. καίτοι εἰ σημαίνει τι τὸ ἀεὶ καὶ μὴ ἔστιν ὄνομα κενόν, ἀδύνατον τὸ ἀεὶ πρᾶγμα μὴ εἶναι ἀεί· δηλοῖ γὰρ τὸ ἀΐδιον·2 ἀΐδιον δέ ἐστιν, ὃ ἀδύνατον ποτὲ μὴ εἶναι ἢ μηδέποτε εἶναι. καὶ ὅπερ οὐκ ἐνδέχεται μὴ εἶναι, καὶ ἀναγκαῖον εἶναι. ἐπεὶ καὶ εἰ τὸ ἀεὶ μὴ ἔστιν ἢ ἔστι μὴ ἀεί, οὐδὲν ἔσται τῶν γενητῶν ἀΐδιον· ὥστε οὔτε οὐρανὸς ἀεὶ οὔτε κόσμος κατ’ ἀριθμὸν ὁ αὐτός, ἀλλὰ ῥευσεῖται πάντα τοῦ ἀεὶ ἐν ῥοῇ ὄντος οὔτε δὴ ὄντος οὔτε γινομένου. τὸ γὰρ ποτὲ ἑκάστοτε γενήσεται καὶ οὐ τὸ ἀεί.” καὶ διὰ μὲν τούτων τὸ τοῦ οὐρανοῦ ἀεὶ καὶ τοῦ σύμπαντος κόσμου ἅμα ὅλον εἶναι βούλεται οὐ κατὰ τὸ ἐπ’ ἄπειρον καὶ ἀειγενὲς καὶ τὸν ῥέοντα χρόνον, ἀλλὰ κατὰ τὸν ἅμα ὅλον ὑφεστηκότα· ἐν δὲ τοῖς ἑξῆς ἀκριβέστερον οἶμαι ἐπιβλέπων ἀλλαχοῦ που πρώτως τὸν τοιοῦτον χρόνον ἀποτίθεται. καὶ ἐξ ἐκείνου καὶ ἐν τῇ τοῦ οὐρανοῦ οὐσίᾳ τοιοῦτον ὑφίστασθαί φησιν. ἀνάγκη δὲ πλείονα παραγράφειν. ζητήσας γάρ, τί τὸ ἀεὶ ποιοῦν ἔσται τὸ ποτὲ πάλιν καὶ πάλιν γινόμενον οὐδέποτε παυόμενον τοῦ πάλιν καὶ πάλιν, ἐπάγει· “ἢ φυσικόν γε ὂν ἡ φύσις ποιήσει καὶ ψυχὴ πρὸ τῆς φύσεως· αὕτη γὰρ πάσης ἐξάρχει μεταβολῆς. καὶ πῶς ἡ φύσις ἀϊδίων σωμάτων οὖσα δημιουργὸς καὶ τὸν ἀεὶ ῥέοντα χρόνον ἀφ’ ἑαυτῆς ἐκχέουσα πῶς οὐκ ἀΐδιος3 καὶ λόγων πλήρης ἀϊδίων; οὐκοῦν καὶ ὁ τοῦ χρόνου λόγος ἀΐδιος ἐνουσιωμένος αὐτῇ οὗτος ἂν εἴη χρόνος ὁ ἀεὶ παρὼν ὅλος καὶ σύμπας. ὁμοίως δὲ καὶ ὁ ἐν τῇ ψυχῇ λόγος τοῦ χρόνου προυπάρχων ἀεὶ κατ’ ἀριθμὸν ὁ αὐτὸς ἔσται χρόνος. εἰ δὲ ἐν τῇ ἀμεταβλήτῳ ψυχῇ καὶ φύσει τῇ τοιαύτῃ χρόνος ἔσται συνηγμένος εἰς ὅλον τὸ τοῦ χρόνου εἶδος, καὶ σύμπας χρόνος οὗτός ἐστιν ἀεὶ μένων ἐν τῷ ἀεὶ καὶ οὐδαμῇ ῥέων ἔχων ἐν ἑνὶ τὸ πρότερον καὶ ὕστερον, καὶ τὸ νῦν αὐτὸ ὃ λέγομεν ἐνεστῶτα χρόνον· ἀπὸ γοῦν τοῦ ἑστῶτος ἀδιαιρέτου ὁ ῥέων τριχῇ διαιρεῖται ὅπως ἂν διαιροῖτο. μήπω γὰρ περὶ τούτου.” λέγει δὲ προϊὼν ὅτι τὸ μέν ἐστιν ἐν ταῖς ἐνεργείαις τῶν ἀμεταβλήτων φύσεων ταῖς μεταβαλλομέναις εἴτε ψυχαίων εἴτε σωματοειδῶν σῳζούσαις τὸ ἀεὶ κατὰ εἶδος μόνον, τὸ δὲ ἐν ταῖς μεταβαλλομέναις ἐπ’ ἄπειρον οὐσίαις ὁρᾶται ἀεὶ σῳζόμενον κατὰ εἶδος ἐν ταῖς ὁλότησιν αὐτῶν, τὸ δὲ ἐν τοῖς γινομένοις ἢ ἀπογινομένοις πεπερασμένον τοῦτο ἢ κατὰ κύκλον ὡς ἡ τοῦ ὅλου γενητοῦ περίοδος ἢ τοῦ ἡλίου εἰ τύχοι ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ μία περιφορὰ ἢ κατ’ εὐθυπορίαν ὡς ἐπὶ τῶν ἀτόμων καὶ φθαρτῶν θεωρεῖται. οὕτω μὲν τὸν ῥέοντα χρόνον διεῖλε· τοῖς δὲ προειρημένοις συνῆψε ταῦτα· “εἰ δ’ οὖν, τὸ ποιοῦν ἀΐδιον καὶ ἐν χρόνῳ τῷ ἀεί, ποιεῖ δὲ τῷ εἶναι τὰ πρῶτα τῶν γινομένων. εἰ γὰρ ταῖς ἐνεργείαις ποιεῖ, πολλῷ μᾶλλον τῷ εἶναι· δημιουργικὴ γὰρ ἡ οὐσία πρὸ τῶν ἐνεργειῶν καὶ τὸ ἀΐδιον πρὸ τοῦ μὴ τοιούτου, ὥστε καὶ ἐν τοῖς ἀϊδίοις τῶν γινομένων ἐνστηρίξει κατ’ οὐσίαν τὸν ἀεὶ ὄντα καὶ μηδέποτε ῥέοντα χρόνον, μᾶλλον δὲ ταῦτα ἐκείνῳ συνδήσει πρὸς τὸ ἀίδιον.

但是,既然达马斯基奥斯在划分时间的存立时,谈到了许多关于整个同时存立的时间,那么且让我们也考察一下其中的某些论点。其内容如下:“全时间究竟是什么?难道不正是其外无可取之物吗?而在‘常’之外,我们能说出什么时间的指示呢?至少对于亚里士多德来说,这似乎既超越时间,又属于永恒;因为他在论时间的著作中明确宣称,在任何时间之外都可以取出某物。因此‘常’就是最大的时间。那么,究竟是常生成的‘常’与这流动的时间是这最大的时间呢?但这时间绝不会整个临现于存在之中,亦不会聚集为整体而生成,‘常’亦不会常在,而宁可说绝不存在。因为在‘有时’之中‘常’如何能够存在,甚至难以设想;因为‘有时’与‘常’将成为同一且同时的事物。然而绝非在‘常’之中;因为这正是我们所说的,‘常’并非同时存在,而是逐部分地流动。因此,某个特定的极小时间存立,而全时间绝不存立,这是荒谬的。然而,若‘常’意味着某种事物而非虚名,那么常在之事不可能不是常在的;因为它指示着永恒者;而永恒者就是不可能有时不存在或绝不存在之物。而不可能是非存在者,亦必然是存在者。既然若‘常’不存在或者存在却非恒常,那么生成之物中便没有任何一个是永恒的;以致天既非恒常,宇宙在数目上亦非同一,而是由于‘常’处于流动之中,既非真实存在亦非生成,一切都将流逝。因为每次生成的都将是‘有时’,而非‘常’。”通过这些论点,他主张天的‘常’与全宇宙的‘常’是整个同时存在的,不是依向着无限进展、常生成且流动的时间而言,而是依整个同时存立的时间而言。然而在接下来的部分中,我认为他在更严密地审视时,把这种时间首先安置于别处的某处;并且他说,由此出发,在天的实体之中亦存立着这样的时间。有必要抄录更多的内容。因为在他探讨了究竟是什么促成了那一次又一次生成且绝不停止其‘一次又一次’的‘有时’成为‘常’之后,他接着写道:“或者,因其为自然物,自然将造成它,而在自然之前的灵魂亦将造成它;因为灵魂领御一切变化。而自然作为永恒物体的造物主,并从自身倾注出常流的时间,它怎会不是永恒的且充满永恒的理性原则呢?因此,内化于其实体之中的永恒时间理性原则,便将是这常作为整体而全幅临现的时间。同样,灵魂中预先存在的时间理性原则亦将是在数目上常保持同一的时间。而如果在不可变的灵魂与此类自然之中,将存在凝聚于时间的整个形相之中的时间,那么这也正是全时间,它常留驻于‘常’之中而绝不流动,在统一之中包含着‘在前’与‘在后’,以及我们称之为当下时间的‘现在’本身;流动的时间正是从那静止不可分之物出发,以无论何种方式被一分为三的。因为关于这一点暂且不论。”他接着说,流动时间的一种存在于不可变本性(无论属灵魂还是属物体)的变化活动之中,仅在形相上保持‘常’;另一种在向着无限进展而变化的实体之中被看到,在其整体性中按形相常被保持;再一种则在生成或毁灭的事物中被看到,这是有限的,或按圆周循环(如整个生成界的周期,或太阳从同一处到同一处的一次运行),或按直线进行(如在个别的可毁灭事物中所观察到的那样)。他是如此划分流动时间的;而在前述内容之后,他接着写道:“即便如此,生成者是永恒的,且在常在的时间之中,它是通过其存在自身来生成受生事物中的最先者的。因为如果它是通过活动来生成的,那么通过其存在自身则更是如此;因为实体先于活动而具有创造性,而永恒者先于非此类者;因此,在受生事物中的永恒者之中,它亦将依实体确立起那常在且绝不流动的时间,或者说将这些事物与那时间结合起来以迈向永恒。”

语法注3 条
  1. 4.142παντὸς γὰρ εἶναι χρόνου λαβεῖν τι ἔξω

    εἶναι λαβεῖν 结构相当于非人称的 ἔξεστι λαβεῖν(“可以取出/把握”)。属格 παντὸς ... χρόνου 受介词 ἔξω(“在……之外”)支配,因倒装而置于句首。

  2. 4.142εἰ δ’ οὖν, τὸ ποιοῦν ἀΐδιον

    习语 εἰ δ’ οὖν(“即便如此 / 无论如何”)之后接省略系动词 ἐστι 的名词性从句 τὸ ποιοῦν ἀΐδιον [ἐστι](“造物者是永恒的”),随后由 ποιεῖ δὲ τῷ εἶναι 延续主要陈述。

  3. 4.142καὶ πῶς ἡ φύσις ἀϊδίων σωμάτων οὖσα δημιουργὸς καὶ τὸν ἀεὶ ῥέοντα χρόνον ἀφ’ ἑαυτῆς ἐκχέουσα πῶς οὐκ ἀΐδιος

    此句在长分词短语(ἡ φύσις ... οὖσα ... ἐκχέουσα)前后重复使用了疑问副词 πῶς,属修辞性反复。主句核心谓语为 πῶς οὐκ [ἐστιν] ἀΐδιος(“怎会不是永恒的”),分词短语用作主语 ἡ φύσις 的修饰语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:779.12-780.25