← 辛普里丘

亚里士多德《物理学》注释

§76.25-78.23

检视对爱利亚学派的批评与巴门尼德的真正存在

辛普里丘阐明了由于无限属于数量,因而不可能将实体视作无限的论点,并探讨了亚里士多德提及麦里梭的用意。随后,他检视了阿佛洛狄西亚的亚历山大对爱利亚学派一者说的批评,区分了严格意义上的存在与处于生成消滅之中的杂多存在,并引述巴门尼德的诗篇以揭示真正存在的诸标志。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#4

διὸ ὡς αὐτός φησιν ὁ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προσχρῆται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ. εἰ δέ τις οὐσίαν λέγων τὸ ὂν ἄπειρον λέγοι, κατὰ συμβεβηκὸς ἂν ὑπάρχοι τῇ οὐσίᾳ τὸ ἄπειρον. οὐ γὰρ καθὸ οὐσία, ἀλλὰ καθὸ ποσόν· ὥστε οὐκ ἔστιν ἓν τὸ ὄν, εἴπερ ποσὸν καὶ οὐσία. ἀλλὰ πῶς καθολικὴν νῦν ποιούμενος τὴν ἀπάντησιν, ὕστερον δὲ μέλλων πρὸς τοὺς περὶ Μέλισσον ἀντερεῖν, ὅταν λέγῃ “καὶ ἐξ ὧν ἐπιδεικνύουσι λύειν οὐ χαλεπόν”, νῦν ὅμως τὴν Μελίσσου δόξαν ἀτοπίᾳ περιβάλλειν δοκεῖ;1 ἢ νῦν οὐ προηγουμένως αὐ- τῆς ἐμνήσθη, ἀλλ’ ὑποθέμενος ποσόν τι ἢ ποιὸν λέγειν τὸ ὄν, ἵνα μὴ τὸ μηδενὶ δοκοῦν ὑποτιθέμενος φαίνηται, τὸν Μελίσσου λόγον παρήγαγε. μήποτε δὲ ἡ μὲν ἐπιχείρησις αὐτῷ καθολικὴ γέγονεν·2 ἀνάγκη γὰρ τὸ ὂν ἢ πεπερασμένον ἢ ἄπειρον ὑποτίθεσθαι, ἑκατέρως δὲ ποσὸν ἀνάγκη λέγειν τὸ ὄν, μάρτυρα δὲ τῆς ὑποθέσεως παραφέρει τὸν Μέλισσον· ἐφεξῆς δὲ καὶ τὸν Παρμενίδην συντάττει. ἔν τισι δὲ τῶν ἀντιγράφων οὕτως γέγραπται Μέλισσος δὲ τὸ ἓν ἄπειρον εἶναί φησι· ποσὸν ἄρα τι τὸ ἕν. καὶ εἴη ἂν τὸ ἓν τὸ παρ’ αὐτοῖς λέγων, ὅπερ ἦν τὸ ὄν. Ἐπειδὴ δὲ ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ δι’ οἰκείων ἐπιχειρημάτων ἀντιλέγειν ἀξιοῖ τοῖς ἓν τὸ ὂν λέγουσι, φέρε συντόμως ἴδωμεν, πῇ καὶ αὐτὸς εὖ λέγειν δοκεῖ καὶ ἡ παλαιὰ φιλοσοφία μένει ἀνέλεγκτος. “πρὸς γὰρ τοὺς λέγοντας, φησί, μὴ εἶναι τὰ ἄλλα τὰ ἐν γενέσει 〈καὶ φθορᾷ〉 ὡς ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, μόνην δὲ εἶναι τὴν ἀίδιον οὐσίαν διὰ τὸ μηδαμῶς τοῦ μὴ εἶναι μετέχειν, πρῶτον ἀπὸ τῆς ἐναργείας καὶ τῆς κοινῆς ἐννοίας καὶ χρήσεως ῥητέον. πᾶσι γὰρ ὄντα τε εἶναι δοκεῖ καὶ οὕτως φρονοῦσί τε καὶ λέγουσιν. ἔπειτα, εἰ διότι γίνεται καὶ φθείρεται οὔ φασιν αὐτὰ εἶναι, ἐπειδὴ καὶ τὸ γινόμενον ὄν τι γίνεται καὶ τὸ φθειρόμενον ἐξ ὄντος φθείρεται, εἴη ἂν καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον τῶν ὄντων. οὐ γὰρ εἰ μὴ ὁμοίως ἐστὶ τοῖς ἀιδίοις, διὰ τοῦτο οὐκ ἔστι. καὶ εἰ διὰ τοῦτο μὴ ἔστι, φησίν, ὅτι φθείρεται, ὅτε μὴ φθείρεται καὶ καθ’ ὃ μὴ φθείρεται, κατὰ τοῦτο ἂν εἴη καὶ τότε.” πρὸς δὴ ταῦτα καὶ τὰ τοιαῦτα κοινὸς λεγέσθω ὁ λόγος, ὅτι ὥσπερ λευκὸν λέγομεν καὶ τὸ ὁπωσοῦν λευκότητι παρακεχρωσμένον, κἂν πλείονι τῷ ἐναντίῳ συναναπέφυρται, λευκὸν δὲ καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου, καὶ καλὸν ὁμοίως, καὶ κυρίως μὲν τούτων ἕκαστον λέγεται τὸ εἰλικρινῶς τοιοῦτον, ὁλοσχερῶς δὲ καὶ καταχρηστικῶς τὸ τῷ ἐναντίῳ συμμεμιγμένον, οὕτως καὶ τὸ ὂν κυρίως μὲν ἂν λέγοιτο τὸ κατὰ πάντα ὂν ὁμοῦ πᾶν. τὸ δὲ γινόμενον καὶ φθειρόμενον πρὸ μὲν τοῦ γενέσθαι οὔπω ἔστι, μετὰ δὲ τὸ φθαρῆναι οὐκέτι ἔστιν· καὶ ὅτε δὲ εἶναι δοκεῖ τοῦτο, ἐπειδὴ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχει μηδέποτε ‘ἐν ταὐτῷ μένον’, οὐδὲ τότε ὂν ἂν λέγοιτο κυρίως, ἀλλὰ γινόμενον καὶ φθειρόμενον διὰ τὴν συνεχῆ ῥοὴν τὴν πάντα ἐναλλάσσουσαν· ἣν ὁ Ἡράκλειτος ᾐνίξατο διὰ τοῦ ‘εἰς τὸν αὐτὸν ποταμὸν δὶς μὴ ἂν ἐμβῆναι’ τῇ ἐνδελεχεῖ τοῦ ποταμοῦ ῥοῇ τὴν γένεσιν ἀπεικάζων πλέον τὸ μὴ ὂν ἔχουσαν τοῦ ὄντος· τὸ γὰρ ὄν, ὥς φησιν ὁ Παρμενίδης, ἄλλα ἔχει σημεῖα. κάλλιον δὲ αὐτῶν ἀκούειν τῶν περὶ τοῦ κυρίως ὄντος ὑπ’ αὐτοῦ λεγομένων καὶ ἀποδεικνυμένων. μεμψάμενος γὰρ τοῖς τὸ ὂν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῷ νοητῷ οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται κοὐ ταὐτὸν, καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα, ἐπάγει μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλα· καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον, οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν ἓν συνεχές· τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν·3 οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι.4 τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί, οὐδέ ποτ’ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχὺς γίνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν.

因此正如他自己所言,无限的定义使用了数量,但并未采用实体或性质。但如果有人在说存在是实体的同时又说它是无限的,那么无限就将偶性地属于实体。因为这不是就其作为实体而言,而是就其作为数量而言[属于实体];因此,如果既有数量又有实体,存在就不是一。但是,既然他现在作出的是全称的应答,而稍后在说“从他们所展示的论据中去解决并不困难”时才打算反驳麦里梭一派,为什么现在却显得将麦里梭的见解置于荒谬之中呢?抑或他现在并不是主要提及这一见解,而是假定有人把存在说成某种数量或性质,为了不显得自己是在假定无人赞同之事,才引述了麦里梭的论证?或许他的驳难本身就是全称性的;因为必然假定存在要么有限要么无限,而无论哪种情况都必然把存在说成数量,他是把麦里梭作为该假说的见证人而引述的;随后他也将巴门尼德并列于此。在某些抄本中这样写道:“但麦里梭说一者是无限的;因此一者是某种数量。”而他所说的也就是他们那里的“一”,即所谓的“存在”。既然阿佛洛狄西亚的亚历山大主张也通过他自己的论据来反驳那些说存在是一的人,来吧,让我们简要地看一下,在何种意义上他自己既显得言之成理,而古代哲学又保持未被驳倒。“因为对于那些主张”,他说,“其他处于生成[与消灭]中的事物作为有时存在而有时不存在之物而不存在,唯有永恒的实体由于绝不分有非存在才存在的人,首先应当从昭然事实、共同概念和用法出发来说明。因为在所有人看来它们都显得是存在之物,人们也是如此思想并如此言说的。其次,如果因为它们生成和消灭就说它们不存在,既然生成之物也是作为某种存在而生成,消灭之物也是从存在中消灭,那么生成之物和消灭之物也都将属于存在之列。因为并不能由于它不如永恒之物那样存在,就因这缘故说它不存在。并且如果是因为它消灭而不存在”,他说,“那么在它不消灭之时、以及在它不消灭的限度内,依此而言并在那时它就应当是存在的。”面对这些以及诸如此类的论据,应当作出如下共同的回答:正如我们把无论以何种方式被白染色的事物都称为白,即使它与更多的相反者混杂在一起,而把不与相反者混合的事物也称为白,美亦同样如此,并且在严格意义上称它们中的每一者是指纯粹如此之物,而在粗略和引申意义上是指与相反者混合之物,同样,存在在严格意义上也应当是指在一切方面都全都在一起的存在。然而生成和消灭的事物,在生成之前尚不存在,在消灭之后不再存在;即使在它显得存在之时,既然它的存在是在生成与消灭之中而决非‘保持在同一状态’,在此时它在严格意义上也决不能被称为存在,而是由于更换万物的不断流变,毋宁被称为生成与消灭之物;赫拉克利特借着‘人不能两次踏入同一条河流’隐喻性地指出了这种流变,以河流的不绝流动来比拟拥有非存在多于存在的生成;因为正如巴门尼德所言,存在具有其他的标志。不如直接听一听巴门尼德关于严格意义上的存在所说所证的内容。因为他在责难了那些在理智之中将存在与非存在混为一谈、对于他们而言“存在与不存在被认为是同一的又不是同一的”人,并且劝阻人们离开那条探寻非存在的道路——说“但你当从这条探究之路上收回思想”之后,接着说:“只剩下一条道路的言说,即‘它存在’。并且在这条道路上有极多的标志”;随后他便传达了严格意义上的存在的诸标志:“它是不生且不灭的,完整的、唯一种类的、不动的且无终结的。它既未曾存在过,将来也不会存在,因为它是现在全部在一起、单一且连续的。因为你将为它探求何种起源呢?它又如何且从何处增长呢?我决不容你说出或思及它是从非存在而来的;因为[它]不存在是不可言说也不可思议的。并且从无开始,究竟有什么必要驱使它在较晚或较早时产生呢?因此,要么完全存在,要么根本不存在,必居其一。确信的力量也决不容许从非存在中在它之外产生出任何事物。正因如此,正义未曾松开锁链容许它生成或消灭。”

语法注4 条
  1. 1.13ἀλλὰ πῶς καθολικὴν νῦν ποιούμενος τὴν ἀπάντησιν, ὕστερον δὲ μέλλων πρὸς τοὺς περὶ Μέλισσον ἀντερεῖν, ὅταν λέγῃ “καὶ ἐξ ὧν ἐπιδεικνύουσι λύειν οὐ χαλεπόν”, νῦν ὅμως τὴν Μελίσσου δόξαν ἀτοπίᾳ περιβάλλειν δοκεῖ;

    全句的主要句式是疑问句 πῶς... δοκεῖ?(“他何以显得……?”)。上下文中的主语是亚里士多德。分词 ποιούμενος 与 μέλλων 与副词 ὅμως(尽管如此)相呼应,构成让步性分词短语(“尽管现在作出……,并且将来打算……”)。ὅταν 引导的时间从句修饰 μέλλων。

  2. 1.13μήποτε δὲ ἡ μὲν ἐπιχείρησις αὐτῷ καθολικὴ γέγονεν

    μήποτε 与直陈式完成时 γέγονεν 连用,表示委婉的推测或断定(“或者他的驳难本身大概是……”)。它为前面的疑问 πῶς... δοκεῖ? 提出了第二种解答方案(第一种是 ἢ νῦν οὐ προηγουμένως...)。

  3. 1.13οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν

    否定词 οὔτε 修饰 ἐάσω。动词 ἐάω(允许)接宾格代词 σέ(省写为 σ’)与不定式 φάσθαι 及 νοεῖν,构成带宾格的不定式结构(“我决不容你说出或思及”)。ἐκ μὴ ἐόντος 是表示生成源头的前置词短语。

  4. 1.13οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι

    形容词 φατόν(可言说的)与 νοητόν(可思议的)与 ἐστίν 一起作谓语,由连接词 ὅπως 引出的从属分句(“[它]如何不存在/[它]不存在这一事实”)充当主语从句。全句意为“因为[它]不存在是不可言说也不可思议的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:76.25-78.23