- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:777.28-779.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修反驳了达马斯基奥斯关于时间整个同时存在的观点,论证了时间与运动仅在生成之中具有存在。他进一步考察了灵魂与天体的生成及运动本性,指出测度灵魂居间本性的尺度介于永恒与时间之间。
τάχα γὰρ ἄν τις γράψας ἐναργέστερον † ἐγὼ δείξω τὸ παράδοξον·1 τοῦ γὰρ ὅλου χρόνου ἅμα ὄντος παράδοξον πῶς οὐχ ἅμα τὰ μόρια· καὶ εἰ μὴ ἅμα τὰ μόρια, παράδοξον εἰ ὁ ὅλος ἅμα. τὸ δὲ ἀεὶ ὄνομα τοῦ χρόνου οὐχ ὡς ἅμα ὄντος τοῦ ἀεί, ὅπερ καὶ πρότερον εἶπον, ἀλλ’ ὡς κατὰ τὸ ἀνέκλειπτον ἔχοντος τὸ ἀεί. Ἀτόπως δέ φησιν ὑπὸ τοῦ Ἀριστοτέλους τὰ ἀΐδια λέγεσθαι μὴ εἶναι2 ἐν χρόνῳ ὡς τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ. καίτοι εἰ μὲν τῶν ἐνεστώτων καὶ ἅμα ὅλων ἐστὶ τοῦτο, δῆλον ὅτι τῶν ὄντων καὶ οὐ γινομένων ἐστὶν ὡς τὸ ἄρτιον εἶναι τὴν δυάδα καὶ τὰς ἰδέας ἀσωμάτους, καὶ οὐκ ἂν εἴη ταῦτα ἐν χρόνῳ, ἀλλ’ ἐν αἰῶνι μᾶλλον. εἰ δὲ ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἐν κινήσει, καὶ οὐκέτι ὅλον ἅμα ὑφεστήξεται. οὐ γὰρ ἐπειδὴ ἐν χρόνῳ γινώσκομεν ἡμεῖς τὰ ὑπὲρ χρόνον, διὰ τοῦτο καὶ ἐκεῖνα ἐν χρόνῳ ποιήσομεν. ‘εἰ δὲ τὸ πολυχρόνιον, φησίν, ἐν χρόνῳ, διὰ τί μὴ καὶ τὸ παγχρόνιον;’ καὶ ἔστω γε καὶ τοῦτο ἐν χρόνῳ, εἴπερ ἐν κινήσει. καὶ μὴ ἅμα ὅλον ὑφέστηκε. τοιγαροῦν ἀΐδιον τὴν κυκλοφορίαν λέγομεν, ὡς καὶ αὐτὴν ἀνέκλειπτον καὶ ὑπὸ χρόνου μετρουμένην ἀνεκλείπτου. ἀλλ’ οὐδὲ τοῦτο ἀναγκαῖον, εἰ ἔστι τι ἐν ὅλῳ τῷ τόπῳ ἅμα ὃ πανταχοῦ λέγομεν οἷον τὸν ὅλον σωματοειδῆ κόσμον, εἶναι καὶ ἐν τῷ ὅλῳ ἅμα χρόνῳ τὸ ἀεὶ ὂν ταὐτὸν ἐν ταὐτῷ κατ’ ἀριθμόν. τὸν μὲν γὰρ ὅλον τόπον εἶναι ἅμα οὐδὲν ἄτοπον· οὐδὲ γὰρ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ τόπος ὥσπερ ἡ κίνησις· τὸν δὲ χρόνον πῶς δυνατὸν κινήσεως ὄντα μέτρον; ὥστε κἂν ἀνὰ λόγον ἔχῃ τὸ πανταχοῦ πρὸς τὸ ἀεί, ἀλλὰ τὸ μὲν ὑπομένει, τὸ δὲ ῥεῖ. καὶ εἰ ἔτυχεν ἄπειρον εἶναι τὸ πανταχοῦ, τὸ μὲν ἦν ἄπειρον μένον, τὸ δὲ ἐπ’ ἄπειρον. ‘διὰ τί δέ, φησί, τόπος μὲν καὶ ἀριθμός ἐστιν ἀΐδιος πρὸ τοῦ φθαρτοῦ, χρόνος δὲ οὐκ ἔστιν;’ ἢ ἔστι μὲν καὶ χρόνος ἀΐδιος (ἀνέκλειπτον γοῦν ἀποδείκνυσι τὸν χρόνον Ἀριστοτέλης), ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων ὥσπερ καὶ ἡ κίνησις καὶ τὸ ἀεὶ αὐτοῖς ὑπάρχει, ἀλλ’ οὐχ ἅμα ὅλον ὄν, ἀλλ’ ἐπ’ ἄπειρον προϊόν. Ἵνα δὲ συνελὼν εἴπω τὴν ἐμαυτοῦ γνώμην, εἴ ἔστι τις γένεσις καὶ κίνησις οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα οὐδὲ ἄλλο μετ’ ἄλλο ἑαυτῆς μόριον, ἀλλ’ ἅμα ὅλη ὑφεστῶσα (ὡς τὴν τῆς ψυχικῆς οὐσίαν ἤ, εἰ μὴ ταύτης, τὴν γοῦν τοῦ οὐρανίου σώματος εἴποι τις ἂν γενητὴν μὲν εἶναι ὡς ἀπὸ μόνης αἰτίας ὑφεστῶσαν, καὶ κινητὴν οὕτω κατὰ τὴν τῆς γενέσεως κίνησιν, καθ’ ἣν τοῦ ὄντως ὄντος εἰς τὸ γινόμενον ἐξέστη καὶ ἀπὸ παραδείγματος εἰς εἰκόνα), εἴ τις οὖν τοιαύτην γένεσιν καὶ κίνησιν ὁρᾷ, ὡς ὁ ἐμὸς πολλάκις διετείνετο Δαμάσκιος, εἰκότως καὶ χρόνον ἅμα ὅλον ὁρᾶν φιλονεικεῖ μετρητικὸν τῆς τοιαύτης κινήσεως καὶ τοῦ εἶναι τοῦ ἅμα ὄντος. εἰ δὲ γενητὸν ὁ Πλάτων ὁρίζεται τὸ γινόμενον καὶ ἀπολλύμενον ὄντως δὲ οὐδέποτε ὄν, καὶ εἰ πᾶσα κίνησις μεταβολὴ καὶ ἄλλο πάντως ἔχει μετ’ ἄλλο, οὐ χρὴ λέγειν γενητὰ ἢ κινητὰ τὰ ἅμα ὅλα ὄντα, εἰ μὴ κατά τινα τρόπον ἐνιδεῖν ἐν αὐτοῖς τὴν μεταβολὴν δυνατόν. καὶ οἶδα μὲν ὅτι τὸ γινόμενον καὶ ἀπολλύμενον καὶ ἐπὶ τῶν ἀϊδίων γενητῶν ἀμεταβλήτων δὲ κατ’ οὐσίαν ἐξηγούμενος ὁ Δαμάσκιος μέσην ἔλεγε τοῦ ὄντος καὶ μὴ ὄντος τὴν τοιαύτην φύσιν, καὶ κατὰ μὲν τὴν εἰς τὸ ὂν ἀνάτασιν γινόμενον ἔλεγεν αὐτό, κατὰ δὲ τὴν εἰς τὸ μὴ ὂν ὑπόβασιν ἀπολλύμενον· ἀλλὰ μήποτε τὸ μέσον οἷόν ἐστι τὸ τῆς ψυχικῆς οὐσίας οὐδὲ γενητόν ἐστι κυρίως,3 ἀλλὰ μέσον ἀμερίστου καὶ μεριστοῦ, ταὐτὸν δὲ εἰπεῖν ὄντος καὶ γενέσεως, καὶ διὰ τοῦτο μέσῳ τινὶ αἰῶνος καὶ χρόνου μέτρῳ μετρεῖται, ὅπερ διὰ τὸ μὴ ἔχειν ἴδιον ὄνομα ποτὲ μὲν αἰῶνα ποτὲ δὲ χρόνον οἱ φιλόσοφοι καλοῦσιν. ἡ μέντοι τῶν οὐρανίων σωμάτων οὐσία γενητὴ μὲν ὅλη (ὁρατὴ γὰρ ἁπτή τέ ἐστι καὶ σῶμα ἔχει), γενητὴ δὲ οὖσα καὶ μὴ μείνασα ἐν τῷ ἑνὶ κίνησιν ἔσχε καὶ μεταβολήν, κἂν μὴ τὴν κατ’ οὐσίαν ὡς ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, ἀλλὰ τὴν κατὰ οἷον ἀλλοίωσίν τινα, καθ’ ἣν ἐν τοῖς διαφόροις σχηματισμοῖς διαφόρου ζωῆς τε καὶ τελειότητος αὐτοί τε μεταλαμβάνουσιν εἰς τὰς ἑαυτῶν οὐσίας ἀπὸ τῶν οἰκείων παραδειγμάτων καὶ ἀλλήλοις καὶ τοῖς ὑπὸ τὴν σελήνην μεταδιδόασιν.
因为或许有人写得更清楚,便会指出这一奇特之处:即,若全部时间同时存在,诸部分怎会不同时存在便是奇特的;而若诸部分不同时存在,若整体同时存在便是奇特的。而时间的‘常’这一名称,正如我先前所说,并非依‘常’作为同时存在之物而言,而是依其在永不匮乏的意义上具有‘常’而言。他又说,永恒之物被亚里士多德说成不在时间之中是荒谬的,正如对角线与边不可通约一样。然而,若这属于当下的且整个同时存在的事物,显然它属于真实存在而非生成的事物,如同二为偶数以及诸理念为非物体性的一样,这些便不会在时间之中,而更应在永恒之中。但若它在时间之中,显然它亦在运动之中,便不再整个同时存立。因为我们绝不能因为我们在时间之中认识超越时间的事物,便因此亦将那些事物置于时间之中。“然而,如果极为久远之物,”他说,“在时间之中,为何贯穿全时间之物不在时间之中呢?”就算这也确实在时间之中吧,只要它确实在运动之中;而且它绝非整个同时存立。所以我们说天周运动是永恒的,亦依其自身永不匮乏且被永不匮乏的时间所测度。但这也并非必然:如果在全部空间中同时有某种事物,即我们所说的无处不在之物,例如整个物体性的宇宙,那么在全部同时存在的时间之中,亦有在数目上常在同一状态中保持同一之物。因为全部空间同时存在毫无荒谬之处;因为空间并不像运动那样在生成之中保有其存在;然而作为运动尺度的时间,怎可能[同时存在]呢?因此,纵使‘无处不在’与‘常’成比例,但前者留存,后者流动;即便‘无处不在’恰好是无限的,前者也是通过保持而是无限的,后者则是向着无限进展。“那么为何,”他说,“空间与数目在可毁灭之物之前是永恒的,时间却不是呢?”难道时间不也确实是永恒的(亚里士多德至少证明了时间是永不匮乏的),只是与运动一样在生成之中保有其存在,而‘常’属于它们,并非作为整个同时存在之物,而是作为向着无限进展之物吗? 为了概括地表达我自己的看法:如果存在某种并非在生成之中保有其存在、亦非自身一部分在另一部分之后的生成与运动,而是整个同时存立的(正如有人会说灵魂的实体,或者若非指它,至少天体的实体,是生成的,因为它仅仅由原因而存立,并且依生成的运动而言在这一意义上是可动的,即凭借这运动它从真实存在之物踏出走向生成之物,从范型踏出走向影像)——因此,若有人如我的可敬的达马斯基奥斯多次极力主张的那样,看到这样一种生成与运动,他自然亦力争看到一个整个同时存在的时间,用以测度这种运动以及同时存在者的存在。然而,若柏拉图将生成之物界定为生成且毁灭、但绝非真实存在之物,且若一切运动皆是变化并必然是一部分在另一部分之后,那么就不应当将整个同时存在之物称为生成的或可动的,除非可能以某种方式在它们之中看出变化。而且我也知道,达马斯基奥斯即使对于依实体而言不可变的永恒生成者解释‘生成且毁灭’时,亦曾说这种本性居于存在与非存在之间,并依其朝向存在的奋力上扬而称其为生成,依其朝向非存在的沉降而称其为毁灭;但或许像灵魂实体这样的居间者甚至根本不是严格意义上的生成之物,而是不可分者与可分者之间、亦即存在与生成之间的居间者,正因如此它被永恒与时间之间的某种居间尺度所测度,哲学家们因其没有特有名称,有时称之为永恒,有时称之为时间。然而天体的实体整个是生成的(因为它是可见且可触的,并且具有物体);而它既是生成的,且并未停留于‘一’之中,便具有了运动与变化,纵使并非依实体而言的变化(如有时存在而有时不存在),而是依好比某种质变而言的变化,天体依此在不同的构型中从其固有的范型向其自身实体分有不同的生命与完满,并相互之间以及向月下诸事物传达它们。
- 4.142τάχα γὰρ ἄν τις γράψας ἐναργέστερον † ἐγὼ δείξω τὸ παράδοξον
文本有讹误标记(† ἐγὼ δείξω)。在上下文中,句首的 ἄν 与分词或表示揭示的动词配合表示潜在结果(‘或许有人通过写得更清楚,便会指出这一奇特之处’)。冒号后紧跟的两组对应分句(toû gàr hólou... 与 kaì ei mḕ...)构成了‘奇特之处’(tò parádoxon)的具体展开内容。
- 4.142ὡς τὴν τῆς ψυχικῆς οὐσίαν ἤ, εἰ μὴ ταύτης, τὴν γοῦν τοῦ οὐρανίου σώματος εἴποι τις ἂν γενητὴν μὲν εἶναι
嵌套在假设分句‘εἴ ἔστι τις γένεσις...’内部的插入句结构。由 εἴποι τις ἄν(带 ἄν 的希求法,‘正如有人可能会说’)统摄,支配带宾格与不定式的结构(τὴν τῆς ψυχικῆς οὐσίαν... γενητὴν μὲν εἶναι)。其中后半句 τὴν γοῦν 之后省略的名词为前文的 οὐσίαν,使天体的实体与灵魂的实体相对应。
- 4.142ἀλλὰ μήποτε τὸ μέσον οἷόν ἐστι τὸ τῆς ψυχικῆς οὐσίας οὐδὲ γενητόν ἐστι κυρίως
μήποτε 在此作副词性用法,表达委婉的推测或谨慎的主张(‘或许……’、‘未尝不是……’)。主语为 τὸ μέσον,其后插入关系短语 οἷόν ἐστι τὸ τῆς ψυχικῆς οὐσίας(‘如灵魂实体的本性那样的’),连接到谓语 οὐδὲ γενητόν ἐστι κυρίως。
