- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:776.13-777.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用了达马斯基俄斯对亚里士多德时间定义的质疑,并通过阐明空间与时间的本质区别——即时间在生成中具有存在且绝非整个同时存立——反驳了达马斯基俄斯的批判。
καίτοι ἀεὶ ῥέοντα χρόνον ταὐτὸν ὁμολογοῦμεν, ἐν ᾧ καὶ τὴν ἀεὶ τῶν εἰδῶν μεταβολὴν γίνεσθαι καὶ τῶν οὐρανίων σωμάτων τὴν ἀεικινησίαν. ἀλλ’ ὅμως οὐκ ἐν χρόνῳ αὗται κατὰ τὸν ἀφωρισμένον.1 τοῦ γὰρ ἀεὶ γινομένου χρόνου τί ἂν ἔξωθεν εἴη νοεῖν; παράδοξον δὲ καὶ τὸ μὴ τοῦ χρόνου ὅλου τὰ μόρια χρόνον ποιεῖν.2 ἔδει γάρ, εἰ τὸ παρελθὸν καὶ ἐνεστηκὸς καὶ μέλλον χρόνου μέρη, ἢ τὸ πέρυσι καὶ τῆτες καὶ εἰς νέωτα εἰ μέρη χρόνου, καὶ τὸν ὅλον ἐξ αὐτῶν χρόνον ποιεῖν, οὗ ὄνομα τὸ ἀεί. ἄτοπον δὲ καὶ ἐκεῖνο τὸ ἀεὶ ταὐτὸν κατ’ ἀριθμὸν μὴ εἶναι ἐν χρόνῳ, διότι μὴ ῥεῖ ἡ οὐσία μηδὲ πέφυκε ῥεῖν. ἀεὶ δὲ εἶναι μόνον ὡς τὸ ἀσύμμετρόν φησι τῆς διαμέτρου πρὸς τὴν πλευράν. καίτοι εἰ τὸ πολυχρονιώτατον ἐν χρόνῳ, διὰ τί μὴ καὶ τὸ παγχρόνιον, εἴ τις ὀνομάζοι καὶ τοῦτο; διὰ τί δὲ τὸ μὲν πανταχοῦ οἷον τὸ πᾶν ἢ εἰ βούλει τὸ ὑπουράνιον πᾶν ἐν τόπῳ λέγομεν κατειληφός γε πάντα τὸν τόπον (ποῦ γὰρ ὅλον τὸ πανταχοῦ;),3 ἐπὶ δὲ τοῦ χρόνου μὴ οὕτω νοοῦμεν ἐν χρόνῳ εἶναι τῷ ὅλῳ τὸ ἀεὶ ὂν ταὐτὸν ἐν ταὐτῷ κατ’ ἀριθμόν; ὃ γάρ ἐστι πρὸς τόπον τὸ πανταχοῦ, τοῦτο πρὸς χρόνον τὸ ἀεί. διὰ τί δὲ τόπος μέν ἐστιν ἀΐδιος οἷον ἡ κοίλη τοῦ οὐρανοῦ περιφέρεια καὶ τὸ μέσον τοῦ κόσμου, κατὰ ταὐτὸν δὲ εἰπεῖν καὶ ἀριθμὸς ἀεὶ ὁ αὐτὸς οἷον ὁ τῶν ἀστέρων, χρόνος δὲ μόνος εἷς ὁ φθαρτὸς καὶ γενητός, οὗ ἔξω πλείων ἀεί; καὶ γὰρ εἰ καὶ κατὰ τὸν ἀριθμόν, ἀλλ’ οὐδὲ τοῦ ἀϊδίου ἀριθμοῦ ἔξω τις ἀΐδιος, πᾶς δὲ καὶ αὐτὸς ἀριθμός.” Ἐν δὴ τούτοις τὴν ὁμοιότητα τοῦ χρόνου πρὸς τὸν τόπον τοῦ Ἀριστοτέλους λαβόντος, καθόσον καὶ ὁ χρόνος ὁρίζει καὶ περιέχει τὸ ἐν χρόνῳ, ὥσπερ καὶ ὁ τόπος τὸ ἐν τόπῳ καὶ ὁ ἀριθμὸς τὸ ἐν ἀριθμῷ λεγόμενον, αὐτὸς ἀξιοῖ, εἰ μὴ παντὸς τόπου ἔστιν ἔξω τόπον λαβεῖν, μηδὲ παντὸς χρόνου εἶναι χρόνον ἔξω λαβεῖν. καίτοι δῆλον ὅτι διαφέρειν καὶ ὁ Ἀριστοτέλης οἴεται τὸν τόπον τοῦ χρόνου, καθόσον ὁ μὲν τόπος ἅμα ὅλος εἶναι οὐ κωλύεται, ὁ δὲ χρόνος ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι ὥσπερ καὶ ἡ κίνησις, οὐ μέντοι ὅλος ἅμα ὑφέστηκεν. εἰ οὖν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος ὥσπερ καὶ ἡ κίνησις, πῶς παράλογον τὸ μὴ εἶναι ἅμα τὸν σύμπαντα χρόνον; τοὐναντίον γὰρ ἂν ἦν παράλογον τὸ ἅμα εἶναι πᾶν τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον. εἰ οὖν μή ἐστι παράλογον τὸ μὴ εἶναι ἅμα πᾶσαν τὴν κίνησιν διὰ τὸ ῥοὴν εἶναι, οὐδὲ τὸ μὴ εἶναι ἅμα τὸν ῥέοντα χρόνον παράλογον, κἂν τὸ κοινὸν εἶδος μένῃ τῷ πάλιν καὶ πάλιν ὡς ἐπὶ τῆς κινήσεως. εἰ δὲ ἀεὶ ῥέοντα χρόνον λέγομεν, τὸ ἀεὶ οὐχ ὡς ἅμα ὑφεστὼς ἄπειρον, ἀλλὰ κατὰ τὸ ἐπ’ ἄπειρον λέγομεν. οὕτω γὰρ καὶ χρόνον καὶ κίνησιν ἀεὶ εἶναι λέγομεν ὡς μηδέποτε ἐκλείποντα, οὐχ ὡς ἅμα ὅλον ἔχοντα τὸ ἀεί. διττὸν γὰρ καὶ τὸ ἀεὶ τὸ μὲν ἅμα ὅλον ὡς τὸ αἰώνιον, τὸ δὲ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον κατὰ τὸν ἀνέκλειπτον χρόνον. ἐν τούτῳ οὖν καὶ ἡ ἀεὶ τῶν εἰδῶν μεταβολὴ γίνεται καὶ αὐτὴ ῥέουσα τῷ εἶναι, κατὰ δὲ τὸ εἶδος τῷ πάλιν καὶ πάλιν μένουσα, καὶ ἡ τῶν οὐρανίων ἀεικινησία. καὶ ὥσπερ ἡ κίνησις τῶν οὐρανίων οὐχ ἅμα ὅλη ἐστίν, οὕτως οὐδὲ ὁ μετρητικὸς αὐτῆς σύμπας χρόνος. καὶ διὰ τοῦτο τοῦ μὲν ἅμα ὅλου χρόνου ἅτε μηδὲ ὑφεστηκότος οὐκ ἔστι τι ἔξω λαβεῖν, τοῦ δὲ ἀεὶ ἐν ὑποστάσει ὄντος ἔστιν ἔξω λαβεῖν διὰ τὴν τοῦ ἀεὶ τούτου ἀνέκλειπτον ῥοήν. ἀλλ’ οὐδὲ παράδοξον οἶμαι τὸ τοῦ μὴ ὅλου ἅμα ὄντος χρόνου τὰ μόρια χρόνους ποιεῖν οἷον τὸ παρελθὸν καὶ ἐνεστηκὸς καὶ μέλλον. εἰ μὲν γὰρ ἅμα εἶναι ταῦτα τὰ μόρια ἐλέγομεν, ἄτοπον ἂν ἦν τῶν μορίων ἅμα ὄντων μὴ καὶ τὸ ὅλον ἅμα εἶναι. εἰ δὲ οὕτως ἐστὶ μέρη ὡς τοῦ μὲν οὐκέτι ὄντος τοῦ δὲ μήπω ὄντος, πῶς οἷόν τε τὸ ὅλον ἅμα εἶναι;
然而我们承认同一常流的时间,在其中既发生着诸形式的恒常变化,亦发生着天体的恒常运动。但尽管如此,按照那个界定,它们却不在时间之中。因为对于常在生成的时间,人们能在其外部设想出什么呢?而且,全部时间的各个部分不构成时间,这也是奇特的。因为如果过去、现在与未来是时间的部分,或者去年、今年与明年是时间的部分,理当从它们构成作为整体的时间,其名称正是‘常’。而且,在数目上常为同一之物不在时间之中,这也是荒谬的,仅仅因为其实体并不流动、亦无流动的自然本性;而它只是常在,正如他说对角线与边的不可通约性〔常在〕一样。然而,如果极为久远之物存在于时间之中,为何贯穿全时间之物(若有人亦如此称呼它的话)不在时间之中呢?又为何我们一方面说无处不在之物,例如全宇宙或者如果你愿意的话天界之下的全部,既然占据了全部空间便是在空间之中(因为无处不在的整体在哪里呢?),而在时间上,我们却不这样设想在数目上常在同一状态中保持同一之物是在全部时间之中呢?因为‘无处不在’对于空间而言是什么,‘常’对于时间而言也就是什么。又为何空间是永恒的,例如天的内凹周缘与宇宙的中心,并且同理数目亦常是同一的,例如诸星辰的数目,唯独时间是单一的、可毁灭且生成之物,在其外部常有更多的部分呢?因为纵使是依数目而言,在永恒数目之外亦无另一个永恒数目,而它自身就是全部数目”。 在这些论述中,亚里士多德把握了时间与空间的相似性,在于时间规定并包涵在时间之中的事物,正如空间包涵在空间之中的事物、数目包涵被称为在数目之中的事物一样;而〔达马斯基俄斯〕本人则要求,如果不能在全部空间之外取得空间,在全部时间之外亦不能取得时间。然而显然,亚里士多德亦认为空间不同于时间,在于空间无碍于整个同时存在,而时间则与运动一样在生成之中保有其存在,绝非整个同时存立。因此,若时间与运动一样在生成之中保有其存在,全部时间并非同时存在又何荒谬之有?因为相反地,凡在生成之中保有其存在之物若全部同时存在,那才是荒谬的。因此,若全部运动因其为流动而并非同时存在并不荒谬,流动的时间并非同时存在亦非荒谬,即便如同在运动中那样,共同形式通过反复而保持着。如果我们说常流的时间,我们所说的‘常’并非作为同时存立的无限,而是依向着无限的进程而言。因为我们正是依其永不匮乏而说时间和运动常在,并非依其同时拥有整个‘常’。因为‘常’亦是双重的:其一整个同时存在,如永恒之物;其二在生成之中保有其存在,依永不匮乏的时间。因此在这一时间之中,既发生着诸形式的恒常变化——其自身在存在上流动,依形式通过反复而保持——亦发生着天体的恒常运动。正如天体的运动并非整个同时存在,测度它的全部时间亦非如此。正因如此,对于整个同时存在的时间,既然它根本不存在,自然无法在其外部取得任何东西;而对于常在存立之中的时间,由于这一‘常’之永不匮乏的流动,则可以在其外部取得东西。然而我认为,并非整个同时存在的时间的各个部分构成诸时间,例如过去、现在与未来,这亦非奇特。因为如果我们曾说这些部分同时存在,那么在诸部分同时存在之时整体却不同时存在,诚然是荒谬的。但如果它们作为部分乃是一者已不存在而另一者尚不存在,整体又怎可能同时存在呢?
- 4.142κατὰ τὸν ἀφωρισμένον
阳性宾格分词 ἀφωρισμένον 作名词性使用,承接前一节中提到的对于存在于时间之中者的“界定”(ἀφορισμός)。因此应解作“按照那个界定”。语法上亦可补入省略的名词 χρόνον(“依据被限定的时间”),但结合上下文,指代亚里士多德设立的界定(ἀφορισμός)更为自然契合。
- 4.142τὸ μὴ τοῦ χρόνου ὅλου τὰ μόρια χρόνον ποιεῖν
中性单数宾格冠词 τό 使后接的不定词从句整体名词化。从句的主语为 τὰ μόρια,由属格 τοῦ χρόνου ὅλου 所修饰;不定词 ποιεῖν 的直接宾语为 χρόνον(某些抄本或校勘本作 χρόνους,辛普里丘在后文的述评中亦承袭了 χρόνους)。该句构成了达马斯基俄斯提出的质疑:“全部时间的各个部分不构成时间”。
- 4.142ποῦ γὰρ ὅλον τὸ πανταχοῦ;
省略了系动词 ἐστί 的修辞性反问句:“因为无处不在的整体在哪里呢?”达马斯基俄斯以此揭示外在包涵定义的矛盾:如果处于空间之中要求其外部仍有空间,那么占据了所有空间的宇宙整体(无处不在者)外部便无空间,从而荒谬地变成不在空间之中。
