← 辛普里丘

亚里士多德《物理学》注释

§774.32-776.13

达马斯基俄斯的时间学说及其批判性考察

辛普利基俄斯引用达马斯基俄斯《论时间》中关于时间的界定与作用的观点,在赞同其关于时间在生成中维系作用的同时,对时间是静止的原因以及全部时间在实体基底上同时存在这一主张提出了批评性考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#2

” καίτοι ἐναργῶς οἶμαι δῆλόν ἐστιν, ὅτι ἄλλο μὲν τὸ μέτρον καὶ ὁ ὅρος ἐστί, καθ’ ὃ δίπηχυ ἢ τρίπηχυ λέγομεν εἶναί τι, καὶ ἄλλο τὸ κατὰ τὸν εὐθετισμόν, καθ’ ὃ τὸ μὲν ἄνω τῶν μορίων τὸ δὲ κάτω καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερά. “ἔστιν οὖν ὁ χρόνος μέτρον τῆς τοῦ εἶναι ῥοῆς, εἶναι δὲ λέγω οὐ τοῦ κατὰ τὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐνέργειαν. καὶ θαυμαστῶς ὁ Ἀριστοτέλης εἶδέ τε τοῦ χρόνου τὴν φύσιν καὶ ἐξέφηνεν εἰπών, ὅτι καὶ τῇ κινήσει “καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου,,. ὥσπερ δὲ ἡ κίνησις οὐ κατὰ τὰ ἀμερῆ γίνεται (οὐδὲ γὰρ σύγκειται ἐκ κινημάτων οὐδὲ ἡ γραμμὴ ἐκ στιγμῶν, ἀλλὰ τὰ μὲν πέρατα καὶ τῆς γραμμῆς καὶ τῆς κινήσεως ἀμερῆ ἐστι, τὰ δὲ μέρη αὐτῶν ἐξ ὧν σύγκειται συνεχῆ ὄντα οὐκ ἔστιν ἀμερῆ ἀλλὰ μεριστά), οὕτω δὲ καὶ τοῦ χρόνου τὰ μὲν ὡς πέρατα τὰ νῦν ἀμερῆ ἐστι, τὰ δὲ ὡς μέρη οὐκέτι. συνεχὴς γὰρ ὢν ὁ χρόνος διαιρούμενα ἔχει καὶ αὐτὸς τὰ μέρη εἰς ἀεὶ διαιρετά. ὥστε κἂν ἐν συνεχεῖ ῥοῇ ᾖ ἥ τε κίνησις καὶ ὁ χρόνος, οὐκ ἔστιν ἀνυπόστατα, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· τὸ δὲ γίνεσθαι οὐ τὸ μὴ εἶναι ἁπλῶς ἐστιν, ἀλλὰ τὸ ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ εἶναι ὑφίστασθαι. ὥσπερ γὰρ ὁ αἰὼν αἴτιός ἐστι τοῦ κατὰ τὸ εἶναι μένειν ἐν τῷ ἑαυτοῦ ἑνὶ ὄντι τὸ τὴν νοητὴν διάκρισιν ὑπομεῖναν ἀπὸ τοῦ οἰκείου ἑνὸς ὄντος,1 οὕτως ὁ χρόνος αἴτιος τοῦ χορεύειν περὶ τὸ νοητὸν ἓν τοῦ εἴδους ἀπαύγασμα τὸ εἰς αἴσθησιν ἐκεῖθεν ὑπελθὸν καὶ τεταγμένην ἔχον τὴν τῆς χορείας συνέχειαν. ὡς γὰρ διὰ τὸν τόπον οὐ σύγκειται τὰ μέρη τῶν διεστώτων, οὕτω διὰ τὸν χρόνον οὐ συγχεῖται τὸ εἶναι τῶν Τρωικῶν τῷ τῶν Πελοποννησιακῶν εἶναι οὐδὲ ἐν ἑκάστῳ τὸ εἶναι τοῦ βρέφους τῷ εἶναι τοῦ νεανίσκου. καὶ δῆλον ὅτι πανταχοῦ κινήσει σύνεστιν ὁ χρόνος καὶ μεταβολῇ συνέχων ἐν τῷ γίνεσθαι τὰ ἐν τούτῳ τὴν ὕπαρξιν ἔχοντα, ὅπερ ταὐτόν ἐστι τῷ χορεύειν ποιῶν περὶ τὸ ὂν τὸ γινόμενον”. καὶ ὅτι μὲν πάντων τῶν γενητῶν καὶ πάσης γενέσεως κρατητικὸς ἐν τῷ γίνεσθαι καὶ συνεκτικὸς ὁ χρόνος ὅ τε ἀεὶ ὅ τε ποτέ, καλῶς εἴρηκεν ὁ Δαμάσκιος. τὸ δὲ ἑξῆς ὅτι “καθ’ ἑαυτὸν ἀμεταβλησίας αἴτιος ἂν εἴη τοῖς ὅσον ἐφ’ ἑαυτοῖς ἐξισταμένοις τοῦ εἶναι ὅπερ εἰσίν, ὥστε μᾶλλον ἠρεμίας ἤπερ κινήσεως ὁ χρόνος” ἔοικε μὲν εἰρῆσθαι διὰ τὴν τοῦ χρόνου πρὸς τὸν αἰῶνα ὁμοιότητα καὶ τὴν ἐν τῷ γίνεσθαι συνοχήν (ὡς γὰρ ἐκεῖνος τοῦ μένειν ἐν τῷ εἶναι αἴτιος, οὕτως ὁ χρόνος τοῦ μένειν ἐν τῷ γίνεσθαι), μήποτε δὲ οὐ προσήκει τὸ μένειν ὅλως τῷ χρόνῳ ὥσπερ οὐδὲ τὸ εἶναι τῇ γενέσει, ἀλλ’ ὥσπερ ἡ γένεσις ἀνέλιξίς τις ἐκτετραμμένη τοῦ ὄντος γέγονεν, οὕτως ἡ περὶ τὸ ὂν χορεία ἀνέλιξις τῆς ἐν τῷ ὄντι μονῆς. ἀλλὰ ταῦτα μὲν οὐ τοσοῦτον ἐμὲ θράττει λεγόμενα παρ’ αὐτοῦ, ἐκεῖνα δὲ μᾶλλον, ἅπερ καὶ ζῶν ἔτι πολλάκις πρὸς ἐμὲ λέγων οὐκ ἔπειθε, τὸ εἶναι ἅμα τὸν ὅλον χρόνον ἐν ὑποστάσει.2 τοῦτο οὖν καὶ ἐν τοῖς Περὶ χρόνου γεγραμμένοις ἐκθέμενος ἐπισκέψασθαι βούλομαι. τοῦ γὰρ Ἀριστοτέλους εἰπόντος, ὅτι ἐν χρόνῳ ἐκεῖνό ἔστιν, οὗ ἔστιν ἔξω χρόνον λαβεῖν (οὕτω γὰρ περιλαμβάνεσθαι ὑπὸ τοῦ χρόνου), ἐνιστάμενος πρὸς τοῦτο τάδε γέγραφε· “θαυμάσειε δ’ ἄν τις ἔτι μειζόνως τοῦ ἐν χρόνῳ ὄντος ἀκούσας τὸν ἀφορισμόν, ὅτι οὗ ἔστιν ἔξω χρόνον λαβεῖν (οὕτω γὰρ περιλαμβάνεσθαι ὑπὸ τοῦ χρόνου ὡς κατὰ τὴν περιοχήν) μετροῦντα καὶ ἀριθμοῦντα τὸν χρόνον ὁρῶν ἔξωθεν ὄντα τοῦ περιεχομένου ὡς τὸν τόπον. καὶ δὴ λέγει τοῦτο καὶ αὐτός. ἀλλ’ εἰ τοῦτο, πῶς πάθος τι τῆς κινήσεως ὁ χρόνος οἷον μέτρησις; ὁ γὰρ τόπος οὐ τοιοῦτος. καὶ εἰ μέτρησις, κἂν μηδὲν εἴη λαβεῖν ἔξω, μεμέτρηται καὶ ἐν χρόνῳ. παράλογον δὲ ἐπισυμβαίνει καὶ τοῦτο μὴ εἶναι χρόνον τὸν σύμπαντα χρόνον, οὐ λέγω τὸ εἶδος οἷον τὴν μορφήν, ὡς αὐτὸς ἔφη πάντα ἅμα εἶναι τὸν χρόνον, καθάπερ εἴ τις λέγοι πάντα ἅμα τὸν ἄνθρωπον εἶναι Σωκράτη, ἀλλὰ τὸν κοινὸν ἀεὶ ῥέοντα χρόνον, ὃν περιειλῆφθαι λέγει ὑπὸ τοῦ αἰῶνος.

”然而依我之见,显然清楚的是,我们据以称某物为两肘或三肘长的那种尺度与界限是一回事,而依据排列、据以判定部分之中一者在上而另一者在下、且一者在右而另一者在左的那种尺度则是另一回事。“因此,时间是存在之流动的尺度;而且我所说的存在,不仅指依实体的存在,亦指依活动的存在。亚里士多德亦以令人赞叹的方式洞察并揭示了时间的本性,他说,不仅对于运动而言,‘而且对于其他事物而言,存在于时间之中,就是它们的存在被时间所测度’。正如运动并非由不可分的部分产生(因为运动既不由孤立的动步构成,线亦不由点构成,反之,线与运动的极限固然是不可分的,但构成它们的部分本身由于是连续的,因而绝非不可分,而是可分的),同样在时间之中,作为极限的‘现在’是不可分的,但作为部分则不再不可分。因为时间既然是连续的,其自身亦具有分割为永远可分之物的部分。因而即便运动与时间皆处于连续的流动之中,它们亦绝非无实质基底,而是在生成之中保有其存在;而生成绝非单纯的不存在,而是在不同的时刻在存在的不同部分之中获得基底存立。因为正如永恒对于经受了脱离本有一的存在者的理智分离之物而言,是使其依据存在而留存于自身的一的存在者之中的原因,时间同样也是使得从那里降入感觉之中并具有整饬的舞蹈连续性的形式之光芒围绕着理智的一而舞动的原因。因为正如因着空间,相互离隔之物的各个部分不相混淆,同样因着时间,特洛伊战争诸事的存在亦不会与伯罗奔尼撒战争诸事的存在混融在一起,在个体身上婴儿的存在亦不致与青年的存在相混淆。显而易见,时间在任何地方皆伴随着运动与变化,在生成之中维系着那些在此生成中具有存有的事物,这正等同于使生成之物围绕着存在者而舞动”。对于达马斯基俄斯所言的,无论永存的时间还是暂存的时间,皆在生成之中统摄并维系着一切生成之物与一切生成,此言固然甚合事理。但紧接着所说的“就其自身而言,时间对于那些竭力脱离其所是之存在的事物而言当是不变性的原因,以致时间与其说是属于运动,不如说是属于静止”,此论似乎是因时间与永恒的相似性以及时间在生成之中的凝聚维系力而被提出的(因为正如永恒是居留于存在之中的原因,时间同样是居留于生成之中的原因);然而或许,居留全然不适于时间,正如存在不适于生成一样;相反,正如生成成了存在者外展的某种卷曲展开,围绕着存在者的舞动同样是存在者之中常住的卷曲展开。然而他在其言论中所说的这些,并未如此强烈地困扰我,更为困扰我的毋宁是另一主张——此主张他在生前即便屡次向我言及亦未能使我信服——即全部时间在实体基底上是同时存在的。因此,我希望陈述他在《论时间》著作中的论述并加以考察。因为亚里士多德曾说,存在于时间之中的事物,乃是可以在其外部取得时间的事物(因为它是依此方式被时间所包涵的),而他对此提出异议,写下了如下字句:“若有人听闻关于存在于时间之中的事物的界定,即它是‘可以在其外部取得时间的事物’(因为它是依此方式如同被包容物一样被时间所包涵),并且看到测度与数数的时间如同空间一样存在于被包涵物的外部,定会感到更为惊异。诚然,他自己亦如此主张。然而若果真如此,时间又何以是运动的某种受动状态(如同一种测量)?因为空间绝非此类事物。而且若是测量,即便外部无法取得任何东西,它亦已被测度且处于时间之中。此外还会伴随这一荒谬后果:全部时间并非时间——我所指的并非作为形态的形式,如他自己所说全部时间是同时存在的(这犹如有人说所有人同时是苏格拉底),而是指他所说被永恒所包涵的、常流的共同时间。

语法注2 条
  1. 4.142ὥσπερ γὰρ ὁ αἰὼν αἴτιός ἐστι τοῦ κατὰ τὸ εἶναι μένειν ἐν τῷ ἑαυτοῦ ἑνὶ ὄντι τὸ τὴν νοητὴν διάκρισιν ὑπομεῖναν ἀπὸ τοῦ οἰκείου ἑνὸς ὄντος

    此句中由形容词 αἴτιος 所支配的带属格冠词的不定式 τοῦ ... μένειν,其逻辑主语为宾格短语 τὸ τὴν νοητὴν διάκρισιν ὑπομεῖναν(经受了理智分离之物)。后文关于时间的平行句(οὕτως ὁ χρόνος αἴτιος τοῦ χορεύειν ... τὸ εἰς αἴσθησιν ἐκεῖθεν ὑπελθὸν ... ἀπαύγασμα)亦遵循完全相同的带宾格主语的不定式结构。

  2. 4.142τὸ εἶναι ἅμα τὸν ὅλον χρόνον ἐν ὑποστάσει

    这是一个带冠词的不定式短语,与前文主句中的宾语代词 ἐκεῖνα 构成同位语,进一步具体指明其内容。不定式 εἶναι 的逻辑主语由宾格短语 τὸν ὅλον χρόνον 充当。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:774.32-776.13