← 辛普里丘

亚里士多德《物理学》注释

§773.8-774.32

时间的自主探究与理智及感觉的四种尺度

在结束了对亚里士多德时间文本的详尽注释之后,辛普利丘转向了对时间本身本性的自主探究、初始疑难的化解以及先行哲学家观点的考察。他推导了理智领域的四种尺度(数、大小、空间、永恒)及其在感觉界的对应物(数、大小、空间、时间),并对其导师达马斯基俄斯将尺度缩减为三种的主张表示保留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.142#1

Ταῦτα μὲν οὖν ἀρκείτω πρὸς σαφήνειαν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους περὶ χρόνου λεγομένων. ἑκάστοις γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν ὑπ’ αὐτοῦ ῥηθέντων παρακολουθῶν τὴν δυνατὴν ἐποιησάμην διάρθρωσιν· ἐπειδὴ δὲ οὐ τοῦτο πρόκειται μόνον τέλος ἡμῖν τῆς φιλομαθοῦς γυμνασίας τὸ τὴν Ἀριστοτέλους δόξαν ἥτις ποτέ ἐστι περὶ χρόνου μαθεῖν ἀλλὰ μᾶλλον τί ποτέ ἐστιν ὁ χρόνος καταμαθεῖν1 (οὕτω γὰρ οἶμαι καὶ τῶν Ἀριστοτέλους ἐννοιῶν τῶν περὶ χρόνου ἐγγυτέρω γενησόμεθα), τοῦτο συντόμως διευκρινήσωμεν. μετὰ δὲ τοῦτο καὶ τῶν περὶ χρόνου φιλοσοφησάντων τὰς ἐννοίας ἐπισκεψώμεθα· τοῦ δὲ Ἀριστοτέλους ἐν ἀρχῇ τοῦ λόγου δριμέως ἐπιχειρήσαντος εἰς τὸ μὴ εἶναι2 τὸν χρόνον καὶ τὰ ἐπιχειρήματα μὴ λύσαντος ἐκεῖνα, καλῶς ἂν ἔχοι πρὸς τῷ τέλει καὶ αὐτὰ διαλῦσαι κατὰ τὸ δυνατόν· τέλος γὰρ οὐκ ἂν ἄλλως ὁ περὶ χρόνου λόγος ἀπολαμβάνοι. ἡ μὲν οὖν ἑνιαία καὶ ἡνωμένη φύσις ἐν ἁπλότητι μένουσα πάσης διακρίσεως ὑπερανέχει. καὶ ἡ μὲν ἕν ἐστιν, ἡ δὲ κεκράτηται τῷ ἑνὶ ὀλίγον τι τοῦ ἑνὸς παραλλάξασα πρὸς τὸ ἓν ὂν εἶναι. καὶ οὐδὲ τὸ εἶναι τοῦ ὄντος ἐκεῖ διακέκριται. ὅπου δὲ ὡς ἡνωμένοις ὅλως ἀνεφάνη διάκρισις, ἐκεῖ καὶ πλῆθος ἀνεφάνη μετὰ τοῦ ἑνὸς καὶ ὅλον καὶ μέρη γέγονε, καὶ τῶν ἐνθάδε ἄλλων ἀλλαχοῦ διαστάντων προϋπογραφή τις ἐξέλαμψε, καὶ τὸ εἶναι ἄλλο γέγονε παρὰ τὸ ὄν. ὅπου δὲ διάκρισις ὁπωσοῦν, εὐθὺς ἔδει καὶ μέτρον εἶναι τῆς διακρίσεως, ἵνα μὴ τοῦ ἑνὸς ἐκστάντα πρὸς ἀοριστίαν ὑπενεχθῇ. διὸ τὸ μὲν πλῆθος ἐμετρήθη τῷ ἀριθμῷ, ἵνα μὴ ἀνάριθμον καὶ ὄντως ἄπειρον καὶ ἀόριστον ᾖ, ἡ δὲ κατὰ συνέχειαν διάστασις ἐμετρήθη μεγέθους ὅρῳ, καθ’ ὃν τοσόνδε τι, καὶ τὸ συνεχὲς ὥσπερ τὸ διωρισμένον γενόμενον ἔστησε τὴν ἐπ’ ἄπειρον ἔκστασιν. ὁμοίως δὲ καὶ ἡ τῶν μερῶν ἄλλου ἀλλαχοῦ διάκρισις εὐθετισμοῦ καὶ τάξεως ἐδεήθη τῆς τοπικῆς. καὶ ταῦτα μὲν τῆς κατὰ τὴν οὐσίαν καὶ τὸ ὂν διακρίσεώς ἐστι τὰ μέτρα. ἐπειδὴ δὲ καὶ τὸ εἶναι τοῦ ὄντος ὡς ἐν ἐκείνοις διεκρίθη οἷον βίος τις τοῦ ὄντος γενόμενον παρατεταμένος, ἔμεινε δὲ ὅμως ἐν τῷ ἑνὶ ὄντι, διότι καὶ ἡ ἐνέργεια ἐν τῇ οὐσίᾳ (τῇ γὰρ οὐσίᾳ ἐστὶν ἐνέργεια τὰ ἐκεῖ, ὡς καὶ Ἀριστοτέλης ἐνθέως θεασάμενος ἀνεφθέγξατο), μέτρον ἔσχε κατὰ τοῦτο τὸν αἰῶνα συνάγοντα τὴν τοῦ εἶναι παράτασιν εἰς τὴν ἀκίνητον ἐν τῷ ἑνὶ ὄντι μονήν. καὶ οὕτως μὲν τῆς νοητῆς τετραχῇ γενομένης διακρίσεως τὰ τέτταρα ταῦτα ἀνεφάνη μέτρα ἀριθμὸς μέγεθος τόπος αἰών· τὸ δὲ αἰσθητὸν ἀπὸ τοῦ νοητοῦ προελθὸν καὶ τὸ γενητὸν ἀπὸ τοῦ ὄντος κατ’ ἐκτροπήν τινα καὶ παράλλαξιν (οὐ γὰρ ἔμεινεν ἐν ὑφειμένοις τοῦ ὄντος μέτροις, ἀλλὰ τῷ μὴ ὄντι συνανεφύρη ἀγαπῆσαν πρὸς τὸ ὁπωσοῦν εἶναι τὴν ἀπὸ τοῦ ὄντος ἐν τῷ μὴ εἶναι παράχρωσιν· διὸ καὶ εἰκὼν ὑπέστη τοῦ ὄντος τὸ γινόμενον) εἰκότως οὖν καὶ τὴν διάκρισιν οὐκ εἰδητικὴν ἔσχεν ὥσπερ ἐκεῖ ἑκάστου μὴ μόνον ἡνωμένου τοῖς ἄλλοις πᾶσιν, ἀλλὰ καὶ ὄντος ὅπερ τὰ ἄλλα. παθητικὴν δὲ μᾶλλον τὴν διάκρισιν ἡ γένεσις ἀνεδέξατο ἀπὸ τῆς ἀμερίστου φύσεως εἰς μερισμὸν ὑπελθοῦσα· καὶ διὰ τοῦτο ὁ μὲν τοῦ πλήθους ἐκεῖ διορισμὸς ἐνταῦθα διασπασμὸς γέγονεν, ἡ δὲ ἐκεῖ συμφυὴς ὁλότης ἐνταῦθα διεστῶσα συνεχῶς ποσότης ἔνυλος ἀναπέφανται· καὶ ἡ τῶν μερῶν ἐκεῖ διάκρισις ἐνταῦθα ἄλλων ἀλλαχοῦ διάρριψις ἀπετελέσθη. οὕτω δὲ καὶ ἡ τοῦ εἶναι παράτασις εἰδητικῶς ἐκεῖ διακριθεῖσα τοῦ ὄντος, μείνασα δὲ ἐν τῷ ἑνὶ ὄντι καθ’ ὑπόστασιν, ἐνταῦθα παρετάθη καθ’ ὕπαρξιν ἐν κινήσει τῇ γενεσιουργῷ τὸ εἶναι λαχοῦσα. τοιγαροῦν καὶ τὰ μέτρα τῶν παθητικῶν διακρίσεων γενητὴν ἔσχε καὶ αὐτὰ τὴν ὑπόβασιν ἀριθμός τε ταῖς μονάσι διεσπασμένος καὶ μεγεθικὸν μέτρον διεστὼς καὶ τόπος συμμεμερισμένος καὶ χρόνος ῥέων τε καὶ τῷ προτέρῳ καὶ ὑστέρῳ διωρισμένος. καὶ οὕτω δή τι καὶ ταῦτα τῆς γενέσεως μετέσχεν, ὡς καὶ αὐτὰ δοκεῖν μέτρων προσδέεσθαι. καὶ γὰρ ὁ ἀριθμὸς ὁ ἐνταῦθα ἠριθμῆσθαι δοκεῖ καὶ τὸ μεγεθικὸν μέτρον οἷον ὁ πῆχυς μεμετρῆσθαι καὶ τὰ τοῦ τόπου μέρη τάξεως καὶ αὐτὰ καὶ εὐθετισμοῦ καὶ τοπισμοῦ δεῖσθαι καὶ ὁ χρόνος ἐν χρόνῳ εἶναι, ὡς προϊόντες εἰσόμεθα· παραιτοῦμαι δὲ ἐνταῦθα τὸν ἐμαυτοῦ καθηγεμόνα Δαμάσκιον οὐ τέτταρα βουλόμενον εἶναι τὰ μέτρα ἀλλὰ τρία3 ἀριθμὸν καὶ τόπον καὶ χρόνον ἐν τοῖς Περὶ ἀριθμοῦ καὶ τόπου καὶ χρόνου γεγραμμένοις αὐτῷ συγγράμμασιν· “ὥσπερ γὰρ τοῦ πλήθους ὁ ἀριθμὸς μέτρον, οὕτως τοῦ μεγέθους, φησίν, ὁ τόπος.

那么,为了澄清亚里士多德关于时间所说的内容,以上所述便已足够。因为我从头到尾跟随他所说的每一句话,尽最大可能作出了详尽的梳理。然而,摆在我们求知操练面前的目的,不仅在于了解亚里士多德关于时间的见解究竟为何,而更在于彻底领会时间究竟为何(因为我认为,这样我们也将更加贴近亚里士多德关于时间的概念),故让我们对此作一简要的阐明。在此之后,我们也将考察那些曾就时间进行哲学探讨者们的思想;并且,由于亚里士多德在论述之初曾敏锐地论证时间并不存在,却没有化解那些论证,因而在末尾尽力化解它们本身亦将是合宜的;因为否则的话,关于时间的论述就无法达成其圆满的归宿。  因此,单一且统一的本性居于单纯性之中,超越了一切分离。其中一者便是“一”本身,而另一者则受“一”的统治,为了成为“一的存在”而稍稍偏离了“一”;并且在那里,甚至存在的存在(是)也未曾被分离。然而,在作为统一之物整体上显现出分离之处,在那里不仅伴随着“一”显现出了多量,而且整体与部分也得以生成,在此地各处离隔的事物的某种预先描画也放射出光芒,且存在(是)也成了有别于存在者的另一事物。但是,在以任何方式存在分离之处,便立即也必须有分离的尺度,以免它们脱离“一”而滑向无定。因此,多量被数所测度,免得它不可数且成为真正无限定与无定之物;而连续之中的延展则被大小的界限所测度,依此界限它是如此之大,且连续物由于变得如同被限定者一样,便遏止了滑向无限的偏离。同样,部分在各处的相异分离,亦需要空间的位置排列与秩序。这些乃是依据实体与存在者的分离之尺度。但是,既然在那些领域中存在的存在(是)亦如同成为存在者的某种持续生命一般被分离,然而却依然存留在“一的存在”之中,因为活动亦在实体之中(正如亚里士多德带着神性灵感洞察并宣告的那样,那里的诸事物乃是实体的活动),故依此它拥有了永恒作为其尺度,将存在的持续凝聚于在“一的存在”之中的不动常住之内。如此,既然理智的分离以四重方式生成,这四种尺度便显现了出来:数、大小、空间、永恒。  然而,从理智者发源的感觉者,以及因某种偏离与歧出而从存在者发源的生成者(因为它并未留存在存在者较低的尺度之内,而是与非存在相混杂,为了以任何方式存在而爱恋着从存在者投射于非存在之中的色彩;因此生成之物便作为存在者的摹象而存立)——自然地,它亦未能拥有如同那里的形式上的分离,在那里每一事物不仅与所有其他事物合一,而且亦是其他事物本身。相反,生成由于从不可分本性沦入可分状态,便以受动的方式承受了分离。为此之故,多量在那里的限定,在当地便成了撕裂;那里生机一体的完整性,在当地便显现为持续离隔的质料性数量;而那里各部分的相异分离,在当地便成了在各处的四散抛掷。同样,在那里形式上从存在者分离出来、却在实体基底上依然居于“一的存在”之中的存在的持续,在当地则在存有中被延展,并在产生生成的运动中获得了其存在。因此,受动性分离的诸尺度本身亦具有了生成的退化:通过单位而被撕裂的数、离隔的大小尺度、被分割的空间,以及流动且依先行与后续而被限定的时间。而且这些尺度也如此深地分有了生成,以致它们自身似乎也需要尺度。因为当地的数似乎已被数过,尺等大小尺度似乎已被测量,空间的各部分自身似乎亦需要秩序、排列与位置化,而时间似乎存在于时间之中,正如我们继续前行便会知晓的那样。然而,在此我却不能苟同我的导师达马斯基俄斯,他在其题为《论数、空间与时间》的著作中,主张尺度不是四个而是三个,即数、空间与时间;因为他说:“正如数是多量的尺度,空间同样是大小的尺度。”

语法注3 条
  1. 4.142ἐπειδὴ δὲ οὐ τοῦτο πρόκειται μόνον τέλος ἡμῖν τῆς φιλομαθοῦς γυμνασίας τὸ τὴν Ἀριστοτέλους δόξαν ἥτις ποτέ ἐστι περὶ χρόνου μαθεῖν ἀλλὰ μᾶλλον τί ποτέ ἐστιν ὁ χρόνος καταμαθεῖν

    带冠词的不定词短语 τὸ ... μαθεῖν ἀλλὰ μᾶλλον ... καταμαθεῖν 与指示代词 τοῦτο 构成同位语,进一步阐明摆在他们面前的“目的”(τέλος)的具体内容。

  2. 4.142καὶ ἡ μὲν ἕν ἐστιν, ἡ δὲ κεκράτηται τῷ ἑνὶ ὀλίγον τι τοῦ ἑνὸς παραλλάξασα πρὸς τὸ ἓν ὂν εἶναι.

    承接前文的 ἡ μὲν οὖν ἑνιαία καὶ ἡνωμένη φύσις,这里的 καὶ ἡ μέν 与 ἡ δέ 构成了两个形而上学层级(“一”本身与统一的存在/理智)的对比。分词 παραλλάξασα 表示样态或情状(“从一稍有偏离”),而 πρὸς τὸ ἓν ὂν εἶναι 则引出目的或趋向(“以成为一的存在”)。

  3. 4.142παραιτοῦμαι δὲ ἐνταῦθα τὸν ἐμαυτοῦ καθηγεμόνα Δαμάσκιον οὐ τέτταρα βουλόμενον εἶναι τὰ μέτρα ἀλλὰ τρία

    动词 παραιτοῦμαι 接宾格 τὸν ἐμαυτοῦ καθηγεμόνα Δαμάσκιον,为表示委婉谢绝或在尊重的前提下表示异议的惯用表达法(“在此我恕难苟同我的导师达马斯基俄斯”)。分词 βουλόμενον 则修饰达马斯基俄斯,说明其理论主张(即主张尺度为三而非四)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:773.8-774.32