- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:771.26-773.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘分析了关于同一性与相异性的两种准则(按属、种、数的传统准则与按共同述词之属差的准则)之间的区别,并阐明亚里士多德之所以将同时存在的“现在”或时间称为同一,是因为它们并不以“现在”的固有属差相异。
ἢ ἐπὶ μὲν τούτου1 γένει λέγομεν καὶ εἴδει τὰ αὐτὰ καὶ ἕν, ὧν τὸ αὐτὸ γένος καὶ εἶδος κατηγορεῖται, ὡς ἄνθρωπος καὶ ἵππος γένει ἕν, ὅτι ἄμφω ζῷα· εἴδει δὲ Σωκράτης καὶ Πλάτων, ὅτι ἄνθρωποι ἄμφω. ἀριθμῷ δὲ τὸ αὐτὸ καὶ ἕν, οὗ μονὰς κατηγορεῖται ἡ αὐτὴ καὶ μία. ἐπὶ δὲ τοῦ νῦν παραδοθέντος κανόνος, ἐάν τινων δυεῖν ἢ πλειόνων τὸ αὐτὸ ὄνομα κατηγορῆται, ταὐτὰ μὲν λέγεται κατ’ ἐκεῖνο, ὅταν μὴ διαφέρῃ ταῖς ἐκείνου διαφοραῖς, διάφορα δέ, ὅταν διαφέρῃ. τὸ γὰρ ἰσόπλευρον καὶ τὸ σκαληνὸν τρίγωνον σχήματα μὲν τὰ αὐτά ἐστιν, ὅτι οὐ διαφέρει ταῖς διαιρούσαις τὸ σχῆμα διαφοραῖς (αὗται δέ εἰσι τὸ εὐθύγραμμον καὶ περιφερόγραμμον καὶ μικτὸν εἰ βούλει), ἄμφω γὰρ τὰ τρίγωνα εὐθύγραμμά ἐστιν, ἢ ἐκ τριῶν εὐθειῶν συνέστηκε· τρίγωνα μέντοι οὐ τὰ αὐτά ἐστιν, ἀλλὰ διάφορα, ὅτι τριγώνου διαφοραῖς διενήνοχε τῷ ἰσοπλεύρῳ καὶ ἰσοσκελεῖ καὶ σκαληνῷ· ταύταις γὰρ διαιρεῖται τὸ τρίγωνον. ὥστε καὶ τῶν ἐν τῷ προτέρῳ κανόνι τῶν αὐτῶν λεγομένων κατὰ γένος καὶ κατ’ εἶδος οἷον τῶν τριγώνων ἐνταῦθά τις εὕρηται διαφορά, διότι ἐκεῖ μὲν ἡ ταυτότης κατὰ τὴν τοῦ κοινοῦ γένους ἢ εἴδους ἐλέγετο μέθεξιν καὶ ἡ διαφορὰ κατὰ τὴν ἄλλου καὶ ἄλλου εἴδους ἢ γένους, ἐνταῦθα δὲ ἡ μὲν ταυτότης κατὰ τὸ ἐν τῇ αὐτῇ διαφορᾷ τοῦ κοινῶς κατηγορουμένου περιέχεσθαι. τρίγωνα γὰρ τὰ αὐτὰ τὰ ἰσόπλευρα πάντα λέγομεν καὶ ζῷα τὰ αὐτὰ τὰ λογικά, ἡ δὲ κατά τι ἑτερότης, ὅταν κατὰ τὰς διαφορὰς τοῦ κοινῶς κατηγορουμένου διαφέρῃ. τὸ γὰρ ἰσόπλευρον τοῦ σκαληνοῦ ὡς τρίγωνον τριγώνου διαφέρει, ὅτι ταῖς τοῦ τριγώνου διαφοραῖς διαφέρουσιν ἀλλήλων· ὥστε ἐκεῖ μὲν ἡ ταυτότης καὶ ἑτερότης κατὰ τὸ γένος ἦν καὶ τὸ εἶδος, ἐνταῦθα δὲ κατὰ τὰς διαφοράς. μήποτε δὲ καὶ κατὰ τὸ εἶδος εὐθύς·2 αἱ γὰρ ἕτεραι διαφοραὶ μετὰ τοῦ αὐτοῦ γένους ἕτερα καὶ τὰ εἴδη ποιοῦσιν. Ἐκ δὴ τῶν εἰρημένων οἶμαι φανερὸν γέγονεν, ὅπως ὁ Ἀριστοτέλης τὸ νῦν τὸ κατὰ τὸν ἐνεστῶτα, κἂν διάφορα ᾖ τὰ ἐν αὐτῷ, τὸ αὐτό φησιν εἶναι ὡς μὴ διαφέρον ταῖς τοῦ νῦν διαφοραῖς, ὡς τό γε πρότερον καὶ ὕστερον διαφέροντα ταῖς τοῦ νῦν διαφοραῖς οὐκέτι τὰ αὐτά εἰσι νῦν, ὥσπερ τὰ μὲν ἰσόπλευρα καὶ τὰ ἰσοσκελῆ οὐκ ἔστι τὰ αὐτὰ τρίγωνα, ὅτι διαφέρει ταῖς τοῦ τριγώνου διαφοραῖς, τὰ δὲ ἰσόπλευρα τὰ αὐτά, ὅτι μὴ διαφέρει τριγώνου διαφοραῖς. καίτοι τῷ ἀριθμῷ καὶ ταῦτα διενήνοχεν οὐχ ὡς ἀριθμοῦ διαφοραῖς διαφέροντα, ἀλλ’ ὡς κατὰ μονάδας διωρισμένα.3 εἰ δὲ καὶ αἱ μονάδες μηδεμιᾷ διαφορᾷ διαφέρουσιν ἀλλήλων τῷ μηδὲν ἄλλο εἶναι ἢ μονάδες ὥσπερ αἱ τοῦ μοναδικοῦ ἀριθμοῦ μονάδες, οὐκ ἂν οὐδ’ ἀριθμῷ λέγοιντο διαφέρειν ἀλλήλων. Σωκράτης μὲν γὰρ καὶ Πλάτων τῷ γένει καὶ τῷ εἴδει οἱ αὐτοὶ λεγόμενοι, ὅτι καὶ ζῷα ἄμφω καὶ ἄνθρωποι, τῷ ἀριθμῷ διαφέρειν ἀλλήλων λέγονται, ὅτι διάφοροι μονάδες εἰσὶ συμβεβηκόσι πολλοῖς διαφέρουσαι, εἴπερ ὁ μὲν Σωφρονίσκου καὶ Φαιναρέτης υἱὸς ἦν, ὁ δὲ Ἀρίστωνος καὶ Περικτιόνης. καὶ ὁ μὲν σιμὸς προγάστωρ ἐξόφθαλμος, ὁ δὲ εὐρὺς πλατὺς τὸ σῶμα καὶ εὐόφθαλμος, καὶ ὁ μὲν διδάσκαλος Πλάτωνος, ὁ δὲ μαθητὴς Σωκράτους· καὶ κατὰ τὰς τῶν πράξεων διαφοράς. καὶ αἱ τῶν νῦν οὖν μονάδες τῶν κατὰ τὸ ἐνεστὼς λαμβανομένων, καθόσον μὲν ὡς νῦν λαμβάνονται, ἀδιάφοροι καὶ αἱ αὐταί εἰσιν, ὡς ἐν τῷ μοναδικῷ ἀριθμῷ μονάδες, εἰ δέ τις μετὰ τῶν ὑποκειμένων αὐτὰς ἰδὼν συμβεβηκότων διαφορὰς προσλογίζοιτο, διαφέρειν ἂν λέγοι τῷ ἀριθμῷ· τὸ μέντοι πρότερον καὶ ὕστερον νῦν ταῖς τοῦ εἴδους τοῦ νῦν διαφοραῖς διενηνόχασιν. ὥστε ὅταν τὰ νῦν τὰ αὐτὰ λέγῃ ὁ Ἀριστοτέλης ἢ τὸν χρόνον, ἐν οἷς φησι “καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα” καὶ ἐν ἄλλοις “ὁ αὐτὸς δὲ χρόνος ὁ ἴσος καὶ πᾶς ἅμα, εἴδει δὲ εἷς καὶ ὁ μὴ ἅμα,” δῆλον ὅτι τὸν αὐτὸν καὶ ἕνα λέγει τὸν μὴ διαφέροντα ταῖς τοῦ νῦν διαφοραῖς· καὶ χρόνος δὲ τοιοῦτος ὁ ἀεὶ ἐνεστὼς ἴσος. ὁ δὲ πρότερος καὶ ὕστερος εἴδει μόνον εἷς ἐστιν, οὐχ ὅτι ταῖς τοῦ αὐτοῦ εἴδους διαφοραῖς διενηνόχασιν (οὕτως γὰρ οὐκ ἂν ἤστην εἷς καὶ ὁ αὐτός), ἀλλ’ ὅτι τοῦ αὐτοῦ εἴδους οἷον τοῦ νῦν ἢ τοῦ χρόνου μετέχουσι.
或者[可以说],在前一种[通常的准则]中,凡是被述说以相同的属和种的事物,我们称之为在属和在种上同一且为一,正如人和马在属上为一,因为二者都是动物;而在种上苏格拉底和柏拉图为一,因为二者都是人。而在数上同一且为一的,则是被述说以同一且唯一的单位的事物。然而在当下所传授的准则中,若有相同的名称述说于两个或更多事物之上,只要它们不以那者的属差相异,就被称为在那方面是同一的;而当它们相异时,就被称为是相异的。因为等边三角形和不等边三角形是相同的图形,因为它们并不以划分图形的诸属差相异(这些属差乃是直线构成的、曲线构成的,若你愿意,还有混合的),因为这两个三角形都是由直线构成的,或者说由三条直线组成的;然而作为三角形,它们却不是相同的,而是相异的,因为它们以三角形的诸属差——等边、等腰和不等边——彼此相异;因为三角形正是被这些属差所划分的。因此,即便在先前的准则中被按属和按种称为同一的事物(例如诸三角形)之间,在这里也发现了一种相异性,因为在那里同一性是按照对共同的属或种的分有而言的,相异性则是按照相异的种或属而言的;而在这里,同一性则是按照被包含在共同被述说者的同一属差之中而言的。因为我们把一切等边三角形称为相同的三角形,把有理性者称为相同的动物;而在某种意义上的相异性,则发生在事物按照共同被述说者的诸属差相异之时。因为等边三角形之所以与不等边三角形相异正如三角形与三角形相异,是因为它们以三角形的属差彼此相异;因此在那里同一性与相异性是按照属和种而言的,而在这里则是按照属差而言的。或者也可以说这直接就是按照种而言的;因为伴随同一之属的相异属差,亦造成了相异的种。 由上述诸点,我认为已经清楚表明:亚里士多德如何将依当下的“现在”,即使其中的事物是相异的,亦称之为同一的,因为它们并不以“现在”的属差相异,正如先前者与后续者因以“现在”的属差相异而不再是相同的“现在”一样;这恰如等边三角形与等腰三角形因以三角形的属差相异而不是相同的三角形,而[诸]等边三角形则因不以三角形的属差相异而是相同的。尽管这些在数上也互有差异,但并不是作为以数的属差相异而相异,而是作为按照单位被限定者而相异。然而,如果这些单位也因无非只是单位而像纯粹数的单位那样并不以任何属差彼此相异,它们甚至也不会被称为在数上彼此相异。因为苏格拉底与柏拉图虽然因二者皆是动物和人而在属和种上被称为同一,但却被称为在数上彼此相异,因为他们是通过诸多偶性而相异的不同单位,既然前者是索弗罗尼斯科与淮纳瑞忒之子,而后者是阿里斯同与佩里克提俄涅之子;并且前者是塌鼻、大腹、突眼的,而后者是身躯宽阔硕大、双目俊美的;前者是柏拉图的老师,而后者是苏格拉底的学生;而且还依据行动的诸差异而相异。因此,按照当下而被领会的诸“现在”的单位,只要作为“现在”被领会,也是无差别的并且是同一的,犹如纯粹数中的单位一样;但若有人结合其底层载体来看待它们并计入偶性的相异,便会称它们在数上是相异的。然而先前和后延的“现在”则是以“现在”之种的诸属差彼此相异的。因此,当亚里士多德在说“并且在各处同时是同一的”,以及在别处说“同一的时间乃是相等且全体同时的时间,而不同时的时间在种上也为一”而将诸“现在”或时间称为“同一的”之时,显然他是将不以“现在”的诸属差相异者称为同一且为一的;而始终在当下相等的也是这样的时间。但先前和后延的时间仅仅在种上为一,这并不是因为它们以同一之种的属差相异(因为那样它们就不是一和同一的了),而是因为它们分有同一之种,例如分有“现在”或时间。
- 4.141ἢ ἐπὶ μὲν τούτου
句首连词 ἢ 用于引出对上一节末尾所提问题(τίνι διαφέρει ὁ κανὼν οὗτος...)的回答。ἐπὶ μὲν τούτου(指上一句所提的通常准则)与下文的 ἐπὶ δὲ τοῦ νῦν παραδοθέντος κανόνος(亚历山大提出的新准则)形成对比。
- 4.141μήποτε δὲ καὶ κατὰ τὸ εἶδος εὐθύς
μήποτε 与省略的系词连用,是一种表示审慎推测或修正补充的习惯用法(“或者亦可说……”)。针对前句同一性与相异性“依据属差”(κατὰ τὰς διαφοράς)的论断,此处以同一之属结合相异属差即构成相异之种(αἱ γὰρ ἕτεραι διαφοραὶ... ἕτερα καὶ τὰ εἴδη ποιοῦσιν)为由,补充指出该准则实际上也可以直接视为是依据种的。
- 4.141οὐχ ὡς ἀριθμοῦ διαφοραῖς διαφέροντα, ἀλλ’ ὡς κατὰ μονάδας διωρισμένα
οὐχ ὡς ... ἀλλ’ ὡς 与分词(διαφέροντα / διωρισμένα)构成的相关结构,前者表示被否定的视角,后者表示被肯定的视角。它精确地表明:诸等边三角形在数上被说成相异时,并非以偶、奇等“数的固有属差”而相异,而仅仅是作为按各自的“单位(单子)被限定”而相异。
