- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:770.9-771.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了《物理学》第四卷结尾处的引文(224a2),阐明了亚里士多德重述时间同一性论证的原因,并引用了亚历山大根据固有属差(diaphora)来判定事物同一性与相异性的准则。
" Λέγεται δὲ ὀρθῶς ἕως τοῦ τέλους." Τὸ μὲν λεγόμενον τοῦτό ἐστιν, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ὥσπερ ἀριθμὸς ὁ αὐτός ἐστι τῶν ἴσων καὶ διαφερόντων ἀριθμῶν οἷον ἑπτὰ ἵππων καὶ ἑπτὰ κυνῶν ἡ ἑβδομάς, οὕτω καὶ ὁ χρόνος ἀριθμὸς καὶ αὐτὸς ὢν εἷς καὶ ὁ αὐτός ἐστι τῶν διαφερουσῶν καὶ ἅμα οὐσῶν κινήσεων. τέθεικε δὲ αὐτὸ πάλιν οὐχ ὅτι περιττολογεῖν εἴωθεν ὁ Ἀριστοτέλης, ἀλλ’ ἅμα μὲν ἀκριβέστερον ἐπιχειρεῖ περὶ αὐτοῦ διαρθρῶσαι πολλὴν ἔνστασιν ἔχοντος,1 ἅμα δὲ καὶ τοῦτο τοῖς ἀπὸ τῶν ἄλλων συμφωνουμένοις συνέταξε· πρόδηλον γὰρ δοκεῖ ὅτι ὁ αὐτὸς ἀριθμός ἐστι τῶν ἑπτὰ κυνῶν, κἂν διαφέρῃ ταῦτα κατὰ τὸ ὑποκείμενον. τεκμαίρομαι δ’ ὅτι καὶ ἀπὸ τοιαύτης ἐννοίας τὰ αὐτὰ πάλιν ἀνέλαβε καὶ ἐκ τοῦ λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτή, οὐδὲ δέκα τὰ αὐτά. “διδάσκει δὲ ἡμᾶς, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτων, τίνι χρὴ κρίνειν τῶν ὑπό τι ταὐτὸν ὄντων τὰ διαφέροντα ἀλλήλων καὶ τὰ ταὐτά·2 ὅσα μὲν γὰρ μὴ διαφέρει οἰκείᾳ διαφορᾷ τούτου, καθὸ λέγεται τάδε τινά, ταῦτα τὰ αὐτά ἐστιν ἀλλήλοις κατὰ τοῦτο· ὅσα δὲ διαφέρει οἰκείᾳ διαφορᾷ ἐκείνου, ἕτερα κατὰ τοῦτο. τὸ γὰρ τρίγωνον τὸ ἰσόπλευρον καὶ τὸ ἰσοσκελὲς ἔστι μὲν καὶ σχήματα, ἔστι δὲ καὶ τρίγωνα. ἀλλὰ σχήματα μὲν τὰ αὐτά ἐστιν ἀλλήλοις, ἐπεὶ μὴ διαφέρει προσεχῶς σχήματος διαφορᾷ· σχήματος γὰρ διαφοραὶ εὐθύγραμμον καὶ περιφερόγραμμον. τὰ δὲ τρίγωνα πάντα ὑπὸ τὴν αὐτὴν τοῦ σχήματος διαφορὰν τέτακται· εὐθύγραμμα γάρ ἐστι καὶ ἔτι μέντοι ὑπὸ τριῶν εὐθειῶν περιέχεται. τρίγωνα μέντοι οὐκέτι τὰ αὐτά· τριγώνου γὰρ διαφορᾷ διαφέρει ἀλλήλων. τοῦ γὰρ τριγώνου καθὸ τρίγωνον διαφορὰ τὸ ἰσόπλευρον καὶ ἰσοσκελὲς καὶ τὸ σκαληνόν. καὶ ὁ ἀριθμὸς δὴ τῶν ἴσων κατ’ ἀριθμὸν οὐ διαφέρων ἀριθμοῦ διαφορᾷ ὁ αὐτὸς κατ’ ἀριθμόν ἐστιν οἷον ἡ προβάτων καὶ κυνῶν ἑβδομάς· ἀριθμοῦ μὲν γὰρ διαφορὰ τὸ περιττὸν καὶ ἄρτιον, καὶ τούτων ἑκατέρου τὸ ἐκ τόσων ἢ τόσων μονάδων. ὁ δὲ ἑπτὰ ἐφ’ ὧν ἂν λέγηται ὁ αὐτὸς καὶ ἀδιάφορος ἀριθμός ἐστι κατὰ τὸ εἶναι ἀριθμός. τὰ μέντοι ἀριθμούμενα οἷον τὰ ἑπτὰ πρόβατα καὶ οἱ ἑπτὰ κύνες καὶ ἡ κατ’ αὐτὰ ἑβδομὰς οὐχ ἡ αὐτή· ἄλλα γὰρ τὰ πρόβατα καὶ ἄλλοι οἱ κύνες, ἅπερ ἦν ἀριθμούμενα. οὕτω δὲ καὶ ἄνθρωπος καὶ ἵππος οὐσίαι μὲν αἱ αὐταί (οὐ γὰρ διαφέρουσιν ἀλλήλων οὐσίας διαφορᾷ· οὐσίας γὰρ διαφοραὶ ἔμψυχον καὶ ἄψυχον, καὶ ἔστι τὰ εἰρημένα ᾗ ἔμψυχα οὐσία), ζῷα μέντοι οὐ τὰ αὐτά, ἐπεὶ ζῴου διαφορᾷ διαφέρουσιν ἀλλήλων. τὸ γὰρ λογικὸν καὶ ἄλογον ζῴου διαφοραί. καὶ πάλιν Πλάτων καὶ Σωκράτης καθὸ ζῷα οἱ αὐτοί, ἐπεὶ μὴ διαφέρουσιν ἀλλήλων ζῴου διαφορᾷ, ἄνθρωποι μέντοι οὐχ οἱ αὐτοί· καθ’ ἃ γὰρ ἄνθρωποι διαφέρειν ἀλλήλων πεφύκασι, κατὰ ταῦτα καὶ οὗτοι διαφέρουσιν ἀλλήλων. ὁμοίως δὴ καὶ τὰ δέκα πρὸς τὰ δέκα ἔχει· ἀριθμὸς μὲν ὁ αὐτός (οὐ γὰρ ἀριθμοῦ διαφορᾷ διαφέρει τὰ δέκα τῶν δέκα· ἄρτια γάρ, ἀλλ’ οὐδὲ ἀρτίου ἀριθμοῦ διαφορᾷ διαφέρει, ἥτις εἴη ἂν κατὰ τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων μονάδων συγκεῖσθαι), τὰ μέντοι ὑποκείμενα αὐτοῖς καὶ ὧν κατηγορεῖται, ταῦτα δέ ἐστι τὰ ἀριθμούμενα, ἕτερα ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, διὸ οὐκέτι δεκὰς ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά· ἀμφοτέρως γὰρ λέγεται τὰ ἠριθμημένα.3 καὶ ὁ χρόνος δὴ ὁ ἐνεστὼς πανταχοῦ ὁ αὐτός· οὐ γὰρ διαφέρει χρόνου διαφοραῖς ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ἅμα ὤν. χρόνου γὰρ διαφοραὶ μόναι ὁ παρῳχηκὼς καὶ ὁ μέλλων. οὐ γὰρ αἱ τοῦ χρόνου διαφοραὶ κατὰ τὰς τῶν κινήσεων διαφοράς· οὐ γὰρ ὡς ἄλλην καὶ ἄλλην ἀριθμοῦμεν τὰς ἅμα οὔσας. κινήσεις μέντοι οὐχ αἱ αὐταὶ ὧν ἀριθμὸς ὁ χρόνος, ἐὰν ἡ μὲν ἀλλοίωσις εἴη, ἡ δὲ φορά· αὗται γὰρ κινήσεων διαφοραί.” ἐν δὴ τούτοις ἐπιστῆσαι χρὴ πρῶτον μέν, τίνι διαφέρει ὁ κανὼν οὗτος τῆς ταυτότητος καὶ ἑτερότητος τοῦ συνήθως λεγομένου τοῦ τῷ γένει ἢ εἴδει ἢ ἀριθμῷ τὰ ταὐτὰ καὶ ἕτερα διακρίνοντος ἤτοι ἓν καὶ πολλά.
“然而所说的是正确的”至篇末。 这里所说的正是之前已经阐述过的同一件事:正如相等且相异的诸数的数是同一个——例如七匹马和七条狗的数是同一个“七”——,时间自身同样作为数,对于相异且同时存在的诸运动也是唯一且同一的。亚里士多德之所以再次提出它,并不是因为他习惯于多言,而是一方面试图就这个面临诸多反驳的问题作出更为精确的界定,另一方面亦将这一论点与根据其他事项所达成的共识结合起来;因为七条狗的数是同一个这一点看起来是显而易见的,即便它们在底层载体上互有差异。而我推测他出于这样的意图再次重提相同的内容,无论从“然而所说的是正确的”这句话,还是从“羊的数与狗的数若是各自相等的,则是同一个数,但十却不是同一个十,十个事物也不是相同的十个事物”这句中都可以看出。亚历山大说:“他通过这些话教导我们,在归于某一同一之物下的事物中,应当根据什么来判别彼此相异之物与同一之物:凡是不以它们借以被称为如此这般的那一事物的固有属差而相异的,在这一方面彼此是同一的;而凡是以那者的固有属差而相异的,在这一方面则是不同的。因为等边三角形和等腰三角形既是图形,也是三角形。然而它们作为图形彼此是同一的,因为它们并不直接以图形的属差而相异;因为图形的属差乃是直线构成的和曲线构成的。而所有的三角形都被归在图形的同一个属差之下;因为它们由直线构成,并且还由三条直线包围。然而作为三角形,它们便不再是同一的了;因为它们以三角形的属差彼此相异。因为三角形作为三角形的属差,乃是等边、等腰和不等边。因此,在数目上相等的事物的数,既然不以数的属差而相异,在数上也是同一的,比如羊和狗的七;因为数的属差乃是奇和偶,而这两者各自的属差乃是由如此多或如此多的单位所组成。而‘七’无论在什么事物上被述说,作为数而言都是同一个且无差别的数。然而被计数的事物,比如七只羊和七条狗以及依它们而定的七,却不是同一个;因为羊是相异的,狗也是相异的,它们正是被计数之物。同样,人与马作为实体是同一的(因为它们并不以实体的属差而彼此相异;因为实体的属差乃是有灵魂的和无灵魂的,而所说的事物就其是有灵魂的而言乃是实体),然而作为动物却不是同一的,因为它们以动物的属差彼此相异。因为有理性和无理性是动物的属差。再者,柏拉图与苏格拉底作为动物是同一的,因为他们并不以动物的属差彼此相异,然而作为人却不是同一个人;因为凡是在人依自然彼此相异的方面,他们在这些方面也彼此相异。十与十的关系亦完全类似:数固然是同一个(因为十与十并不以数的属差相异;因为它们都是偶数,而且也不以偶数的属差相异,这种属差当是根据由较多还是较少的单位组成而言的),然而位于它们之下的底层载体以及它被用来述说的事物——这些乃是被计数的事物——在属、种或数上是不同的;因此十不再是同一个十,十个事物也不是相同的十个事物;因为被计数的事物可以在这两种意义上被言说。而当下的现在时间在任何地方亦是同一个;因为它同时在亚洲和欧洲,并不以时间的属差而相异。因为时间的属差唯有过去与未来。因为时间的属差并不依据运动的属差;因为对于同时存在的运动,我们并不将它们作为另一个与又一个来计数。然而时间作为其数的那些运动,如果一个是质变,另一个是位移,则不是同一的;因为这些乃是运动的属差。”在这些论述中,首先应当注意这一点:关于同一性与相异性的这一准则,与通常所说的根据属、种或数来区分同一之物与相异之物(即一与多)的准则,究竟在何处不同。
- 4.141πολλὴν ἔνστασιν ἔχοντος
该分词短语修饰介词短语 περὶ αὐτοῦ 中的 αὐτοῦ(中性单数属格),作后置修饰语(“关于这一面临诸多反驳的事项”)。虽然在语法上亦可读作独立属格,但紧接在 περὶ αὐτοῦ 之后,将其视为修饰 αὐτοῦ 的限定分词更为自然连贯。
- 4.141τίνι χρὴ κρίνειν τῶν ὑπό τι ταὐτὸν ὄντων τὰ διαφέροντα ἀλλήλων καὶ τὰ ταὐτά
由 διδάσκει 所引出的间接疑问句。τίνι 是表示手段或判准的与格(“凭何依据”)。分词短语 τῶν ὑπό τι ταὐτὸν ὄντων 是部分属格,修饰宾语 τὰ διαφέροντα ἀλλήλων καὶ τὰ ταὐτά(“在归于某一同一之物下的事物中,彼此相异之物与同一之物”)。
- 4.141ἀμφοτέρως γὰρ λέγεται τὰ ἠριθμημένα
副词 ἀμφοτέρως(“在两种意义上/以两种方式”)指代前文提到的 δεκάς(作为集合概念的“十/十元组”)和 δέκα(具体的“十个事物”)。受动态动词 λέγεται 的主语是 τὰ ἠριθμημένα(“被计数的事物”),用以解释为何亚里士多德断言无论是“十”还是“十个事物”都不是同一个。
