- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:768.22-770.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘结合亚历山大的解释,详细阐述了在先且均匀的圆周运动及其时间如何作为所有其他运动和时间的尺度,并回应了普罗提诺关于不规则运动测量的疑难。随后,他解释了将时间视为天球运动以及将人间事务称为“圆环”的流行说法,正是源于时间与圆周运动相互测量的关系。
ὁ ἄρα ὑπὸ τῆς κυκλοφορίας ἀντιμετρούμενος χρόνος πρώτης τε οὔσης καὶ ὁμαλοῦς μετρεῖ τὸν πάντα χρόνον. εἰ οὖν τὸ πρῶτον πανταχοῦ μέτρον τῶν συγγενῶν ἐστι, δῆλον ὅτι καὶ ἐν κινήσει ἡ κυκλοφορία καὶ πρώτη οὖσα καὶ ὁμαλὴς μέτρον μάλιστα διά τε ταῦτα καὶ ὅτι ἀριθμὸς ὁ ταύτης γνωριμώτατος. Ἀριθμὸν δὲ τῆς κυκλοφορίας ὁ Ἀλέξανδρος τὸν χρόνον ἤκουσε τὴν πρώτην ὡς γνωριμώτατον τῶν χρόνων·1 ἡμέραι γὰρ καὶ νύκτες ὁ τῆς κυκλοφορίας ἀριθμός, ὃς γνωριμώτατός ἐστι τῶν χρόνων. “ἢ τὸν τῆς ὁμαλοῦς, φησί, κινήσεως ἀριθμὸν γνωριμώτατον εἶπε, διότι ἴσον ἐπὶ ταύτης τὸ ἀριθμοῦν καὶ τὸ ἐν τῷ ἀριθμεῖσθαι αὐτῷ τὸ εἶναι ἔχον, ὅπερ ἐστὶν ὁ χρόνος· καὶ οὐκ ἔστιν ἐπ’ αὐτῆς λαβεῖν τὴν μὲν θάττω τὴν δὲ βραδυτέραν, ὧν ἂν ἴσοι χρόνοι.2 ἡ οὖν ὁμαλὴς καὶ γνωριμωτάτῳ χρόνῳ ὁριζομένη κίνησις μέτρον ἐστί.” δύναται δὲ οἶμαι τὸν ἀριθμὸν τῆς περιφορᾶς γνώριμον λέγειν οὐ τὸν χρόνον λέγων, ἀλλὰ καθ’ ὃν αὕτη ἡ περιφορὰ ἀριθμεῖται, οἷον ὅτι δὶς ἢ τρὶς περιεστράφη τὸ πᾶν. εὐσύνοπτον γὰρ τοῦτο καὶ οἰκειότερον τῷ μέτρον τὴν κυκλοφορίαν δεικνύντι τέως. καὶ ὁ ταύτην δὲ ὁρίζων χρόνος γνωριμώτατος καὶ πρῶτος· ἡμέραις γὰρ μῆνα καὶ μησὶν ἐνιαυτὸν καὶ ἐνιαυτοῖς πάντα τὸν χρόνον μετροῦμεν. ὅτι δὲ ὁμαλὴς τῶν κινήσεων ἡ κυκλοφορία μόνη, ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δειχθήσεται· ἀπορήσοι δ’ ἄν τις, ὅπερ καὶ Πλωτῖνος ἠπορηκέναι δοκεῖ· εἰ μὲν γὰρ τῆς ὁμαλοῦς καὶ συνεχοῦς κινήσεως ἀριθμὸς ἢ μέτρον ὁ χρόνος, τί ἂν εἴη μέτρον τῆς ἀνωμάλου καὶ ἀτάκτου κινήσεως; εἰ δὲ πάσης ὁμοίως ἀριθμὸς ὁ χρόνος, πῶς ἔτι ὡς ἀριθμητὸς ἀλλ’ οὐχὶ ὡς χωριστὸς ληφθήσεται, ὥσπερ ἡ αὐτὴ δεκὰς ἐλεφάντων καὶ μυρμήκων, ὅτι χωριστὴ ἦν ἀριθμοῦσα; μήποτε οὖν ὥσπερ προηγουμένην ὑπόστασιν ἔχει ἡ ὁμαλὴς καὶ συνεχὴς κίνησις καὶ τεταγμένη, ταύτῃ δὲ ἡ ἀνώμαλος καὶ ἄτακτος παρυφίσταται, οὕτω καὶ χρόνῳ μετρεῖται προηγουμένως μὲν ἡ ὁμαλής, κατὰ δεύτερον δὲ λόγον καὶ ἡ ἀνώμαλος· καὶ γὰρ καὶ ταύτην ὥραις μετροῦμεν καὶ ἡμέραις. εἰδέναι δὲ χρή, ὅτι ὁ μὲν Ἀλέξανδρος γράψας τοῦτο δέ ἐστιν ὅτι τῆς ὡρισμένης κινήσεως χρόνῳ ἀντὶ τοῦ ‘ὑπὸ τῆς ὡρισμένης κινήσεως ὑπὸ χρόνου’ εἰρῆσθαί φησι.3 τινὰ δὲ τῶν ἀντιγράφων ὑπὸ τῆς ὡρισμένης κινήσεως ἔχει τὴν γραφὴν ἐπὶ τὸ σαφέστερον ἴσως τινῶν προσθέντων τὴν πρόθεσιν.
因此,被既是在先的又是均匀的圆周运动所相应测度的时间,测量了全部的时间。既然在先之物在任何处都是同类之物的尺度,显而易见,在运动中圆周运动既是在先的又是均匀的,由于这些原因,并且由于它的数最为易知,它尤其构成了尺度。亚历山大首先将圆周运动的数理解为时间,视之为诸时间中最为易知者;因为昼与夜便是圆周运动的数,而在诸时间中它是最为易知的。“或者,”他说,“他之所以称均匀运动的数最为易知,是因为在它上面,能数之物与在被数中具有其所是者——即时间——是相等的;而且在它上面不可能在时间相等的事物中取出一个较快而另一个较慢。因此,均匀且被最为易知的时间所界定的运动乃是尺度。”但我认为,可以说他称周转的数是易知的,并不是在指时间,而是指这周转依之而被计数的数,例如宇宙旋转了两次或三次。因为这是容易总揽的,且对于当下表明圆周运动是尺度的人来说更为切近。而界定此运动的时间亦是最易知和在先的;因为我们用日来测量月,用月来测量年,用年来测量全部的时间。然而在诸运动中唯独圆周运动是均匀的,这将在本论著的最后一卷中得到证明;但有人或许会提出疑难,这亦似乎是普罗提诺曾提出过的疑难:如果时间是均匀且连续的运动的数或尺度,那么不均匀且无秩序的运动的尺度会是什么呢?另一方面,如果时间同样是一切运动的数,那么它又如何仍然作为[运动中]被数之物而非作为分离者被接受呢,就像大象与蚂蚁的同一个十作为计数者是分离的一样?难道不是这样吗:正如均匀、连续且有秩序的运动具有在先的实体性存在,而不均匀且无秩序的运动依附于它而并存,同样,均匀运动首先被时间所测量,而在第二位上次级地,不均匀运动亦被测量;因为我们确实亦用小时和日来测量这不均匀运动。应当知晓,亚历山大在写下‘这是由于被时间界定的运动’之后,说这是用来代替‘由被时间所界定的运动所[测量]’而说的。但某些抄本的读法是‘由被界定的运动’,这或许是有人为了更加清晰而添加了介词。
"Διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας κίνησις ἕως τοῦ ἀλλ’ ἢ πλείω μέτρα τὸ ὅλον." Εἴωθεν ὁ Ἀριστοτέλης τοῖς ἐπιχειροῦσι μὲν εἰς τὴν τῆς ἀληθείας γνῶσιν, μὴ καταδραττομένοις δὲ αὐτῆς ἀκριβῶς βοηθεῖν πολλάκις εὔλογον πρόφασιν τῆς παραγωγῆς λέγων· ἅμα δὲ καὶ τὸν ἑαυτοῦ συνίστησι λόγον διὰ τοῦ δεικνύναι καὶ τοὺς ἐσφαλμένους εἰς τοιοῦτόν τι βλέποντας ἀποσφαλῆναι. παρατίθεται οὖν πρώτους μὲν τοὺς λέγοντας χρόνον εἶναι τὴν κυκλοφορίαν· ἔχοι γὰρ ἄν τινα λόγον, εἴπερ ταύτῃ αἵ τε κινήσεις πᾶσαι μετροῦνται καὶ ὁ χρόνος. εἶτα καὶ τὸ εἰωθὸς λέγεσθαι τὸ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα4 ἢ καὶ τὰ πάντων πράγματα τῶν ἐν γενέσει καὶ φθορᾷ συμβαῖνον δείκνυσι τοῖς εἰρημένοις περί τε τοῦ χρόνου καὶ τῆς κυκλοφορίας, διότι πάντα ταῦτα χρόνῳ κρίνεται καὶ τὴν ἀρχὴν τὴν ἑαυτῶν καὶ τὸ τέλος ἔγχρονον ἔχοντα. ὁ δὲ χρόνος κύκλος εἶναι, διότι καὶ μέτρον κυκλοφορίας ἐστὶν αὐτὸς καὶ μετρεῖται ὑπὸ κυκλοφορίας. ὥστε τὸ λέγειν κύκλον εἶναι καὶ τὰ πράγματα ταὐτόν ἐστι τῷ λέγειν εἶναί τινα τοῦ χρόνου κύκλον, τοῦτο δὲ διότι μετρεῖται τῇ κυκλοφορίᾳ. εἰ οὖν τὸ μετρούμενον οὐδενὶ δοκεῖ τοῦ μετροῦντος διαφέρειν ἢ μόνον τῷ πλήθει (τὸ γὰρ μετρούμενον πολλὰ τὰ μετροῦντά ἐστι· καὶ γὰρ τὸ ὑπὸ πήχεος μετρούμενον τῷ πολλοὺς πήχεις εἶναι τοῦ πήχεος διαφέρει), καὶ ὁ χρόνος ὑπὸ κύκλου μετρούμενος κύκλος ἂν εἴη καὶ αὐτὸς πολλάκις. κἂν γὰρ ἄλλο τι τὸ ὑποκείμενον τοῖς μέτροις ἐστὶ τῷ τε μετροῦντι καὶ τῷ μετρουμένῳ, οἷον εἰ ὁ μὲν μετρῶν πῆχυς χαλκοῦς ἐστιν, ὁ δὲ μετρούμενος ξύλινος, ἀλλ’ αὐτό γε τοῦτο, καθὸ ὁ μὲν μετρεῖ ὁ δὲ μετρεῖται, τὸ αὐτὸ πῆχυς, ταὐτὸν δὲ εἰπεῖν μῆκος τόσονδε, ὥσπερ καὶ κύκλος τοσόσδε.
“因此时间亦被认为是天球的运动”至“整体无非是更多的尺度”。 亚里士多德习惯于常常协助那些尝试认识真理却未能精确把握真理的人,通过道出他们走入歧途的合理论据;同时,他亦通过表明那些犯错误的人也是着眼于此类的某种东西才偏离正道的,来确立他自己的论述。于是,他首先列举了那些主张时间是圆周运动的人;因为这固然有某种道理,如果确实通过它一切运动以及时间都被测度的话。其次,他亦表明,通常所说的凡人的事务、乃至在生成与毁灭之中的一切事物的事务乃是一个圆环,也是与关于时间与圆周运动所说的道理相符合的,因为所有这些事物都是由时间来裁决的,且在时间中具有它们自身的起点与终点。而时间之所以是圆环,是因为它本身是圆周运动的尺度,且被圆周运动所测量。因此,说这些事务亦是圆环,就等于说存在着时间的某种圆环,而这是因为它被圆周运动所测量。所以,如果被测之物看起来与测量者除在多寡上外毫无差异(因为被测之物乃是许多个测量者;因为由肘所测量之物正是由于是许多肘而与肘不同),那么被圆环所测量的时间,其自身亦会是重复多次的圆环。因为即使作为尺度的载体对于测量者与被测者来说是不同的——例如测量之肘若是青铜的,而被测之物是木制的——但在那一方测量而另一方被测的这一点本身上,它们是同一个肘,这等于说是如此之长的长度,正如亦是如此之大的圆环一样。
- 4.139Ἀριθμὸν δὲ τῆς κυκλοφορίας ὁ Ἀλέξανδρος τὸν χρόνον ἤκουσε τὴν πρώτην ὡς γνωριμώτατον τῶν χρόνων
τὴν πρώτην 在语境中作副词性对格理解(意为“首先”或“作为第一种解释”),或省去了如 ἀπόδοσιν/ἐκδοχήν 之类的阴性名词,指亚历山大提出的第一种解释,即将圆周运动的数理解为时间。
- 4.139ὧν ἂν ἴσοι χρόνοι
关系代词 ὧν 是从属于隐含主语的属格(所有或限制),省略了虚拟式动词 ὦσι,构成带有条件意味的泛指关系从句(“在那些它们的时间若相等的事物中”)。
- 4.139ἀντὶ τοῦ ‘ὑπὸ τῆς ὡρισμένης κινήσεως ὑπὸ χρόνου’ εἰρῆσθαί φησι
此处说明亚历山大所作的句法解释,即文本中的属格 τῆς ὡρισμένης κινήσεως 代替了(ἀντὶ τοῦ)带有介词 ὑπό 的施事/手段结构。句式为 ἀντὶ τοῦ + 引语 + 不定词 εἰρῆσθαι。
- 4.140τὸ εἰωθὸς λέγεσθαι τὸ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα
带定冠词的不定词短语 τὸ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα 作为实质内容,与 τὸ εἰωθὸς λέγεσθαι(“通俗所说的事,即人间事务是圆环”)构成同位结构,整体作主动词 δείκνυσι 的宾语。
