- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:767.26-768.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》223b12的注释。辛普里丘阐明,正如被测之物皆由其自身同质的最小单位所测定,时间亦是由圆周运动——即在先且均匀的运动——的时间所测量的,进而论述了运动与时间如何相互规定并相互测量。
" Ἐπεὶ δέ ἐστι φορὰ καὶ ταύτης ἡ κύκλῳ ἕως τοῦ φορὰ δ’ ἐστιν." Εἰπὼν τὸν χρόνον ἀριθμὸν ὡς ἀριθμούμενον καὶ μέτρον ὡς μετρούμενον, ἐπειδὴ ἕκαστον τῶν μετρουμένων καὶ ἀριθμουμένων ἀριθμεῖται καὶ μετρεῖται συγγενεῖ τινι οἷον μονάδες μονάδι καὶ πήχεις πήχει καὶ ἵπποι ἵππῳ καὶ ὅλως ἰδίῳ μορίῳ τῷ ἁπλουστάτῳ τῶν ἐν αὐτῷ (ὅσα γὰρ μέρη τοσαῦτα καὶ μέτρα καὶ ὁ Πλάτων φησί· κἂν γὰρ ὑπ’ ἄλλου τινὸς μετρῆται, διὰ τοῦτο καὶ ὑπ’ ἐκείνου μετρεῖται, ὅτι μορίῳ αὑτοῦ ἴσον ἐστὶ τὸ μετροῦν), ἐπεὶ οὖν, ὡς εἴρηται, μέρει τινὶ ἑαυτοῦ μετρεῖται τὸ μετρούμενον,1 ὁ δὲ χρόνος συνεχὴς ὢν μετρεῖται, συνάγεται ὅτι ὁ χρόνος μέρει ἑαυτοῦ μετρεῖται. ζητεῖ οὖν τίς ἂν εἴη χρόνος πρῶτος καὶ ἁπλοῦς, ὃς πάντα χρόνον μετρήσει. εἰ οὖν κινήσεως μέτρον ὁ χρόνος, ἐὰν κίνησίς τις εὑρεθῇ μέτρον οὖσα τῶν ἄλλων κινήσεων, δῆλον ὅτι ὁ ταύτης χρόνος μέτρον τοῦ χρόνου φανήσεται. τίς οὖν κίνησις τοιαύτη; ἢ δῆλον ὅτι ἡ πρώτη καὶ ὁμαλὴς καὶ γνώριμος. ἡ γὰρ μὴ πρώτη καὶ ἀνώμαλος καὶ ἄγνωστος εἰς μέτρον ἀνεπιτήδειος. ἀλλ’ αἱ μὲν τῶν γενητῶν ἴδιαι κινήσεις ἀλλοίωσις, αὔξησις μείωσις γένεσις φθορὰ καὶ τῆς φορᾶς ἡ ἐπ’ εὐθείας οὔτε πρῶται (οὐ γὰρ πρῶτα τὰ γενητὰ τῶν ἀϊδίων) οὔτε ὁμαλεῖς αἱ τοιαῦται κινήσεις, ἀλλὰ πᾶσαν ἀνωμαλίαν ἀνώμαλοι·2 οὐ γὰρ ἴσαι αἱ ἐν ἴσῳ χρόνῳ γινόμεναι ἀλλοιώσεις ἢ αὐξήσεις ἢ γενέσεις οὔτε μὴν γνώριμοι· μόνη δὲ ἡ κυκλοφορία τοιαύτη· ὥστε αὕτη τὸ τῆς κινήσεως μέτρον καὶ διὰ τοῦτο καὶ τοῦ χρόνου. μέτρον δὲ γίνεται κινήσεως ὁρισθεῖσα ὑπὸ χρόνου καὶ γενομένη τοσήδε· οἷον ἡ ὥρα χρόνου μέν ἐστι μέρος, ὁρίζει δὲ τοσήνδε κίνησιν τῆς περιφορᾶς τοῦ παντός. ὁμοίως δὲ καὶ ἡμέρα καὶ ἐνιαυτὸς τήν τε τοῦ παντὸς καὶ τὴν τοῦ ἡλίου κίνησιν ὁρίσασα3 μέτρον πασῶν ἐποίησε τῶν κινήσεων καὶ τοῦ ὅλου χρόνου. ὁ μὲν γὰρ πρότερος καὶ ἐλάττων χρόνος μετρεῖ τὸν χρόνον· μέτρον γὰρ ἡ μὲν ὥρα τῆς ἡμέρας, ἡ δὲ ἡμέρα τοῦ μηνός, ὁ δὲ μὴν τοῦ ἐνιαυτοῦ· μετρεῖ δὲ καὶ τὴν κίνησιν τὴν ὡριαίαν καὶ ἡμερήσιον. εἰ δὲ καὶ ταῦτα τοσαίδε τῆς τοῦ ἡλίου περιφορᾶς, δῆλον ὅτι ἀντιμετροῦνται ὑπὸ τῆς κινήσεως. διὸ καὶ αὐτὸς εἶπεν, ὅτι μετρεῖται ὅ τε χρόνος κινήσει καὶ ἡ κίνησις χρόνῳ. ὑπὸ γὰρ τῆς ὡρισμένης κινήσεως χρόνῳ ἥ τε κίνησις μετρεῖται καὶ ὁ χρόνος.
“既然有位移,而在位移中有圆周运动”至“是位移”。 在指出时间作为被数之物是数、作为被测之物是尺度之后,既然每一个被测与被数之物都是由某种同类的东西来计数和测量的,例如诸单位由一个单位、诸肘由一肘、诸马由一匹马,总括而言是由它之中最简单的本部分来计量的(因为柏拉图亦说:‘有多少部分便有多少尺度’;因为即使它是被某种别的东西测量的,正是由于测量者等于〔被测之物〕自身的一个部分,它才被那东西测量),因此既然如前所述,被测之物是由其自身的某个部分来测量的,而时间作为一个连续者被测量,那么便推论出:时间是由其自身的一个部分来测量的。于是他探究,测度一切时间的在先而单一的时间究竟会是什么。因此,如果时间是运动的尺度,只要发现某种运动作为其他诸运动的尺度,显而易见这运动的时间就会显现为时间的尺度。那么,何种运动是这般的运动呢?岂不明明是那在先的、均匀的且易知的运动吗?因为那不是在先的、不均匀的且不易知的运动是不适宜作为尺度的。然而,属于受生之物的特有运动——质变、增长、减小、生成、毁灭,以及位移中的直线运动——既不是在先的(因为受生之物并不先于永恒之物),此类运动也不是均匀的,而是在一切不均匀性上皆不均匀;因为在相等时间内发生的诸质变、增长或生成并不相等,亦非易知;唯独圆周运动是这般的。因此它乃是运动的尺度,且因此亦是时间的尺度。而它通过被时间所界定并成为如此之大,才成为运动的尺度;例如一小时固然是时间的一部分,但它界定了宇宙周转运动的如此之大的量。同样,日与年亦通过界定宇宙的运动与太阳的运动,构成了全部运动与整个时间的尺度。因为在先且较小的时间测量时间;因为小时是日的尺度,日是月的尺度,月是年的尺度;而且它亦测量按小时与按日的运动。但若这些亦是太阳周转的如此之大的量,显而易见它们反过来被运动所测量。故此他自己亦说,时间被运动所测量,运动亦被时间所测量。因为正是被时间所界定的运动,同时测量了运动与时间。
- 4.139ἐπεὶ οὖν, ὡς εἴρηται, μέρει τινὶ ἑαυτοῦ μετρεῖται τὸ μετρούμενον
在句首的分词短语 Εἰπὼν τὸν χρόνον... 以及由 ἐπειδὴ ἕκαστον... 引导的原因从句和插入说明之后,ἐπεὶ οὖν 起到复述/恢复(resumptive)前提的作用,并由此引出主句动词 συνάγεται ὅτι...。
- 4.139πᾶσαν ἀνωμαλίαν ἀνώμαλοι
πᾶσαν ἀνωμαλίαν 是修饰形容词 ἀνώμαλοι(不均匀的)的同族宾格(或内含宾格),意为“在一切不均匀性上皆是不均匀的”。
- 4.139ὁρίσασα
主语虽然并列了阴性名词与阳性名词(ἡμέρα καὶ ἐνιαυτός),但分词 ὁρίσασα 采用了单数阴性,与在先的名词 ἡμέρα 一致。
