← 辛普里丘

亚里士多德《物理学》注释

§766.13-767.25

灵魂与时间的存立及时间在诸运动中的数目同一

辛普里修结束了特米斯蒂乌斯关于时间观念性的引文,对漫步学派关于共通性存立的论点加以界定,并论证随灵魂消亡而取消时间并不意味着将时间主观化。随后,他探讨了亚里士多德何以既视时间为运动不可分离的情状,又视其在各运动中数目同一,并从数的抽象无差别性、伊安布利柯的解释以及先前的解决方案的角度对此进行了考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.138#3

τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν μόνον εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον,1 φύσιν δὲ οἰκείαν μὴ ἔχειν, ὥσπερ ἔοικε δώσειν Ἀριστοτέλης, ὅταν συγχωρῇ μὴ οὔσης ψυχῆς μηδὲ τὸν χρόνον ὑπάρχειν· ἐπεὶ καὶ τὸ μέτρον καὶ τὸ ἀριθμὸν λέγειν τὸν χρόνον τοιαύτην ἐστὶν ὑπόνοιαν ἐνδιδόντος, ὥσπερ καὶ Βόηθός φησιν, ὅτι οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, ἀλλ’ ἡμέτερον ἔργον ἐστὶ τὸ μετρεῖν καὶ ἀριθμεῖν.” τοιαῦτα καὶ τοῦ Θεμιστίου γράφοντος τὰ μὲν ἄλλα καλῶς ἀντιδιατετάχθαι νομίζω (πῶς γὰρ οἷόν τε καὶ πάθος ἢ ἕξιν εἶναι τῆς κινήσεως τὸν χρόνον καὶ πάλιν ὡς κεχωρισμένον τὸν αὐτὸν ἅμα πανταχοῦ εἶναι;), τὸ μέντοι λέγειν, ὅτι ἡ κοινότης τῶν ἐν μεθέξει ἀριθμῶν τῆς ἡμετέρας ἐπινοίας ἐστί, Περιπατητικῶν μὲν εἶναι δοκεῖ, δεῖται δὲ ὡς οἶμαι διορισμοῦ τινος. καὶ γὰρ ὑφέστηκε μὲν καὶ ἡ τοιαύτη κοινότης (διὸ καὶ τὴν κοινὴν ἔχει φύσιν τὰ μετέχοντα), ἀλλὰ μετὰ τῆς διαφορᾶς ὑφέστηκε· τὸ δὲ αὐτὴν καθ’ αὑτὴν ὁρᾶν τὴν κοινότητα τῆς ἡμετέρας ἐπινοίας ἐστίν. ἀλλ’ οὐδὲ ἀναιρεῖ τὴν οἰκείαν τοῦ χρόνου ὑπόστασιν Ἀριστοτέλης οὐδὲ ἐν ἐπινοίᾳ τίθησιν αὐτόν, εἰ μὴ οὔσης ψυχῆς μηδὲ χρόνον εἶναί φησι. καὶ τὸ ὑποκείμενον γὰρ τοῦ χρόνου τὴν κίνησιν καὶ τὸ οἷον εἶδος τὸν ἀριθμὸν ὑπὸ ψυχῆς δίδοσθαι νομίζων, ἐπειδὴ καὶ πάσης γενέσεως καὶ κινήσεως αἰτία ἡ ψυχή, εἰκότως ἀναιρουμένης ψυχῆς ἀναιρεῖσθαι τὸν χρόνον φησίν. οὐ μέντοι ἐπινοίᾳ διὰ τοῦτο εἶναι τὸν χρόνον, ὅτι τῷ αἰτίῳ συναναιρεῖται. πῶς δὲ οὐδὲν μέτρον ὑπὸ τῆς φύσεως γίνεται, εἴπερ πάντα τὰ φυσικὰ εἴδη μέτροις καὶ ἀριθμοῖς οἰκείοις διακεκόσμηται; εἰ μὴ ἄρα λέγοι μηδὲν γίνεσθαι ὃ μόνον μέτρον ἐστὶν ἀλλὰ μὴ καὶ μεμετρημένον· μὴ γὰρ εἶναι πῆχυν φυσικὸν ἢ μονάδα αὐτόμετρα ὄντα. εἰ δὲ τοῦτο, ἐννοητέον ὅτι καὶ ὁ χρόνος, κἂν ᾖ μέτρον κινήσεως, ἀλλ’ ἔχει φύσιν οἰκείαν καὶ μεμέτρηται καὶ αὐτὸς ὑπὸ τῆς κινήσεως. Ἀλλὰ ταῦτα μὲν ὅπῃ καλῶς ἢ μὴ καλῶς λέγεται παρὰ τῶν ἀνδρῶν τούτων ζητεῖν ἄξιον· τὸ δὲ νῦν ἔχον πῶς ἄρα ὁ Ἀριστοτέλης ἀμφότερα λέγειν περὶ τοῦ χρόνου καὶ ἐναντία δοκεῖ, καὶ ὅτι πάθος ἢ ἕξις ἐστὶ τῆς κινήσεως ὡς ἀχώριστος, καὶ ὅτι ὁ αὐτὸς κατ’ ἀριθμόν ἐστιν ἐν ταῖς διαφόροις κινήσεσιν ὡς χωριστός; μήποτε οὖν ὅλως ἀριθμὸν ὑποθέμενος τὸν χρόνον τὸ τοῦ ἀριθμοῦ ἴδιον ἐνεῖδεν αὐτῷ2 τὸ καὶ ἐν τῷ μεθεκτῷ ἀριθμῷ, κἂν διάφορα ᾖ τὰ ὑποκείμενα, ἴσος δὲ ὁ ἀριθμός, οἷον μονὰς ἵππου καὶ μονὰς ἀνθρώπου ἀφαιρεθεῖσαι κατ’ ἐπίνοιαν ἐκ τῶν ὑποκειμένων ἀδιάφοροι παντελῶς εἰσι. λευκότης δὲ ἡ ἐν χιόνι καὶ ἡ ἐν ψιμυθίῳ κἂν ἀφαιρεθεῖσαι τῇ ἐπινοίᾳ τῶν ὑποκειμένων διαφέρουσιν ἀλλήλων3 λευκότητος διαφοραῖς. εἰσὶ γὰρ διαφοραὶ λευκότητος καὶ γλυκύτητος καὶ τῶν ἄλλων συμβεβηκότων αὐτῶν καθ’ ἑαυτά, κἂν ἄνευ τῶν ὑποκειμένων λαμβάνηται, ἀριθμῶν δὲ τῶν ἴσων οὐκ εἰσὶ διαφοραί. οὐ γὰρ διαφέρει μονὰς μονάδος οὐδὲ ἡ μεθεκτὴ καθὸ μονὰς οὐδὲ πεντὰς πεντάδος καθὸ πεντάς, ὥσπερ οὐδὲ ἐπὶ τῶν μοναδικῶν ἀριθμῶν ἔστιν ἰδεῖν διαφορὰν μονάδος πρὸς μονάδα. ἐρεῖ δέ τι περὶ τούτου καὶ αὐτὸς προελθών. ὁ μέντοι Ἰάμβλιχος ἐν τούτοις ἀπὸ τοῦ ἀχωρίστου χρόνου εἰς τὸν χωριστὸν ἀναδραμεῖν αὐτὸν οἴεται, καὶ διὰ τοῦτο τὸν αὐτὸν κατ’ ἀριθμὸν ἐν ταῖς διαφόροις κινήσεσιν εἶναι λέγει. μνημονευτέον δὲ καὶ τῆς πρότερον εἰρημένης λύσεως, ὅτι κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος κατὰ τὸ κοινὸν τῆς κινήσεως καθ’ ὅρον καὶ τοῦ εἶναι παράτασιν, ὃ πανταχοῦ τὸ αὐτό ἐστιν.

然而在时间的问题上,若说时间仅仅是我们灵魂的概念而没有固有的本性,这种说法何以是合理的?正如亚里士多德在承认若不存在灵魂时间亦不存在时,似乎将要予以认可的那样。因为称时间为度量和数,确实引起了这样的猜想,正如波埃图斯所说:没有任何度量是由自然所产生的,相反,度量和计数乃是我们的作为。’ 特米斯蒂乌斯写下这样的话,我认为在其他方面他极好地提出了反对(因为时间何以可能既是运动的情状或状态,又作为相分离之物在所有地方同时是同一的呢?);然而声称被分有的数中的共通性属于我们的思虑,这虽看似符合漫步学派的观点,但我认为需要某种界定。因为此类共通性确实存立(因此分有之物亦具有共通的本性),然而它是伴随着差异而存立的;至于单凭其自身来观照这一共通性,才属于我们的思虑。 而且,亚里士多德即便声称若没有灵魂亦没有时间,也并未取消时间固有的存立,亦未将时间置于思虑之中。因为他认为时间的基底即运动以及犹如其形式的数是由灵魂赋予的,既然灵魂是所有生成与运动的原因,他便理所当然地主张:当灵魂被取消时,时间亦随之被取消。然而,时间绝非仅仅因为随同其原因一同被取消,就因此而是出于思虑的。 再者,如果所有自然的形式都由其固有的度量和数目所编排,又怎能说没有任何度量是由自然所产生的呢?除非他或许是说,没有任何纯粹作为度量而非被度量之物的东西能够生成——即不存在本身即是度量的自然之肘或单子。但若如此,便应当想到,即便时间是运动的度量,它亦具有固有的本性,且其自身亦被运动所度量。 然而,这些观点究竟在何种程度上被这些论者阐述得妥当或不妥当,是值得探究的。就目前的情况而言,亚里士多德何以似乎在时间问题上陈述了相互对立的双方:既声称它作为不可分离之物是运动的情状或状态,又声称它作为可分离之物在不同的运动中数目上是同一的? 难道不是因为他将时间全然设定为数,从而在时间中看出了甚至在被分有的数中亦存在的那种数的专有性质吗?即纵使基底相异,但只要数目相等,例如一匹马的单子与一个人的单子在通过思虑从基底中抽离出来时,就全然是无差别的。相反,雪中的白与铅粉中的白,即使通过思虑从基底中抽离出来,亦因白色的诸差异而彼此相异。因为即使在脱离基底被把握时,白、甜以及其他偶性本身亦具有诸差异,但相等的数却没有差异。因为一个单子并不与另一个单子相异,被分有的单子只要其作为单子亦不相异,五之数只要其作为五之数亦不与另一个五之数相异,正如在单子之数的情形中亦无法看到单子与单子之间的差异一样。他本人在接下来的论述中亦会对此有所阐述。 然而伊安布利柯认为,亚里士多德在这些言辞中乃是从不可分离的时间上升到了可分离的时间,并且〔伊安布利柯〕说,正因如此它在不同的运动中是数目上同一的。此外亦应当记住先前陈述的解决方式:即时间乃是依据运动在界定和存在的延展上的共通之物而作为运动的数的,而这一共通之物在各处都是同一的。

语法注3 条
  1. 4.138τοῦτο δὲ ἐπὶ τοῦ χρόνου πῶς εὔλογον ἔννοιαν μόνον εἶναι τῆς ἡμετέρας ψυχῆς τὸν χρόνον

    不定式短语 ἔννοιαν ... εἶναι 作为 πῶς εὔλογον 的主语/补足语,与 τοῦτο 构成同位关系。此句是特米斯蒂乌斯引文的继续与结语,直到 τοιαῦτα καὶ τοῦ Θεμιστίου γράφοντος 之前皆属于引文内容。

  2. 4.138μήποτε οὖν ὅλως ἀριθμὸν ὑποθέμενος τὸν χρόνον τὸ τοῦ ἀριθμοῦ ἴδιον ἐνεῖδεν αὐτῷ

    μήποτε 与直陈式过去时(ἐνεῖδεν)连用,构成表达委婉推测的惯用句式(“或许正是……吧”)。宾语为 τὸ τοῦ ἀριθμοῦ ἴδιον,后随的 τὸ καὶ ἐν τῷ μεθεκτῷ ἀριθμῷ 作同位语对其进行限定说明。

  3. 4.138λευκότης δὲ ἡ ἐν χιόνι καὶ ἡ ἐν ψιμυθίῳ κἂν ἀφαιρεθεῖσαι τῇ ἐπινοίᾳ τῶν ὑποκειμένων διαφέρουσιν ἀλλήλων

    分词 ἀφαιρεθεῖσαι 为阴性复数主格,依照意义一致(constructio ad sensum)与由 καί 连接的两者(雪中之白与铅粉中之白)相配合,尽管核心名词 λευκότης 最初为单数。κἂν 相当于 καὶ ἐάν(“即使……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:766.13-767.25