- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:765.3-766.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判了亚历山大将时间依赖于计数者(灵魂)并比作外在名称的观点,论证了被分有的数独立于计数行为而存立,并引述了特米斯蒂乌斯关于时间与“现在”在多个运动中如何在数目上为一的疑难。
” καὶ ταῦτα δὲ προσέθηκεν ὁ Ἀλέξανδρος δηλῶν ὅτι μὴ οὕτως ἐν τῇ κινήσει ὁ χρόνος ὡς 〈ὁ〉 συνδιαιρούμενος αὐτῇ ἀριθμὸς τὸ εἶναι ἔχει ἐν τῷ ἀριθμεῖσθαι.1 ἐπεὶ μὴ ὄντος γε τοῦ ἀριθμοῦντος, ὡς ἔδειξεν ὁ Ἀριστοτέλης, οὐδὲ ὁ ἀριθμὸς χρόνος ἔσται, εἰ καὶ κίνησις εἴη· εἰ δὲ ὁ χρόνος παρὰ τοῦ ἀριθμοῦντος τὸ εἶναι ἔχει καὶ οὕτως γινόμενος ἔστιν ἐν κινήσει, οὐκ ἔστιν ἐνυπάρχων τῇ κινήσει οὕτως ὡς ἐκείνης τι ὤν· διὸ οὐδὲ συνδιαιρεῖται αὐτῇ. ἐν δὴ τούτοις ἐρωτητέον τὸν Ἀλέξανδρον, πῶς ὁ ἐν τῷ ἀριθμεῖσθαι ἀριθμὸς οὐκ ἐνυπάρχει τῷ ἀριθμητῷ, ἢ πῶς ὁ χρόνος ἀριθμὸς ὢν κινήσεως ὡς ἀριθμητὸν οὐκ ἐνυπάρχει τῇ κινήσει οὐδὲ ἔστι τι ἐκείνης καίτοι πάθος καὶ ἕξις λεγόμενος τῆς κινήσεως. ἔλεγε γὰρ “ἢ ὅτι κινήσεως πάθος ἢ ἕξις ἀριθμός γε ὤν”. ἔτι δὲ μᾶλλον πῶς ἔχει λόγον τὸν ἀριθμητὸν ἀριθμὸν καὶ τὴν ἕξιν ἢ τὸ πάθος ἢ ὅλως τὸ συμβεβηκὸς οὕτως ἔχειν πρὸς ἐκεῖνο οὗ ἐστιν, ὡς ἔχει τὸ ὄνομα, ὥστε τὸ αὐτὸ τῷ ἀριθμῷ πλείοσιν ὑπάρχειν; ὁ μὲν γὰρ ἀριθμῶν ἀριθμὸς ἅτε ἐξῃρημένος τῶν ἀριθμουμένων εἷς ἂν καὶ ὁ αὐτὸς ὑπάρχοι πλείοσιν, ὁ δὲ ἀριθμητὸς ἤδη κατατεταγμένος ἐν τῷ μετέχοντι καὶ συνδιῃρημένος ἐκείνῳ ὁμοίως ἔχει τῷ λευκῷ. τὸ δὲ ὄνομα τοῦτο, εἰς ὃ ἀπεῖδεν ὁ Ἀλέξανδρος, τὸ κατὰ θέσιν ἐπεισοδιῶδες. καὶ ἄτοπον ὁμοίως ἔχειν νομίζειν τὰ κατὰ τὴν ἡμετέραν θέσιν σχεδιαζόμενα τοῖς ὑπὸ τῆς φύσεως συνταττομένοις. τοῦτο δὲ ἠκολούθησε τοῖς λέγουσι τὸν ἀριθμὸν ὑπὸ τοῦ ἀριθμοῦντος γίνεσθαι καὶ διὰ τοῦτο τὸν χρόνον ὑπὸ τῆς ψυχῆς, ὅπερ ὑπενοήθη διὰ τὸ πρός τι εἶναι τὸ ἀριθμοῦν καὶ τὸ ἀριθμούμενον. καὶ ὡς μὲν ἀριθμούμενον ἔστω ἅμα ὥσπερ καὶ τὸ χρῶμα καθὸ ὁρατόν, κατὰ μέντοι τὴν οἰκείαν φύσιν καὶ χωρὶς ὑφέστηκε.2 καὶ γὰρ καὶ αὐτὸς Ἀριστοτέλης ἐμέμψατο πρόσθεν τοῖς τὸ χρῶμα ἴδιον αἰσθητὸν ὄψεως ὁριζομένοις, ἀλλὰ μὴ τὴν φύσιν αὐτοῦ δηλοῦσιν. οὕτως οἶμαι μέμψαιτο ἄν τις τῷ τὸν ἀριθμὸν τὸν μεθεκτὸν ἐν τῷ ἀριθμεῖσθαι ἁπλῶς τὸ εἶναι ἔχειν λέγοντι. οἱ γὰρ δάκτυλοί μου τῆς χειρὸς πέντε εἰσί, κἂν μηδεὶς αὐτοὺς ἀριθμήσῃ. Τοῖς δὲ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθεῖσι προσαπορεῖ καλῶς ὁ Θεμίστιος, καὶ ἀρκεῖ τῶν ἐκείνου παρατιθεμένων ἀκοῦσαι· “εἰ γὰρ κοινῶς, φησί, πάσης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχον·3 εἰ γὰρ μὴ παρὰ τῆσδε ἢ τῆσδε, οὐδὲ παρὰ κινήσεως ὅλως. ἄτοπον γὰρ τὸ λέγειν, ὅτι τὸ πρότερόν τε καὶ ὕστερον ταὐτὸν ἐν πάσαις κινήσεσιν· αὐτὸ γὰρ τοῦτο ζητητέον ἐστί, πῶς ταὐτὸν τὸ νῦν, πότερον γένει ἢ εἴδει ἢ ἀριθμῷ. εἰ μὲν γὰρ γένει ἢ εἴδει, πλείω δήπου κατ’ ἀριθμόν· εἰ δὲ ἓν ἀριθμῷ, πῶς τῶν κατ’ ἀριθμὸν διαφερόντων ἓν κατ’ ἀριθμὸν πάθος ἢ ἕξις; οὕτως δὲ αὐτὸς ὀνομάζει τὸν χρόνον τῆς κινήσεως. ἀμήχανον γὰρ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὑπάρχειν οὕτω πλείοσιν. οὕτως γὰρ ἓν ἅμα καὶ οὐχ ἓν γενήσεται, ὥστε εἰ πλείω τὰ νῦν ἐπὶ τῶν πλειόνων κινήσεων, ἐπὶ τῶν ἅμα οὐσῶν ἅμα πλείω ἔσται νῦν, ὅπερ οὐδὲ εἰς ἐπίνοιαν ἐλθεῖν δυνατόν· εἰ δὲ μὴ πλείω ἀλλ’ ἓν καὶ ταὐτόν, ἐξῃρημένον ἔσται καὶ οὐδὲν τῆς κινήσεως ὁ χρόνος. οὐδὲ γὰρ ἐκεῖνο ἔχει τινὰ λόγον, ὅτι ὥσπερ τὸ ἀριθμούμενον ταὐτὸν ἐν τοῖς δέκα ἵπποις καὶ τοῖς δέκα προβάτοις, οὕτω καὶ ἐν ταῖς κινήσεσιν. οὐδὲ γὰρ ἐκεῖ ταὐτὸν τὸ ἀριθμούμενον, εἰ μὴ τῷ λόγῳ μόνον, ὅτι ἄμφω δέκα, ὅπερ ἡμετέρα ἐπίνοια καὶ θεωρία τοῦ ἐν τοῖς διαφέρουσιν ὁμοίως· ὑπόστασις δὲ οὐδεμία καθ’ ἑαυτήν.
”亚历山大补充了这些话,以此表明时间并非作为随运动一同被分割的数而存在于运动之中,〔而是〕在被计数之中具有其存在。因为正如亚里士多德所指出的,若不存在计数者,即使存在运动,时间作为数也不会存在;而若时间从计数者那里获得其存在,且以此种生成方式存在于运动中,它就不是作为运动的某种东西内在存在于运动之中;因此它亦不随运动一同被分割。在这些问题上,确实应当询问亚历山大:存在于被计数之中的数何以不内在存在于被计数事物之中,或者作为可计数之物而为运动之数的时间何以不内在存在于运动中,也不属于运动的某种东西,尽管它被称为运动的情状和状态。因为〔亚里士多德〕曾说:“或者由于它是运动的情状或状态,至少作为数而言。”更有甚者,被计数的数与状态或情状,或总括来说偶性,何以能合理地与其所属之物具有如同名称所具有的那种关系,以至于在数目上同一之物竟能属于多数事物?因为计数之数由于超拔于被计数事物之外,能够作为唯一且同一者属于多数事物,而被计数的数既已分派在分有者之中并随其一同被分割,就与白色处于相同的状况。亚历山大所着眼的这个名称,乃是约定俗成的外在之物。若认为依照我们约定临时构想出来的东西,与由自然所编排的东西处于相同的境况,那是荒谬的。但这一后果正是随那些主张数由计数者所产生、因而时间由灵魂所产生的人而来的,这一看法之所以被猜想出来,乃是因为计数者与被计数者是相关物。诚然,作为被计数之物,它可以像颜色作为可见者那样〔与计数者〕同时存在;然而就其固有的本性而言,它亦可独立存立。事实上,亚里士多德本人先前亦曾斥责那些将颜色定义为视觉的专有感觉对象却不揭示其本性的人。我认为,按此方式人们亦会斥责那些断言被分有的数纯粹在被计数之中具有其存在的人。因为即便没有人计数它们,我手上的手指也是五根。 对于亚里士多德所讲的话,特米斯蒂乌斯极好地提出了补充的疑难,听取从他那里所引述的言辞便已足够:“因为,”他说,“如果时间普遍是所有运动的数,它显然并非从运动那里获得其存在;因为若不是来自此一运动或彼一运动,就绝非来自运动。因为声称前与后在所有运动中是同一的,这是荒谬的;因为正应当探究这一问题本身:‘现在’何以是同一的,究竟是在属上、在种上还是在数目上?如果是在属上或在种上,在数目上显然是多个;但如果在数目上是一,数目上相异的诸事物何以能拥有在数目上为一的情状或状态?然而他自己正是这样把时间称为运动的〔情状或状态〕的。因为同一且在数目上为一的事物以此种方式属于多数事物是不可能的。因为这样它就会同时既是一又非一,以至于若在多数运动中‘现在’是多数的,在同时存在的运动中就会同时存在多个‘现在’,这甚至无法进入思虑之中;但若不是多数而是同一且为一,时间就将是超拔的且根本不属于运动。因为下面这一说法亦无任何道理:即正如被计数之物在十匹马和十只羊中是同一的,在运动中亦是如此。因为即使在那里,被计数之物也绝非同一,除非仅仅在定义上,即两者皆为十,而这只是我们对于相异事物中相似之物的思虑与观照;其自身绝无任何实体存立。”
- 4.138δηλῶν ὅτι μὴ οὕτως ἐν τῇ κινήσει ὁ χρόνος ὡς 〈ὁ〉 συνδιαιρούμενος αὐτῇ ἀριθμὸς τὸ εἶναι ἔχει ἐν τῷ ἀριθμεῖσθαι
在 ὅτι 引领的从句中,带有否定词 μή 的对比结构为:μὴ οὕτως ἐν τῇ κινήσει ὁ χρόνος [ἐστίν](时间并非以此种方式存在于运动中),后半句的 τὸ εἶναι ἔχει ἐν τῷ ἀριθμεῖσθαι(在被计数之中具有其存在)与其对照。中间插入的 ὡς 〈ὁ〉 συνδιαιρούμενος αὐτῇ ἀριθμός 起副词性修饰作用,意为“如同随运动一同被分割的数那样”。
- 4.138καὶ ὡς μὲν ἀριθμούμενον ἔστω ἅμα ὥσπερ καὶ τὸ χρῶμα καθὸ ὁρατόν, κατὰ μέντοι τὴν οἰκείαν φύσιν καὶ χωρὶς ὑφέστηκε
动词 ἔστω 为第三人称单数现在时祈使语气,在此表示让步(“姑且承认/假定……”)。与此相对,κατὰ μέντοι τὴν οἰκείαν φύσιν 引领的从句构成强烈对照(μέν...μέντοι),区分了作为相关概念的“被计数之物”与事物依据自身本性的实在存立。
- 4.138φαίνεται οὐ παρὰ τῆς κινήσεως τὸ εἶναι ἔχον
动词 φαίνεται 与中性单数分词 ἔχον 搭配。尽管前文刚刚提到的先行词是阳性的 ὁ χρόνος,但分词采用中性形式,这或是因为着眼于 τὸ εἶναι 而将时间泛指为一种抽象事物/存在,或是引用特米斯蒂乌斯原文时产生的依义构文(constructio ad sensum)。
