← 辛普里丘

亚里士多德《物理学》注释

§763.30-765.3

多种运动并存时时间仍为一的理由

针对亚里士多德在《物理学》223b1中关于为何存在多种同时运动而时间仍为一的论述,辛普里丘解释道,时间作为数和量而非运动的内在性质发挥作用,因此即便对象不同,“现在”在数目上依然为一,并引述亚历山大的见解加以佐证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.138#1

" Ἀλλ’ ἔστι νῦν καὶ κινεῖσθαι καὶ ἄλλο ἕως τοῦ ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα." Ἀπορίαν τινὰ τίθησι τοῖς εἰρημένοις περὶ τοῦ χρόνου ἀκολουθοῦσαν καὶ ἅμα, ὃ πολλάκις εἶπε τὸ τὸν αὐτὸν χρόνον ἅμα πανταχοῦ εἶναι, πλείονος ἀξιοῖ διαρθρώσεως.1 ἡ δὲ ἀπορία τοιαύτη· εἰ ἀριθμὸς κινήσεως ὁ χρόνος, καὶ ἔστιν ἡ μὲν κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἐμάθομεν, ὁ δὲ χρόνος ἐν τῇ κινήσει, εἶεν ἂν τοσοῦτοι χρόνοι ὅσα τὰ κινούμενα καὶ αἱ κινήσεις· πλείους οὖν ἅμα ἔσονται χρόνοι οὐχ ὡς περιέχων καὶ περιεχόμενος·2 τοῦτο γὰρ οὐδὲν ἄτοπον ἦν. λύων οὖν τὴν ἀπορίαν οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πλείους ἅμα χρόνοι γίνονται, ἀλλ’ ὁ ἴσος χρόνος πᾶς ἐν τῷ ἐνεστῶτι ὁ αὐτὸς εἷς ἅμα ἐστὶ τῷ ἀριθμῷ, εἴδει δὲ οἱ αὐτοί εἰσι καὶ οἱ μὴ ἅμα, τουτέστιν ὁ παρεληλυθὼς τῷ μέλλοντι. τοῦτο δὲ εἰπών, ὅπως πλειόνων οὐσῶν κινήσεων εἷς ὁ χρόνος ἐστὶ καίτοι ἀριθμὸς ὢν κινήσεως, διδάσκει· ὡς γὰρ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ οὐ τῇ τῶν ἀριθμουμένων διαφορᾷ ὁ ἀριθμὸς συνδιαιρεῖται, οἷον ἐὰν οἱ μὲν ἵπποι οἱ δὲ κύνες ὦσιν οἱ ἀριθμούμενοι ὄντες ἑκάτεροι ἑπτά, οὗτοι μὲν διαφέρουσιν ἀλλήλων, ὁ δὲ ἀριθμὸς ὁ τῆς ἑβδομάδος ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις (οὐ γὰρ καθὸ διάφοροι ἀριθμὸν ἔχουσι τὸν αὐτόν, ἀλλὰ κατὰ τὸ τοσαῦτα εἶναι, ὅ ἐστιν αὐτοῖς κοινόν), οὕτω δὲ καὶ ἐπὶ τῶν κινήσεων καὶ τοῦ χρόνου ἀριθμοῦ ὄντος. τὸ γὰρ νῦν ταὐτὸν ἐν πάσαις καὶ ἓν κατ’ ἀριθμόν, κἂν ἡ μὲν φορὰ, ἡ δὲ ἀλλοίωσις ᾖ. καὶ ἔστιν ἐν πάσαις τὸ ἀριθμούμενον καὶ τὸ πρότερον καὶ ὕστερον λαμβανόμενον τὸ νῦν, ὥστε εἰ τοῦτο τὸ αὐτὸ ἐν πάσαις, εἰκότως καὶ ὁ χρόνος ἐν πάσαις ὁ αὐτός. εἰ μὲν γὰρ ἄλλως συμβεβηκὸς ἦν ταῖς κινήσεσιν ὁ χρόνος, ὥσπερ τὸ λευκὸν καὶ τὸ θερμόν, εὐλόγως ἂν ἐκείναις συνδιῃρεῖτο· ἐπειδὴ δὲ τὸ ἀριθμούμενόν ἐστιν αὐτῶν καὶ τὸ ποσόν, οὐδὲν κωλύει τοῦτο ταὐτὸν εἶναι καὶ ἐν τοῖς πλείοσιν, ὥσπερ γε καὶ ἐπὶ τοῦ μοναδικοῦ ἀριθμοῦ ταὐτόν ἐστι τὸ ἀριθμούμενον οἷον τὸ τοσόνδε, κἂν πλείω τὰ ἀριθμητὰ καὶ διαφέροντα ἀλλήλων ὑπάρχῃ. οὕτως οὖν καὶ τῶν κινήσεων τῶν ἅμα ὁ αὐτὸς χρόνος, ἀλλ’ οὐχ ἡ αὐτὴ ταχυτὴς οὐδὲ ὁ αὐτὸς τόπος· οὐ γὰρ κατὰ ταχυτῆτα ἢ βραδυτῆτα οὐδὲ κατὰ τὰ διάφορα τῶν κινήσεων εἴδη αἱ κινήσεις ἀριθμούμεναι τὸν χρόνον ποιοῦσιν, οἷον εἰ ἡ μὲν ἀλλοίωσις ἡ δὲ φορὰ ἡ δὲ αὔξησις εἴη, ἀλλὰ κατὰ μόνον τὸ πρότερόν τε καὶ ὕστερον, ἅπερ ταὐτὰ ἐν πάσαις ταῖς ἅμα καὶ οὕτως λαμβανόμενα νῦν ἐστιν. εἰ οὖν τὰ νῦν τὰ αὐτά ἐστιν οἷς ἀριθμοῦμεν τὸν χρόνον, καὶ ὁ χρόνος ὁ αὐτὸς ὁ ὑπὸ τῶν νῦν ὁριζόμενος τε καὶ περιεχόμενος. ὡς γὰρ ἡ τῶν κινουμένων κατὰ τόπον διαφορά, ἂν κατ’ ἄλλο τι ᾖ οἷον κατὰ χρῶμα ἢ χυμὸν καὶ μὴ καθὸ κινεῖται οἷον κουφότητα ἢ βραδύτητα, οὐ ποιεῖ κινήσεων διαφοράν, οὕτως οὐδὲ αἱ τῶν κινήσεων διαφοραὶ διαφορὰν ποιοῦσι χρόνων, ἐπεὶ μὴ καθὸ διαφέρουσιν ἀριθμός ἐστιν αὐτῶν ὁ χρόνος, ἀλλὰ κατὰ τὸ ἐν αὐταῖς πρότερον καὶ ὕστερον, ὃ ἔχουσιν ἀδιάφορον·3 ὁ γὰρ τούτων ἀριθμὸς ἀδιάφορος. “Ὁ δὲ ἀριθμὸς, φησὶν Ἀλέξανδρος, οὐκ ἔστι τῶν ἐνυπαρχόντων τῷ ἀριθμητῷ· ὥστε οὐδ’ ὁ χρόνος ἀριθμὸς ὢν οὕτως ἐν κινήσει. οὐδὲ γὰρ τὸ ὄνομα τῷ οὗ ἐστιν ὄνομα οὕτως ἐνυπάρχει ὡς τὸ λευκόν, διότι τὸ μὲν αὐτὸ κατ’ ἀριθμὸν ὄνομα πλειόνων ἅμα ἐστὶν ὥσπερ καὶ ὁ ἀριθμός, λευκὸν δὲ οὐ τὸ αὐτὸ κατ’ ἀριθμὸν ἐν πλείοσι.

“但是现在另一物运动也是可能的……直到,因为相等且同时之物的数在任何地方也都是同一且唯一的。” 他提出了一个随关于时间的既述之言而来的疑难,并同时认为他多次谈到的事情——即同一时间同时无处不在——值得予以进一步的清晰阐明。这一疑难如下:如果时间是运动的数,而运动如我们所学到的那样是在被运动者之中,时间又在运动之中,那么就会存在与被运动者及运动同样多数的时间;因此将有多个时间同时存在,且并非作为包容者与被包容者存在,因为后者并无任何荒谬之处。因此,他在解决该疑难时说,情况并非如此;因为并不是多个时间同时产生,而是在当下之中所有相等的时间在数目上同时是同一个且为一,而在种上,非同时的时间也是相同的,即过去与未来。在讲完这一点之后,他阐明了在存在多种运动的情况下,时间尽管是运动的数,何以却是一。因为正如在单子式的数的情形下,数并不随着被计数之物的差异而一同被分割(例如,若被计数的物品一边是马,另一边是狗,各自都是七,这些东西彼此相异,但七这个数在两者中是同一的;因为它们拥有同一的数并非就它们是相异的而言,而是依据它们具有如此之多而言,这对于它们是共通的),在运动以及作为数的时间的情形下亦是如此。因为即便一者是位移而另一者是性质改变,“现在”在一切运动中都是相同的且在数目上为一。在一切运动中,被计数的、作为前与后而被把握的正是“现在”,因此如果这个在一切运动中是同一的,自然时间在一切运动中也是同一的。因为如果时间像白色或热那样,是运动在其他方式下的偶性,它自然就会随它们一同被分割;但由于它是运动的可被计数之物与量度,这丝毫不妨碍它在多数事物中也是同一的,正如在单子式的数中,被计数之物(即“如此之量”)是同一的,即便可计数的事物众多且彼此相异。因此,同时的诸运动的时间亦是同一的,尽管并非具有同一速度或同一场所;因为运动并不是依据快慢被计数,亦非依据运动的不同种类被计数而产生时间(例如一者是性质改变,另一者是位移,再一者是增长),而纯粹是依据前与后,这些在一切同时的运动中是同一的,且是在这种方式下被把握的“现在”。因此,若我们借以计数时间的“现在”是同一的,被这些“现在”所划定且包容的时间亦是同一的。因为正如依场所运动之物的差异若依据别的某种东西(如颜色或滋味)而非就其运动而言(如轻或慢),并不会造成运动的差异,同样,运动的差异也不会造成时间的差异,因为时间并不是就它们相异而言作为它们的数,而是依据它们内部的前与后,即它们无差异地具有的东西而言;因为这些〔前与后〕之数是无差异的。亚历山大说:“但是数并不属于内在存在于被计数事物之中的东西;因而时间作为数,亦非以此种方式存在于运动中。因为连名称也不像白色那样内在存在于其所称呼的事物中,原因在于,同一在数目上的名称可以同时属于多数事物,正如数一样,而白色在多数事物之中却不是在数目上同一的。”

语法注3 条
  1. 4.138ὃ πολλάκις εἶπε τὸ τὸν αὐτὸν χρόνον ἅμα πανταχοῦ εἶναι, πλείονος ἀξιοῖ διαρθρώσεως

    关系代词 ὃ 先行指称并同格修饰后接的带冠词不定式短语 τὸ τὸν αὐτὸν χρόνον ἅμα πανταχοῦ εἶναι,整体作为动词 ἀξιοῖ(ἀξιόω 接属格 πλείονος διαρθρώσεως,意为“认为值得……”)的宾格宾语。主语是省略的亚里士多德。

  2. 4.138πλείους οὖν ἅμα ἔσονται χρόνοι οὐχ ὡς περιέχων καὶ περιεχόμενος

    οὐχ ὡς περιέχων καὶ περιεχόμενος 采用阳性单数主格分词,作表语性修饰成分来说明主语 πλείους χρόνοι 的并存方式(“并非作为包容者与被包容者”)。如果是部分与整体的包容关系(如一年与一天)同时并存并不荒谬,此处强调的是作为相互独立的多个时间并存的荒谬性。

  3. 4.138ὃ ἔχουσιν ἀδιάφορον

    关系代词 ὃ 先行词为 τὸ ἐν αὐταῖς πρότερον καὶ ὕστερον,ἀδιάφορον 作为动词 ἔχουσιν 的表语性宾格(“它们无差别地拥有此物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:763.30-765.3