- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:762.20-763.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘回应了忒弥斯蒂奥提出的疑难,即若前与后源于量度,便无法解释性质改变与生成消灭中的时间;他将前与后区分为时间、位置(量度与数)以及运动自身三种涵义,阐明时间由自身赋予运动以前与后,且二者相互衡量。
ἐπ’ ἀλλοιώσεως δὲ καὶ γενέσεως καὶ φθορᾶς τί ἐροῦμεν; πόθεν γὰρ ἔτι τὸ πρότερόν τε καὶ ὕστερον ἕξει ἡ κίνησις ἢ ὁ χρόνος; ἢ οὖν μόνην τὴν κατὰ τόπον κίνησιν προηγουμένως μετρεῖ ὁ χρόνος, ἢ εἰ καὶ τὰς ἄλλας προηγουμένως, οὐδὲν προσδεῖται τοῦ τῇ θέσει προτέρου καὶ ὑστέρου, ἵνα καὶ αὐτὸς σχῇ τὸ πρότερόν τε καὶ ὕστερον.” Ἀλλ’ ἐπειδὴ καὶ ὁ Θεμίστιος ἐνδοὺς φαίνεται τῇ ἀπορίᾳ, πολλάκις ἐξετάζειν ταῦτα κελεύων καὶ ἀβασανίστως μὴ παραδέχεσθαι, οὐδὲν ἴσως κωλύει καὶ τὴν ἐμὴν καὶ νῦν ὑπόνοιαν εἰπόντα μετὰ τῆς ἀπορίας καὶ ἐκείνην εἰς ἐξέτασιν προτιθέναι τοῖς ἐντυγχάνουσι.1 τὸ πρότερον καὶ ὕστερον τάξεως δηλωτικὸν ὑπάρχον ἄλλο μὲν τὸ κατὰ τὸν χρόνον εἶναι νομίζω κατὰ ἀριθμὸν καὶ τάξιν τῶν πλειόνων νῦν ὑφιστάμενον τῶν ὁριζόντων τὸν χρόνον, ἄλλο δὲ τὸ ἐν τῇ κατὰ τὴν τάξιν θέσει θεωρούμενον. διττὸν δὲ τοῦτο, τὸ μὲν ἐν μεγέθει (ὡς τῆς ὁδοῦ πρότερον ἐκεῖνο μέρος τὸ ὅθεν ἀρχόμεθα, ὕστερον δὲ τὸ εἰς ὃ λήγομεν), τὸ δὲ ἐν ἀριθμῷ καὶ τούτῳ διττῷ ἢ τῷ ἀριθμοῦντι καὶ μοναδικῷ (ὡς λέγομεν πρότερον εἶναι τῆς δυάδος τὴν μονάδα καὶ τὴν δυάδα τῆς τριάδος) ἢ τῷ μεθεκτῷ καὶ ἀριθμουμένῳ, ὡς τὰ νοητὰ τῶν αἰσθητῶν πρότερα καὶ ὅδε ὁ κίων τοῦδε τοῦ κίονος· καὶ γὰρ καὶ τὰ ἀσώματα θέσιν ἔχειν δοκεῖ κατὰ μεταφορὰν λεγομένης τῆς θέσεως. τρίτον δὲ τοῦ προτέρου καὶ ὑστέρου σημαινόμενόν ἐστιν ἐν ταῖς ἐνεργείαις τε καὶ κινήσεσι, τὸ μὲν κατὰ τὸν ἀριθμὸν τῶν ὁριζόντων τὴν κίνησιν περάτων, ἃ κινήματα καλοῦμεν ἀνὰ λόγον ἔχοντα πρός τε τὰ τῆς γραμμῆς σημεῖα καὶ τὰ τοῦ χρόνου νῦν, τὸ δὲ κατ’ αὐτὰ τὰ μέρη τῆς κινήσεως συνεχοῦς οὔσης ἀφ’ ἑαυτῆς. ἀλλ’ ἡ μὲν ἐν τόπῳ κίνησις τὸ κατὰ τὴν θέσιν ἐν τόπῳ πρότερόν τε καὶ ὕστερον εἰς ἑαυτὴν ἀναδεχομένη συναρμόττει τοῦτο τῷ οἰκείῳ προτέρῳ καὶ ὑστέρῳ τῷ τε ὡς πέρατι καὶ τῷ ὡς μέρει, ὅταν πρώτην κίνησιν τῶν δρομέων τὴν πρὸς τοῖς ἀθλοθέταις λέγωμεν, ὑστέραν δὲ τὴν ἐν τῷ πέρατι τοῦ σταδίου. καὶ ἔστι τοῦτο τὸ κατὰ τὴν θέσιν πρότερον καὶ ὕστερον οἰκεῖον τῆς κατὰ τόπον κινήσεως. καὶ ταύτῃ δὲ καὶ ταῖς ἄλλαις κινήσεσιν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσαις ὁ χρόνος ἀφ’ ἑαυτοῦ τὸ πρότερον καὶ ὕστερον δίδωσιν ἐφαρμόττων τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κινήσεως. τὰ γὰρ ὁρίζοντα τὸν χρόνον νῦν ἐγγινόμενα τοῖς τῆς κινήσεως ὅροις ὁρίζει τῷ χρόνῳ τὴν κίνησιν. μέτρον οὖν τῆς κινήσεως ὁ χρόνος. κατὰ γὰρ τὸ ἑαυτοῦ πρότερον καὶ ὕστερον ἐφαρμόττων τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κινήσεως μετρεῖ τῷ χρόνῳ τὴν κίνησιν· οὕτω δὲ καὶ ἡ κίνησις γίνεται μέτρον τοῦ χρόνου, ὅταν τὰ οἰκεῖα τῆς κινήσεως πρότερον καὶ ὕστερον ἐφαρμόσαντα τοῖς τοῦ χρόνου προτέροις καὶ ὑστέροις ὁρίσῃ τῇ κινήσει τὸν χρόνον·2 οὕτω δὲ καὶ τὸ τοπικὸν μέγεθος τὴν κίνησιν οὐ πᾶσαν ἀλλὰ τὴν τοπικὴν μετρεῖ, ὅταν τὸ πρότερον καὶ ὕστερον τοῦ τόπου τὸ κατὰ θέσιν ἐφαρμόσῃ τοῖς τῆς κινήσεως. εἰ δὲ ὁ Ἀριστοτέλης ὡς κοινῷ τούτῳ χρῆται τῷ ἀπὸ τοῦ μεγέθους μετρεῖσθαι τὴν κίνησιν, εἰκὸς διὰ τὸ ἐναργὲς αὐτῷ χρῆσθαι. διὸ καὶ διετέλεσε μέχρι πλείστου ὡς ἐπὶ τῆς κατὰ τόπον κινήσεως ποιούμενος τὸν λόγον.
“但在性质改变、生成与消灭的情形下,我们将说什么呢?因为运动或时间又从何处获得前与后呢?因此,要么时间仅首要地衡量位移运动;要么即便它首要地衡量其他运动,它也根本不需要位置上的前与后,以便它自身亦具有前与后。”然而,鉴于忒弥斯蒂奥似乎也向这一疑难屈服,叮嘱要再三检验这些事情而不可不加省察地接受,那么,或许没有任何东西阻止我也在提出这一疑难的同时陈述我当下的见解,并将之同样摆在读者面前以供检验。前与后乃是秩序的表征,我认为,依时间的前与后是一回事,它是依划定时间的多个“现在”之数与秩序而确立的;而在依秩序的位置中所考察的前与后则是另一回事。而后者是双重的:一种存在于量度之中(正如道路中我们出发的那一部分是前,我们终止的那一部分是后),另一种存在于数之中,而这同样是双重的:要么存在于计数与单子的数之中(正如我们说一先于二,二先于三),要么存在于被分有和被计数的数之中,如可知物先于可感物,这根柱子先于那根柱子;因为即使无形之物在比喻性地谈及位置时也似乎具有位置。而前与后的第三种涵义存在于现实活动与运动之中:一种是依据划定运动的各个界限(我们称之为运动瞬间,它们与线上的点以及时间的“现在”成比例)之数,另一种是依据本身连续的运动的诸部分自身。然而,在场所中的运动将依场所中位置的前与后接纳于自身之中,并将此与它自身固有的前与后——既作为界限的亦作为部分的——相调和,例如当我们把赛跑者在裁判员身旁的运动称为初次运动,而把在赛场终点的运动称为后续运动时那样。而这种依据位置的前与后是位移运动所特有的。但对于这种运动以及其他存在于生成过程之中的运动而言,时间自自身赋予前与后,附合于运动的前与后。因为划定时间的“现在”产生于运动的界限之中,依时间划定了运动。因此时间是运动的量度;因为时间依自身的前与后附合于运动的前与后,从而依时间衡量了运动。而以这种方式,运动也成为了时间的量度,即当运动固有的前与后附合于时间的前与后,从而依运动划定了时间时;而以这种方式,场所性的量度衡量的不是一切运动,而是场所运动,即当场所依据位置的前与后附合于运动的前与后时。若亚里士多德把运动由量度所衡量当作共通之事来使用,很可能是因其显明性而加以使用的。这也正是为何他贯穿始终主要是针对位移运动展开论述的原因。
- 4.137οὐδὲν ἴσως κωλύει καὶ τὴν ἐμὴν καὶ νῦν ὑπόνοιαν εἰπόντα μετὰ τῆς ἀπορίας καὶ ἐκείνην εἰς ἐξέτασιν προτιθέναι τοῖς ἐντυγχάνουσι
在非人称结构“οὐδὲν κωλύει(不妨碍……)”中,阳性单数宾格分词“εἰπόντα”与不定式“προτιθέναι”未明言的宾格主语(即“ἐμέ/我”)相一致。分词短语“καὶ τὴν ἐμὴν καὶ νῦν ὑπόνοιαν εἰπόντα(陈述了我自己当下的见解)”先行,随后的“καὶ ἐκείνην εἰς ἐξέτασιν προτιθέναι(将之同样摆出以供检验)”构成核心的不定式短语。
- 4.137ὅταν τὰ οἰκεῖα τῆς κινήσεως πρότερον καὶ ὕστερον ἐφαρμόσαντα τοῖς τοῦ χρόνου προτέροις καὶ ὑστέροις ὁρίσῃ τῇ κινήσει τὸν χρόνον
中性复数主语短语“τὰ οἰκεῖα τῆς κινήσεως πρότερον καὶ ὕστερον(运动固有的前与后)”依照希腊语中性复数主语取单数动词的常规,接第三人称单数虚拟式动词“ὁρίσῃ”。分词“ἐφαρμόσαντα”为与主语一致的中性复数不定过去时主动分词,支配与格“τοῖς τοῦ χρόνου προτέροις καὶ ὑστέροις”,作不及物用法(“附合于……”)。
