- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:761.10-762.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》IV.14(223a29)中提出的“时间是哪一种运动的数”这一疑难,辛普里丘阐明时间并非某一特定运动的数,而是单纯的连续运动本身的数;随后针对亚历山大将前与后原初归因于量度的观点,结合忒弥斯蒂奥提出了关于增量与性质改变中的前与后的疑问。
" Ἀπορήσειε δ’ ἄν τις καὶ ποίας κινήσεως ἀριθμὸς ὁ χρόνος ἕως τοῦ διὸ κινήσεώς ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλ’ οὐ τινός." Ἀριθμὸν κινήσεως δείξας τὸν χρόνον καὶ μέχρι νῦν ὡς ἐπὶ τῆς κατὰ τόπον κινήσεως τὸν πλείονα λόγον ποιησάμενος (ταύτῃ γὰρ ἥρμοττε τὸ μετρεῖσθαι ὑπὸ τοῦ μεγέθους τὴν κίνησιν καὶ τὸ λέγειν, ὅτι “πολλήν φαμεν εἶναι τὴν ὁδόν, ἂν ᾖ ἡ πορεία πολλή, καὶ ταύτην πολλήν, ἂν ἡ ὁδὸς ᾖ πολλή”), ἐπειδὴ τῶν κινήσεων πλείονά ἐστιν εἴδη τὸ μὲν κατὰ τόπον τὸ δὲ κατὰ ποιὸν τὸ δὲ κατὰ ποσόν, ἔστι δὲ καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κατ’ οὐσίαν μεταβολή, εἰ καὶ μὴ κίνησις αὕτη, ὡς μετὰ τοῦτο τὸ βιβλίον ἀκριβολογουμένῳ φανήσεται,1 ἀλλ’ οὖν καὶ ἐν ταύτῃ τὸ πρότερον καὶ ὕστερον καὶ ἡ τοῦ χρόνου μέθεξις ὁρᾶται, εἰκότως ἀπορίας ἄξιον εἶναί φησι, ποίας τούτων τῶν κινήσεών ἐστιν ἀριθμὸς ὁ χρόνος. καὶ λέγει μὴ τῆσδέ τινος εἶναι, καθὸ ἥδε τις, ἀλλὰ τῆς ὁποιασοῦν κινήσεως. οὐ γὰρ καθὸ φθορὰ ἢ ἀλλοίωσις ἤ τις ἄλλη μεταβολή ἐστι, κατὰ τοῦτο ἀριθμὸς αὐτῆς ἐστιν ὁ χρόνος, ἀλλὰ κινήσεως καὶ μεταβολῆς καθὸ τοιαύτη, ὃ κοινόν ἐστι πάσαις ταῖς εἰρημέναις κινήσεσι. πάσης οὖν ὁμοίως κινήσεως ἀριθμὸς ὁ χρόνος ἐστίν (ἐν πάσαις γὰρ τὸ πρότερον ἐνορᾶται καὶ ὕστερον) καὶ ὅπερ ἀριθμούμενόν ἐστι χρόνος. καθὸ οὖν κινήσεως ἁπλῶς, ἀλλ’ οὐχ ἥδε τις, ἡ κίνησις ἐν χρόνῳ. καλῶς δὲ εἰπὼν ὅτι κινήσεώς ἐστιν ἀριθμὸς ὁ χρόνος προσέθηκεν τὸ συνεχοῦς ἀλλ’ οὐ τινός· καθὸ γὰρ συνεχὴς ἡ κίνησις, κατὰ τοῦτο ἔχει τὸ πρότερόν τε καὶ ὕστερον τὸ κατὰ χρόνον ἀριθμούμενον· εἰ γὰρ διῃρημένη ληφθείη, οὐχ ὑπὸ χρόνου ἀλλ’ ὑπὸ ἀριθμοῦ μετρεῖται. δύο γὰρ ἢ τρεῖς ἢ πλείους γίνονται κινήσεις τῷ μοναδικῷ ἀριθμῷ μετρούμεναι. ἐὰν γὰρ ἡ μὲν ἀλλοίωσις ᾖ ἡ δὲ φθορὰ ἡ δὲ αὔξησις μηδεμιᾶς οὔσης αὐτῶν συνεχείας πρὸς ἀλλήλας, τρεῖς γίνονται κινήσεις. καθὸ δὲ τούτων ἑκάστη συνεχής ἐστι, τὰ ἐν αὐτῇ πρότερα καὶ ὕστερα ἀριθμεῖται οὐκέτι τῷ μοναδικῷ ἀριθμῷ, ἀλλὰ τῷ χρόνῳ. Ὁ δὲ Ἀλέξανδρος τῷ χρόνῳ παρέχειν τὸ εἶναί φησιν τὸ πρότερον καὶ ὕστερον πάσης κινήσεως,2 καθὸ συνεχὴς καὶ καθὸ ἀκολουθεῖ τῷ μεγέθει, ἐφ’ οὗ γίνεται, ἐν ᾧ πρώτῳ τὸ πρότερόν τε καὶ ὕστερον. ἀπορητέον οὖν καὶ πρὸς τοῦτον καὶ πρὸς τὸν Ἀριστοτέλην ταῦτα, ἅπερ καὶ ἐγὼ πρότερον οἶμαι συντομώτερον καὶ ὁ Θεμίστιος πλατύτερον ἀπορεῖ· “εἰ, γάρ, τὸ πρότερόν τε καὶ ὕστερον πρῶτον ἔστιν ἐν τῷ μεγέθει καὶ τῷ διαστήματι, ἐφ’ οὗ ἡ κίνησις, εἶθ’ οὕτως ἐν τῇ κινήσει καὶ τῷ χρόνῳ, πῶς ἐπὶ τῆς αὐξήσεώς τε καὶ ἀλλοιώσεως τὸ πρότερον καὶ ὕστερον; οὐ γὰρ ἐν διαστήματί γε αὗται οὐδὲ πόθεν ποῖ, ἀλλ’ ὁλόκληρον τὸ σῶμα θερμαίνεται κατ’ ὀλίγον, καὶ ὁλόκληρον αὔξεται καὶ πήγνυται. πόθεν οὖν ἐπὶ τούτων ἕξει τὸ πρότερόν τε καὶ ὕστερον ὁ χρόνος ὥσπερ ἐπὶ τῆς φορᾶς ἐκ τοῦ διαστήματός τε καὶ τῆς θέσεως; πῶς δὲ μὴ ἔχων τὸ πρότερόν τε καὶ ὕστερον τὸν κατ’ αὐτὰ ἀριθμὸν ἕξει;3 ἢ ἐπὶ μὲν τῆς αὐξήσεως εἴποι τις ἂν εἶναι τὸ πόθεν ποι· ἀπὸ γὰρ τοῦ ἐλάττονος εἰς τὸν μείζονα τόπον ἡ μεταβολή.
“人们也许还会提出疑问,时间是哪一种运动的数”直至“因此它是单纯的连续运动的数,而非某一特定运动的数”。 在指明时间是运动的数,并且在此之前主要是就位移运动展开论述之后(因为运动被量度所衡量,以及说“如果路途遥远,我们就说道路漫长;如果道路漫长,路途也就遥远”,正切合于这种位移运动),鉴于运动的物种有多种——有依位置的,有依性质的,有依数量的,而且生成与消灭也是依实体的变化,即使这本身不是运动(正如在这卷书之后向严密论证者所呈现的那样),但无论如何在其中亦能看到前与后以及对时间的参与,所以他合情合理地说,在这些运动中时间究竟是哪一种运动的数,是值得怀疑探究的。并且他说,时间并非就某一种特定运动之所以为这一特定运动而言是它的数,而是任何一种运动的数。因为时间并不是在作为消灭、性质改变或某种其他变化的限度内成为它的数的,而是就运动与变化作为如此这般之物而言成为它的数的,而这是上述一切运动所共通的。因此,时间同样是一切运动的数(因为在一切运动中都能看出前与后),而被计数的那个事物本身就是时间。所以,运动乃是在它单纯作为运动、而非作为某一特定运动的限度内处于时间之中的。而且,在说出时间是运动的数之后,他又恰当地补充了“连续的、而非某一特定运动的[数]”;因为运动在其连续的限度内,才具有依据时间而被计数的前与后;因为如果把运动当作被分割之物来把握,它就不是被时间衡量,而是被数所衡量。因为如此一来它们便成了两条、三条或更多条由单子之数所衡量的运动。因为如果一种是性质改变,另一种是消灭,再一种是增量,彼此之间没有任何连续性,它们便成了三条运动。但在这些运动中的每一种作为连续者的限度内,存在于其中的前与后便不再由单子之数来计数,而是由时间来计数。 然而亚历山大主张,一切运动的前与后,在其连续的限度内,以及在它依附于运动发生于其上的量度(在此量度中原初地存在着前与后)的限度内,赋予了时间以存在。因此,既针对他亦针对亚里士多德,应当提出以下这些疑难,我认为不仅我此前更简略地提出过,忒弥斯蒂奥亦更详尽地提出过:“因为如果前与后原初地存在于运动发生于其上的量度和间距之中,然后由此存在于运动和时间之中,那么在增量和性质改变中,前与后又是如何存在的呢?因为这些运动既不处于间距之中,也不是从何处向何处,而是整个物体一点一点变热,整个物体在增量并凝固。那么在这些情况中,时间从何处如在位移运动中从间距和位置那样获得前与后呢?若不具有前与后,它又怎能具有依据它们而来的数呢?或许在增量的情形下,有人可以说存在着从何处向何处;因为变化乃是从较小的场所到较大的场所。”
- 4.137ὡς μετὰ τοῦτο τὸ βιβλίον ἀκριβολογουμένῳ φανήσεται
与格分词 ἀκριβολογουμένῳ 是表示判断者或视角的与格(dativus iudicantis),意为“正如在这卷书之后(第5卷起)向严密推论者所呈现的那样”。此处指生成与消灭在严格意义上被划分为变化(μεταβολή)而非狭义的运动(κίνησις)。
- 4.137Ὁ δὲ Ἀλέξανδρος τῷ χρόνῳ παρέχειν τὸ εἶναί φησιν τὸ πρότερον καὶ ὕστερον πάσης κινήσεως
间接引语中的倒装结构(hyperbaton)。不定词 παρέχειν 的主格性宾格主语是句末的 τὸ πρότερον καὶ ὕστερον πάσης κινήσεως(“一切运动的前与后”),直接宾语是 τὸ εἶναι(“存在”),间接宾语是与格 τῷ χρόνῳ(“给时间”),即“亚历山大主张,一切运动的前与后……赋予了时间以存在”。
- 4.137πῶς δὲ μὴ ἔχων τὸ πρότερόν τε καὶ ὕστερον τὸν κατ’ αὐτὰ ἀριθμὸν ἕξει;
分词 μὴ ἔχων 的主语承接前文为 ὁ χρόνος(“时间”),作表示条件的状语分词(“如果它不具有前与后”)。τὸ πρότερόν τε καὶ ὕστερον 为分词 ἔχων 的宾语,而 τὸν κατ’ αὐτὰ ἀριθμόν 是主要动词 ἕξει 的宾语。
