- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:760.3-761.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德关于在没有灵魂的情况下时间是否存在这一问题的简要解决办法(即作为时间底层的运动仍留存),并阐发了其所附保留条件“如果运动可能在没有灵魂的情况下存在”的深意,进而论证了灵魂作为一切运动与生成的本原,运动和时间最终都无法脱离灵魂而存在,这一点与柏拉图高度一致。
” ταύτην δὲ τὴν λύσιν συντόμως ὁ Ἀριστοτέλης παραδέδωκε διὰ τοῦ ἀλλ’ ἢ τοῦτο ὅ ποτέ ἐστιν ὁ χρόνος·1 τὸ γὰρ ὑποκείμενον τῷ χρόνῳ ἤτοι τῷ ἀριθμητῷ οὐδὲν κωλύει εἶναι καὶ μὴ οὔσης ψυχῆς, εἰ ὅλως οἷόν τε κίνησιν χωρὶς ψυχῆς εἶναι, χρόνος δὲ οὐκ ἔσται. εἰ γὰρ τὰ μὲν ἐνεργείᾳ λέγεται πρὸς τὰ ἐνεργείᾳ, τὰ δὲ δυνάμει πρὸς τὰ δυνάμει, ἂν ᾖ ἀδύνατον εἶναι τὸ ἀριθμῆσον, ἀδύνατον ἂν εἴη καὶ τὸ ἀριθμητόν, εἴ γε ἀριθμητὸν τὸ οἷόν τε ἀριθμηθῆναι. οὐδὲ γὰρ αἰσθήσεως ἀναιρεθείσης μένοντος τοῦ χρώματος τὸ χρῶμα ἔσται ὡς ὁρατόν, ἀλλ’ ὡς χρῶμα μόνον. πάνυ δὲ ἀκριβῶς προσέθηκε τὸ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς· ὅσον μὲν γὰρ ἐπὶ τῇ κατὰ τὰ πρός τι ἀντιθέσει2 καὶ ἀναιρεθείσης τῷ λόγῳ τῆς ψυχῆς, κἂν μὴ χρόνον ἀλλὰ κίνησίν γε οὐδὲν κωλύει εἶναι.3 εἰ μέντοι μὴ δύναται κίνησις ἄνευ ψυχῆς εἶναι, οὐ μόνον ὁ χρόνος ἀλλὰ καὶ ἡ κίνησις ἀναιρεθήσεται ψυχῆς μὴ οὔσης· εἰ γὰρ ἡ κυκλοφορία, ἐξ ἧς καὶ αἱ ἄλλαι κινήσεις καὶ αἱ μεταβολαὶ τὸ εἶναι ἔχουσιν, ὑπὸ νοῦν καὶ κατ’ ὄρεξίν ἐστιν, ὡς ὁμολογεῖ καὶ Ἀλέξανδρος, ἀναιρουμένης ψυχῆς ἀναιροῖτο ἂν πᾶσα κίνησις· ἥ τε γὰρ κατὰ τόπον ἀπὸ τῆς κυκλοφορίας, εἴπερ αἱ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα μεταβολαὶ παρ’ αὐτῆς (κατὰ γὰρ βαρύτητα καὶ κουφότητα) καὶ ἡ κατὰ τόπον κίνησίς ἐστιν ἡ κατὰ φύσιν, ὑστέρα δὲ ἡ παρὰ φύσιν τῆς κατὰ φύσιν· καὶ τῆς τῶν ζῴων δὲ κατὰ φύσιν κινήσεως ἥ τε οἰκεία ψυχή ἐστιν αἰτία καὶ ἡ κυκλοφορία. “ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ὁ ἥλιος.” ὥστε καὶ τῆς κατὰ γένεσιν μεταβολῆς αἰτία ἐστὶν ἡ κυκλοφορία· καὶ αἱ κατὰ ἀλλοίωσιν δὲ καὶ κατὰ αὔξησιν καὶ μείωσιν μεταβολαὶ ἀπ’ ἐκείνης. ἡ γὰρ τοῦ ἡλίου πρόσοδός τε καὶ ἄφοδος τὴν πλείστην τούτων αἰτίαν παρέχεται. Τούτων δὲ ῥηθέντων ἐπιστῆσαι ἄξιον, ὡς οἶμαι, ὅτι τοῦ ἀριθμοῦντος ἀναιρουμένου ὡς μὲν ἀριθμὸς ἀριθμητὸς ὁ χρόνος ἀναιρεῖται, ὡς μέντοι τὸ πρότερον καὶ ὕστερον τὸ κατὰ τὴν τοῦ εἶναι τῆς κινήσεως παράτασιν οὐκ ἀναιρεῖται· κατὰ τοῦτο δὲ ὁ χρόνος ὑφέστηκε. τὸ γὰρ ἀριθμητὸν εἶναι συμβέβηκεν αὐτῷ κατὰ τὸ πρότερον καὶ ὕστερον. ψυχῆς δὲ ἀναιρουμένης, ἥτις ἀρχὴ γενέσεώς ἐστι καὶ τῆς κατὰ τὴν γένεσιν πάσης κινήσεως ᾗ συνυπάρχει ὁ χρόνος, ἀναιρεθήσεται καὶ ὁ χρόνος. εἰκότως οὖν ὁ Ἀριστοτέλης ὡς μὲν ἀριθμούσης τῆς ψυχῆς ἀναιρουμένης ὡς ἀριθμητὸν ἀναιρεῖσθαι τὸν χρόνον φησίν, ὡς μέντοι ἀρχῆς γενέσεως καὶ κινήσεως ἀναιρουμένης καὶ τὴν κίνησιν καὶ τὴν γένεσιν ἀναιρεῖσθαι ἐνδείκνυται διὰ τοῦ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς. οὐ μόνον δὲ τῷ τὴν κίνησιν ἀναιρεῖσθαι συναναιρεῖται ὁ χρόνος κινήσεώς τι ὤν, ἀλλὰ καὶ αὐτὸς καθ’ αὑτὸν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων ἀναιρεθήσεται ψυχῆς ἀναιρουμένης, ἥτις αἰτία πάσης γενέσεως καὶ κινήσεως ἦν. καὶ ὅρα ὅπως κἀνταῦθα σύμφωνα γέγραφεν ὁ Ἀριστοτέλης τῷ σφετέρῳ καθηγεμόνι4 αὐτὸς εἰπὼν εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς, τουτέστιν ἄνευ τοῦ κινοῦντος, ἐκείνῳ λέγοντι ὅτι τοῖς ἄλλοις ὅσα κινεῖται “πηγὴ καὶ ἀρχὴ κινήσεώς” ἐστιν ἡ ψυχή, καὶ ὅτι ἐξ ἀρχῆς ταύτης πᾶν τὸ γινόμενον γίνεται.
”而亚里士多德通过“除了时间原本所是的这个〔底层事物〕之外”这一表述,简明地传达了这一解决办法。因为即便灵魂不存在,如果运动完全可能在没有灵魂的情况下存在,没有任何东西阻止作为时间的底层事物,即作为可被计数者的底层事物存在,但时间将不会存在。因为既然现实中的事物是相对于现实中的事物而言的,潜能中的事物是相对于潜能中的事物而言的,那么若将要计数者不可能存在,可被计数者也将不可能存在,如果可被计数者确实是能够被计数之物的话。因为当感觉被消除而颜色存留时,颜色也不会作为可见者而存在,而只是作为颜色而存在。而他极其精准地补充了“如果运动可能在没有灵魂的情况下存在”这一条件。因为仅就依相对者而言的对立而言,即使灵魂在推论中被消除,即便没有时间,至少没有任何东西阻止运动的存在。然而,如果运动不可能在没有灵魂的情况下存在,那么当灵魂不存在时,不仅时间、而且运动也将被消除。因为如果作为其他运动与变化的存在之源泉的圆周运动是在理智统辖之下且依欲望而行的(正如亚历山大所赞同的那样),那么在灵魂被消除时,一切运动都会被消除。因为位移运动来自于圆周运动,如果简单物体之间的相互转化确是由圆周运动所致(因为它们是依据重与轻的),且位移运动是依本性的运动,而反乎本性的运动则后于依本性的运动的话;而且动物依本性的运动,其原因既在它们自身的灵魂,也在圆周运动。“因为人与太阳生人。”所以,依生成的变化的原因也是圆周运动;依性质改变以及依增减的变化亦来自于它。因为太阳的临近与离去为这些变化提供了最大的原因。 在阐明了这些之后,正如我认为的,值得注意的是:当计数者被消除时,作为可被计数的数的时间固然被消除,然而作为依据运动之存在的延续的前与后则不被消除;而时间正是据此得以自存的。因为成为可被计数者,只是它依据前与后而获得的偶适属性。但如果灵魂被消除——它乃是生成以及伴有时间的生成过程中的一切运动的本原——那么时间也将被消除。因此,亚里士多德合乎道理地一方面说,当灵魂作为计数者被消除时,时间作为可被计数者被消除,另一方面又通过“如果运动可能在没有灵魂的情况下存在”这句话表明,当灵魂作为生成与运动的本原被消除时,运动与生成亦一同被消除。并且,时间作为运动的一种属性,不仅因运动被消除而一同被消除,而且它自身本然地在生成中拥有其存在,因而在作为一切生成与运动之原因的灵魂被消除时,它亦将被消除。并且请看,亚里士多德在这里也是如何写得与其导师高度一致的:他自己说“如果运动可能在没有灵魂的情况下存在”——也就是说,在没有推动者的情况下——正切合于那位导师所说的:对于其他凡是被运动之物而言,灵魂乃是“运动的源泉与本原”,并且一切生成之物都由这一本原而生成。
- 4.136ἀλλ’ ἢ τοῦτο ὅ ποτέ ἐστιν ὁ χρόνος
短语 ἀλλ’ ἤ 是表示“除了……之外(except)”的习语。τοῦτο 指时间的底层事物(即运动),而 ὅ ποτέ ἐστι(“其究竟所是者”)则是亚里士多德特有的表述,用来指代事物的本质性底层,以与偶适规定(被计数)相对。
- 4.136ὅσον μὲν γὰρ ἐπὶ τῇ κατὰ τὰ πρός τι ἀντιθέσει
介词惯用语 ὅσον ἐπί 接与格表示“就……而言”。此处意为“仅就相对者之间的对立(计数者与可被计数者)而言”。
- 4.136κἂν μὴ χρόνον ἀλλὰ κίνησίν γε οὐδὲν κωλύει εἶναι
句式为 κἂν μὴ χρόνον [省略 εἶναι], ἀλλὰ κίνησίν γε οὐδὲν κωλύει εἶναι。κἂν(καὶ ἄν)表示让步(“即使……”),此处 κἂν μὴ 作省略定动词的让步结构(“即便不是……”),宾格 χρόνον 与 κίνησιν 并列充当 εἶναι 的主语。主句为无人称动词 οὐδὲν κωλύει(“没有任何东西阻止”),支配带宾格的动词不定式结构 κίνησιν εἶναι。
- 4.136τῷ σφετέρῳ καθηγεμόνι
该与格短语意为“他自己的导师”,是新柏拉图主义注疏家用来指代亚里士多德的师长柏拉图的标准惯用称谓。紧接着引用的“运动的源泉与本原”(πηγὴ καὶ ἀρχὴ κινήσεως)出自柏拉图《斐德罗篇》(245c)。
