- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:758.28-760.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨亚里士多德在《物理学》第四卷中提出的“若无灵魂时间是否存在”的问题,介绍了波埃托斯就相对者独立性提出的异议,以及亚历山大通过区分底层基质(运动)与可数属性所给出的解答。
" Πότερον δὲ μὴ οὔσης τῆς ψυχῆς εἴη ἂν ὁ χρόνος ἕως τοῦ χρόνος δὲ ταῦτά ἐστιν ᾗ ἀριθμητά ἐστιν." Μεταβέβηκεν ἐπὶ τὸ ἕτερον τῶν προταθέντων, ὅπερ καὶ πρότερον ἦν, ἐκεῖ μὲν οὕτω προταθὲν “πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν”, ἐνταῦθα δὲ σαφέστερον μεταληφθέν. ζητεῖται γὰρ εἰ μὴ οὔσης τῆς ψυχῆς εἴη ἂν ὁ χρόνος ἢ οὔ. ἐπειδὴ γὰρ εὔλογον δοκεῖ τὰ πρός τι συνυπάρχειν καὶ συναναιρεῖσθαι ἀλλήλοις (δεξιοῦ γὰρ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν), ἔστι δὲ πρός τι καὶ ἀριθμητικὸν καὶ τὸ ἀριθμητόν, καὶ ἔστι ψυχὴ μὲν ἀριθμητικὸν καὶ ὁ τῆς ψυχῆς νοῦς (οὐ γὰρ τῷ παθητικῷ ἀριθμοῦμεν, ἀλλὰ τῷ λόγῳ), ὁ δὲ χρόνος ἀριθμητόν, ὥστε μὴ οὔσης ψυχῆς οὐδὲ ὁ χρόνος εἶναι δοκεῖ. ἀντέθηκε δὲ τὸ ἀριθμῆσον τῷ ἀριθμητῷ δέον, φασί, τὸ ἀριθμητικὸν ἀντιθεῖναι1 (ταὐτὸν δέ ἐστι τὸ ἀριθμητικὸν καὶ τὸ ἀριθμῆσον, τὸ μὲν κατὰ δύναμιν, τὸ δὲ κατὰ μέλλοντα χρόνον λεγόμενον, ὅπερ πάλιν τὸ δυνάμει συνεμφαίνει, ὥσπερ ταὐτὸν τὸ ἀριθμητὸν καὶ τὸ ἀριθμησόμενον), προσέλαβε καὶ ὅτι ἀριθμός ἐστιν ἢ τὸ ἠριθμημένον ἢ τὸ ἀριθμητόν· λέγομεν γὰρ ἀριθμὸν ἢ τὸ ἤδη ἀριθμηθὲν ἢ τὸ δυνάμενον ἀριθμηθῆναι, οἷον τὸ τῶν στρατιωτῶν πλῆθος ἀριθμητόν, ὅτι δύναται ἀριθμηθῆναι· ἔστι δὲ καὶ τὸ ἠριθμημένον ἀριθμητόν. μὴ ὄντος οὖν τοῦ ἀριθμητοῦ οὐδὲ ἀριθμὸς εἴη ἄν. ὥστε ἡ ὅλη συναγωγὴ κατὰ τὴν διὰ τριῶν ἀγωγὴν τοιαύτη· εἰ μὴ τὸ ἀριθμῆσον, οὐδὲ τὸ ἀριθμητόν· εἰ μὴ τὸ ἀριθμητόν, οὐδὲ ἀριθμὸς ὁ ὡς ἀριθμητός· εἰ οὖν τὸ μὲν ἀριθμῆσον ψυχὴ κατὰ τὸν ἑαυτῆς νοῦν, ὁ δὲ χρόνος ἀριθμός, μὴ οὔσης ψυχῆς οὐκ ἂν εἴη χρόνος. Ἐνίσταται δὲ πρὸς τὸν λόγον τοῦτον ὁ Βόηθος λέγων μηδὲν κωλύειν τὸ ἀριθμητὸν εἶναι καὶ δίχα τοῦ ἀριθμοῦντος, ὥσπερ καὶ τὸ αἰσθητὸν δίχα τοῦ αἰσθανομένου. ὁ δὲ Ἀλέξανδρος καὶ τὴν ἔνστασιν διὰ πλειόνων τέθεικε καὶ τὴν λύσιν ἐπήγαγεν ἀκολουθῶν τῷ Ἀριστοτέλει. “ἄξιον γάρ, φησί, ζητῆσαι, πῶς ὑγιές ἐστι τὸ μὴ ὄντος τοῦ ἀριθμήσοντος μηδὲ ἀριθμητὸν εἶναι. τὸ μὲν γὰρ ἀριθμητὸν μὴ εἶναι μηδὲ τὸ ἀριθμούμενον καθὸ ἀριθμούμενον μὴ ὄντος τοῦ ἀριθμοῦντος, ἐχέτω λόγον, εἰ τῷ ἀριθμῷ ἐν τῷ ἀριθμεῖσθαι τὸ εἶναι·2 τὸ μέντοι ἀριθμητὸν αὐτὸ καὶ ὃ οἷόν τε ἀριθμηθῆναι οἷον ἄνθρωποι ἢ ἵπποι οὐ δοκεῖ τῷ ἀριθμοῦντι συναναιρεῖσθαι. τὸ γοῦν πρότερον καὶ ὕστερον ἐν κινήσει ὄντα ἀριθμητὰ δείκνυσιν αὐτὸς εἶναι δυνάμενα καὶ μὴ οὔσης ψυχῆς, εἴ γε κίνησιν οἷόν τε εἶναι μὴ οὔσης ψυχῆς.” λύων δὴ τὴν ἀπορίαν φησίν· “ἢ οὐκ ἀριθμητὸν ἔσται, ἀλλὰ τὸ μὲν ᾧ συμβέβηκεν ἀριθμητῷ γίνεσθαι ἔσται οἷον ἵπποι ἢ ἄνθρωποι, οὐ μὴν ἀριθμητὸν ὡς ἀριθμητόν· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων πρός τι μὴ ὄντος εἰ τύχοι τοῦ δεξιοῦ, ὃς μὲν ἦν ἀριστερὸς ἔσται οἷον Σωκράτης, ἀριστερὸς δὲ οὔ. εἰ οὖν τὸ πρότερον καὶ ὕστερον ὡς ἀριθμητὰ ἀριθμητὸς ὁ χρόνος ἦν, μὴ ὄντος τοῦ ἀριθμήσοντος οὐκ ἂν εἴη ὁ χρόνος. τὸ μέντοι τῷ χρόνῳ ὑποκείμενον, ὅπερ ἦν ἡ κίνησις, οὐδὲν κωλύει εἶναι.
“但是在灵魂不存在的情况下,时间是否存在呢,直至,但就这些是可数之物而言,时间就是这些。” 他已经转向了先前所提出的两个问题中的另一个,该问题在此前也曾被提出:在那里是以“时间究竟与灵魂有何关系”的方式提出的,而在这里则被更清晰地加以重述。因为这里探究的是:如果灵魂不存在,时间是否存在。因为既然相对者相互共存并相互同归于尽看来是合乎理性的(因为若无右,便亦无左),且能计数者与可被计数者也是相对者,而灵魂——即灵魂的理智——是能计数者(因为我们不是用受动的部分去计数,而是用理性去计数),时间则是可被计数者,所以若灵魂不存在,时间看来也不存在。 他用“将要计数者”来与“可被计数者”相对立,尽管正如人们所说,本应把“能计数者”与之相对立(但能计数者与将要计数者是同一的,前者依潜能而言,后者依将来时而言,但这同样共同指明了潜能,正如可被计数者与将要被计数者是同一的一样);他还额外假定了数要么是已被计数的,要么是可被计数的。因为我们称数要么是已经计数了的事物,要么是能够被计数的事物,例如士兵的众量是可被计数的,因为它是能够被计数的;而已被计数的事物也是可被计数的。因此,若可被计数者不存在,数也将不存在。所以,根据三步推导的整个推论是这样的:若将要计数者不存在,可被计数者亦不存在;若可被计数者不存在,作为可被计数者的数亦不存在;因此,如果将要计数者是依其自身理智的灵魂,而时间是数,那么在灵魂不存在的情况下,时间也将不存在。 然而,波埃托斯对这一论证提出了异议,他说没有任何东西阻止可被计数者即使在没有计数者的情况下也存在,就像可感知之物在没有感知者的情况下也存在一样。而亚历山大则更详细地提出了这一异议,并遵循亚里士多德而引出了解决办法。因为他说:“确实值得探究:在将要计数者不存在时,可被计数者亦不存在,这一说法何以是健全的。因为,若对于数而言存在就在于被计数,那么在计数者不存在时,可被计数者不存在,正在被计数之物在其作为正在被计数者的意义上亦不存在,这固然合理;然而,可被计数者本身,即能够被计数的事物,如人或马,看来并不与计数者一同毁灭。至少他[亚里士多德]自己表明了,运动中的前与后作为可被计数者,即便在灵魂不存在的情况下也是能够存在的,如果运动确实可能在没有灵魂的情况下存在的话。”于是他在解决这一疑难时说:“或者不如说,它将不再是可被计数的,但那碰巧成为可被计数者的事物(如马或人)将会存在,只是并非作为可被计数者的可被计数者;因为在其他相对者的情况下亦是如此,设若右不存在,那曾经是左的事物(如苏格拉底)仍会存在,但不再作为左而存在。因此,如果时间作为可被计数者就是作为可被计数者的前与后,那么在将要计数者不存在时,时间便将不存在。然而,作为时间之底层的存在物,即运动,其存在则未受到任何妨碍。”
- 4.136δέον, φασί, τὸ ἀριθμητικὸν ἀντιθεῖναι
δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,用作无人称独立宾格(accusative absolute),带有“本应当对照……却……”的让步或转折意味,统摄不定式 ἀντιθεῖναι 及其宾语 τὸ ἀριθμητικόν。
- 4.136εἰ τῷ ἀριθμῷ ἐν τῷ ἀριθμεῖσθαι τὸ εἶναι
此处省略了系动词 ἐστί。属有与格 τῷ ἀριθμῷ 与作表语的介词短语 ἐν τῷ ἀριθμεῖσθαι(带冠词不定式)修饰主语 τὸ εἶναι,整句意为“如果对于数而言,存在就在于被计数”。
