- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:74.30-76.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德在《物理学》185a20中将区分“存在”的诸涵义作为探究开端的方法论意义,并探讨了“荒谬”与“不可能”之间的语义强化关系。他还指出“关于底层的”一语在此处被用来指称内在的偶性,并结合《后分析篇》阐明了“无限”依自身仅述谓于数量的论证结构。
τὸ μὲν οὖν πρὸ πάντων τὰ σημαινόμενα τοῦ ὄντος, ὅπερ νῦν εἰς ζήτησιν πρόκειται, διαστείλασθαι καὶ τὸ οἰκεῖον παράγγελμα φυλάττοντός ἐστι1 τὸ δεῖν πρῶτον ἐπὶ παντὸς προβλήματος τί σημαίνει τοὔνομα διορίζεσθαι καὶ τί ἐστιν ἕκαστον μανθάνειν. ἀκολουθεῖ δὲ καὶ τῷ Πλάτωνι λέγοντι ἐν Φαίδρῳ· “περὶ παντός, ὦ παῖ, μία ἀρχὴ εἰδέναι περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη”. ὁ γὰρ ἀγνοῶν αὐτὸ οὐδ’ ἂν ἐνστῆναι πρὸς αὐτὸ δύναιτο. τὸ δὲ ἐπεὶ πολλαχῶς λέγεται τὸ ὂν οὐκ ἐρωτῶντός ἐστιν, ἀλλ’ ἐκ τῆς ἐναργείας λαμβάνοντος καὶ τῇ ἐν Κατηγορίαις διαιρέσει θαρροῦντος καὶ ζητοῦντος λοιπόν, εἰ πολλαχῶς λεγομένου τοῦ ὄντος δυνατὸν καθ’ ὅντινα οὖν τρόπον ἀληθεύειν ἐκείνους τοὺς ἓν τὸ ὂν λέγοντας. καλῶς δὲ ἄτοπον εἰπὼν τὸ πάντα ποιὸν ἢ ποσὸν εἶναι ἐπήγαγεν εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον. καὶ γὰρ ἄτοπον μὲν καὶ τὸ ἁπλῶς ψεῦδος, ἐπίτασις δὲ τοῦ ψεύδους τὸ ἀδύνατον· καὶ γὰρ τὸ μὲν ἄτοπον τῷ εὐλόγῳ ἀντίκειται σημαῖνον ἤτοι τὸ παράδοξον, ὃ μὴ τοπάσαι ἄν τις, ἢ τὸ χώραν μὴ ἔχον· τὸ δὲ ἀδύνατον τῷ ἀναγκαίῳ ἀντίκειται. πῶς οὖν τοῦτο ἀδύνατον; ὅτι οὔσης μὲν οὐσίας ἤτοι ταὐτὸν ἔσται οὐσία καὶ ποιὸν ἢ ἅμα ἕν τε καὶ οὐχ ἓν τὸ ὄν· μὴ οὔσης δέ, ἐπειδὴ μὴ ἔστι τῆς οὐσίας χωριστὸν τὸ ποιόν, οὐδ’ ἂν αὐτὸ εἴη. ὡς οὖν τοῦ εὐλόγου τὸ ἀναγκαῖον ἐπίτασίς ἐστιν, οὕτως καὶ τοῦ ἀτόπου τὸ ἀδύνατον. πρῶτον δὲ εἶπε τὰ ἑπόμενα ἄτοπα τοῖς ποιὸν εἶναι λέγουσι τὰ πάντα ἤ τι τῶν ἄλλων γενῶν, εἴτε οὔσης οὐσίας εἴτε μὴ οὔσης. καὶ γὰρ οὔσης μὲν ἔσται καὶ αὐτὴ καὶ τὸ ἄλλο γένος, μὴ οὔσης δὲ χωρὶς οὐσίας ἔσται τὰ συμβεβηκότα. ὅτι δὲ γέγονέ τις ὑπόνοια ἄλλο τι γένος παρὰ τὴν οὐσίαν εἶναι τὸ ὄν, πιστοῦται ἐκ τοῦ Μέλισσον ἄπειρον λέγειν τὸ ὄν, ὅπερ τοῦ ποσοῦ ἐστιν ἴδιον. καὶ τοὺς ἄλλο τι παρὰ τὸ ποσὸν λέγοντας τὸ ὂν εὐθύνει ὡς οὐ συμφωνοῦντας Παρμενίδῃ καὶ Μελίσσῳ, τῷ μὲν πεπερασμένον, τῷ δὲ ἄπειρον ὑποθεμένῳ τὸ ὄν. καὶ οὕτως τοὺς τὴν οὐσίαν ὑποτιθεμένους τὸ ὂν ἐλέγχει τῷ αὐτῷ ἐπιχειρήματι, ᾧ καὶ τοὺς ποιὸν ἤ τι ἄλλο παρὰ τὸ ποσόν, τῷ μηκέτι δύνασθαι ἄπειρον λέγειν. δῆλον δὲ ὅτι οὐδὲ πεπερασμένον, ὅπερ ἴσως ὡς σαφὲς παρῆκε νῦν· μετ’ ὀλίγα δὲ καὶ τοῦτο προσέθηκεν. ἐπάξει δὲ καὶ ἄλλα ἄτοπα τοῖς ἓν τὸ ὂν ὡς οὐσίαν λέγουσιν, ὅταν τὸ ὅπερ ὂν πρόθηται σκοπεῖν· τῷ δὲ καθ’ ὑποκειμένου χρῆται νῦν οὐ 〈τῷ〉 τὸ καθόλου σημαίνοντι, ἀλλ’ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ·2 εἴωθε γὰρ τὰ μὴ καθ’ αὑτὰ ὄντα ἀλλ’ ἑτέρου πρὸς τὸ εἶναι δεόμενα καθ’ ὑποκειμένου λέγειν, ὡς λεγόμενα κατὰ τῶν ὑποκειμένων. οὐ γὰρ τὰ ὑποκείμενα κατὰ τῶν συμβεβηκότων κατηγορεῖται, ἀλλὰ τὰ συμβεβηκότα κατὰ τῶν ὑποκειμένων. “λέγεται οὖν, φησὶν ὁ Ἀλέξανδρος, καθ’ ὑποκειμένου πάντα οἷς πρὸς τὸ εἶναι ὑποκειμένου τινὸς δεῖ. τοιαῦτα γὰρ καὶ τὰ κυρίως καθ’ ὑποκειμένου φησίν, ἐπειδὴ οὐδὲν οἶδε καθόλου χωριστόν. ἀλλὰ πῶς τὸ ἄπειρον ἐν τῷ ποσῷ φησιν εἶναι; ἢ ὡς ἐν γένει τῷ ποσῷ· τοῦ γὰρ ποσοῦ τὸ μὲν ἄπειρον, τὸ δὲ πεπερασμένον· ἢ ὅτι τὸ ἄπειρον μόνου τοῦ ποσοῦ καθ’ αὑτὸ κατηγορεῖται, τῶν δὲ ἄλλων γενῶν οὐδενός. καθ’ αὑτὰ γὰρ κατηγορεῖται ὅσα τε ἐν τῷ ὁριστικῷ λόγῳ τινὸς παραλαμβάνεται, ὡς ἀνθρώπου καθ’ αὑτὸ κατηγορεῖται τὸ ζῷον, καὶ τὰ ἐν τῷ ὁριστικῷ λόγῳ τῶν ὑπαρχόντων αὐτοῖς παραλαμβανόμενα,3 ὡς τὸ ἄρτιον τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχει, ἐπεὶ ἐν τῷ τοῦ ἀρτίου λόγῳ ὁ ἀριθμὸς παραλαμβάνεται. ὁριζόμενοι γὰρ τὸ ἄρτιον λέγομεν ἀριθμὸς εἰς ἴσα διαιρούμενος. καὶ δέδεικται ταῦτα ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. εἰ δέ τις τὸ ἄρτιον ὡς εἶδος τοῦ ἀριθμοῦ λαμβάνων οὐκ ἀξιοῖ συμβεβηκὸς αὐτοῦ εἶναι, τὴν ῥῖνα λαμβανέτω καὶ τὴν σιμότητα εἰς παράδειγμα. ἐν γὰρ τῷ τῆς σιμότητος ὁρισμῷ παραλαμβάνεται ἡ ῥίς, ὅταν λέγωμεν σιμότητα εἶναι κοιλότητα ἐν ῥινί. καὶ τὸ ἄπειρον δὲ τοῦ ποσοῦ κατηγορεῖται καθ’ αὑτό, διότι ἐν τῷ τοῦ ἀπείρου λόγῳ τὸ ποσὸν παραλαμβάνεται. διττὸν δὲ τὸ ἄπειρον ὥσπερ καὶ τὸ λευκόν· καὶ τὸ μὲν ἄπειρον τὸ σημαῖνον τὴν ἀπειρίαν πάθος ἐστὶ ποσότητος, τὸ δὲ ἄπειρον τὸ πεπονθὸς τὴν ἀπειρίαν ποσόν ἐστιν ἀδιεξίτητον. πανταχόθεν οὖν προσχρῆται τῷ ὁρισμῷ τοῦ ποσοῦ τὸ ἄπειρον. καθ’ αὑτὸ ἄρα αὐτῷ ὑπάρχει, ὥστε καὶ μόνῳ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ πλείοσιν ἀνομογενέσι καθ’ αὑτὸ ὑπάρχειν.
因此,首先区分当前摆在我们面前以供探究的“存在”的诸涵义,正属于恪守其自身训诫之人的作为——即在每一个论题上,都必须首先界定名称意指什么,并获知每一事物是什么。他也遵循了柏拉图在《斐德罗篇》中的说法:“关于一切事物,孩子啊,都有一个开端:知晓所思虑的是关于何物,否则就必然在一切事上犯错。”因为不了解它的人,甚至无法对其提出反驳。而“既然存在有多种言说方式”这句话,并非出自发问者,而是出自从昭然事实中采纳该前提、信赖《范畴篇》中的划分、并进而探究在存在有多种言说方式的情况下,那些说存在是一的人是否可能以任何方式言说真理之人。在他妥善地指出一切都是性质或数量是荒谬的之后,他又补充道“如果应当把不可能之事称为荒谬”。因为单纯的虚假固然也是荒谬,但不可能乃是虚假的强化;荒谬与合乎情理相对立,意指或是人所料想不到的违反常理之事,或是毫无立足之地之事;而不可能是与必然相对立的。那么,这何以是不可能的呢?因为如果实体存在,实体与性质要么是同一的,要么存在同时既是一又不是一;如果实体不存在,既然性质不可脱离实体,性质本身也就不会存在。因此,正如必然是合乎情理的强化,不可能也是荒谬的强化。他首先指出了对于主张一切都是性质或其余诸属之某一者的人所随之而来的荒谬,无论实体存在还是不存在。因为如果实体存在,它与另一属就都将存在;如果实体不存在,偶性就将脱离实体而存在。至于存在某种猜想认为存在是除实体之外的某种属,这从麦里梭说存在是无限的(这乃是数量所特有的)得到了确证。他责难那些把存在说成是除数量之外的别物的人,指责他们不符合巴门尼德和麦里梭的主张,因为前者假定存在是有限的,后者假定存在是无限的。这样,他就以驳难那些把存在说成是性质或除数量之外的别物的人的同一论据,来反驳那些把存在假定为实体的人,即因为他们再也不能说它是无限的。显而易见,他们也不能说它是有限的,这一点他现在大概作为显明之事略去了,但在不久之后他也补充了这一点。当他着手考察“真正的存在”时,他还将对那些把存在作为实体说成是一的人引入其他的荒谬;但他现在使用“关于底层的”一语,并非意指普遍者,而是用以代替“在底层之中的”;因为他习惯于将非依自身存在而是为了存在需要他物的事物称为“关于底层的”,因为它们乃是关于底层而被言说的。因为不是底层述谓于偶性,而是偶性述谓于底层。亚历山大说:“因此,凡是在存在上需要某种底层的各事物,都被称为‘关于底层的’。他说,因为属于严格意义上的‘关于底层的’事物也是如此,既然他根本不知道有任何分离的普遍者。” 但他何以说无限是在数量之中呢?究竟是作为在属之中而在数量之中(因为数量之中一者是无限,另一者是有限),还是因为无限依自身仅述谓于数量、而不述谓于其余任何属?因为凡是包含在某物的定义性说明之中的事物(如同动物依自身述谓于人),以及包含在属于它们的事物的定义性说明之中的事物(如同偶数依自身属于数,因为在偶数的说明中包含着数;因为在定义偶数时我们说‘被等分之数’;而这些已在《后分析篇》中得到证明),都是依自身被述谓的。但如果有人把偶数当作数的种而不屑于将其视为数的偶性,就让他以鼻子和塌鼻为例吧。因为在塌鼻的定义中包含着鼻子,当我们说塌鼻是‘鼻子中的凹陷’时。而无限也依自身述谓于数量,因为在无限的说明中包含着数量。但无限就像白一样是双重的:意指无限性的一方是数量的属性,而被施加了无限性的另一方则是不可贯通的数量。因此,无限从各方面都额外使用了数量的定义。由此可见,它依自身属于数量,从而也仅属于数量;因为同一事物不可能依自身属于多个不同属的事物。
- 1.13τὸ μὲν οὖν πρὸ πάντων τὰ σημαινόμενα τοῦ ὄντος, ὅπερ νῦν εἰς ζήτησιν πρόκειται, διαστείλασθαι καὶ τὸ οἰκεῖον παράγγελμα φυλάττοντός ἐστι
句首带定冠词的不定词短语 τὸ ... διαστείλασθαι 充当全句主语,谓语部分由所有/特征属格短语 φυλάττοντός ἐστι 构成(“区分……属于恪守其自身训诫之人的作为”)。
- 1.13τῷ δὲ καθ’ ὑποκειμένου χρῆται νῦν οὐ 〈τῷ〉 τὸ καθόλου σημαίνοντι, ἀλλ’ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ
动词 χρῆται 支配与格短语 τῷ καθ' ὑποκειμένου,其后接限定同位语 οὐ 〈τῷ〉 τὸ καθόλου σημαίνοντι, ἀλλ’ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ。辛普利丘指出,不同于《范畴篇》中的严格术语区分(“关于底层言说的”指普遍者,“在底层之中的”指偶性),亚里士多德在此处将“关于底层的”用作后者的代称(即指偶性)。
- 1.13καὶ τὰ ἐν τῷ ὁριστικῷ λόγῳ τῶν ὑπαρχόντων αὐτοῖς παραλαμβανόμενα
此处指《后分析篇》第一卷第四章中第二类“依自身的述谓(καθ' αὑτό)”,与前文的第一类(谓项包含在主项的定义中)相对。在构词上,τὰ ... παραλαμβανόμενα 指的是包含在属于它们的属性(τῶν ὑπαρχόντων αὐτοῖς)的定义性说明之中的底层事物(如“数”被包含在“偶数”的定义中)。
