← 辛普里丘

亚里士多德《物理学》注释

§757.33-758.27

关于潜能运动、静止与时间关系的探讨

辛普利丘探讨了就静止与时间而言“潜能运动之物”的理解,讨论了亚历山大所记述的异文(“场所与运动”),并评述了亚历山大关于天空的场所与运动的疑难化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.135#2

καίτοι οὐ μόνον τὰ κινούμενα ἀλλὰ καὶ τὰ ἠρεμοῦντα ἐν χρόνῳ εἶναι κατ’ ἐνέργειαν ἐλέγετο· μέτρον γὰρ καὶ ἠρεμίας ὁ χρόνος κατ’ ἐνέργειαν, ὡς τοῦ εἶναι τῆς ἠρεμίας ὥσπερ καὶ τοῦ τῆς κινήσεως ὑπὸ τοῦ χρόνου μετρουμένου. μήποτε οὖν ὡς πρὸς τὸν χρόνον οὐ τὰ ἠρεμοῦντα δυνάμει κινούμενα ἀκουστέον,1 ἀλλὰ τὰ μήπω μὲν παρελθόντα εἰς γένεσιν, δυνάμενα δὲ γενέσθαι. εἰ γὰρ τῆς κατὰ γένεσιν κινήσεως ἀριθμὸς ἦν ὁ χρόνος, ταύτην δὲ ἐκινεῖτο καὶ τὰ ἠρεμεῖν λεγόμενα, δῆλον ὅτι καὶ ἡ κίνησις κατ’ ἐνέργειαν εἴη ἂν ἐν τούτοις καὶ ὁ τὴν τοιαύτην κίνησιν μετρῶν χρόνος. ἐπειδὴ δὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ τὴν ἠρεμίαν ἤκουσεν ὁ Ἀλέξανδρος, εἴποι ἂν τὸ καθ’ αὑτὸ ἐν χρόνῳ τὴν κίνησιν ποτὲ μὲν δυνάμει ὡς ἐν τῷ ἠρεμοῦντι, τοτὲ δὲ ἐνεργείᾳ ἐν τῷ ἤδη κινουμένῳ λαμβάνεσθαι. Ἱστορεῖ δὲ καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος διὰ τὴν εἰρημένην ἴσως ἀπορίαν οὕτω μεταπλασθεῖσαν· ὁ δὲ τόπος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ ἐνέργειαν, εἰς πίστιν τοῦ κινητὰ εἶναι τὰ εἰρημένα γῆν θάλατταν οὐρανὸν προσθέντος αὐτοῦ τὸ νῦν εἰρημένον,2 ὡς τῶν μὲν ἐνεργείᾳ ὄντων ἐν τόπῳ ἐνεργείᾳ καὶ καθ’ αὑτὸ κινουμένων, τῶν δὲ δυνάμει ἐν τόπῳ, ὥσπερ τὰ μέρη τοῦ ὅλου ἔχει τούτων καὶ κινητῶν δυνάμει ὄντων. τεκμήριον οὖν τοῦ ὑπάρχειν τοῖς ἐν τόπῳ οὖσι τὴν κίνησιν τό, ὡς ἕκαστον τοῦ ἐν τόπῳ μετέχει, οὕτω μετέχειν καὶ τῆς κινήσεως, εἰ μὲν δυνάμει, δυνάμει, εἰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ. προχείρου δὲ ὄντος ἀπορεῖν,3 πῶς ἐν οὐρανῷ ὁ χρόνος μὴ ἐν τόπῳ ὄντι, εἴπερ τὰ ἐν τόπῳ μόνα κινητά, τὰ δὲ κινητὰ μόνα ἐν χρόνῳ, αἰσθόμενος καὶ λύων ὁ Ἀλέξανδρος “ὅτι, φησίν, ἐν τῷ οὐρανῷ ὁ χρόνος, εἰ καὶ μή ἐστιν ἐν τόπῳ, πρόδηλον· ἀεὶ γὰρ κινεῖται· ἔνθα δὲ κίνησις, ἐκεῖ καὶ χρόνος. ἀλλ’ ἐπὶ μὲν τῶν ἄλλων τῶν μὴ ἀεὶ κινουμένων ἐδεήθη τοῦ τόπου διὰ τοῦ ἐν τόπῳ αὐτὰ εἶναι δείξας ὅτι καὶ κινητά, τὸ δὲ θεῖον σῶμα οὐκ ἐδεῖτο δείξεως πρὸς τὸ κινητὸν εἶναι· φανερὰ γὰρ αὐτοῦ καὶ ἐναργὴς ἡ κίνησις οὖσα ἀΐδιος.” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος αὐτῇ λέξει γέγραφεν. εἰ δὲ κινεῖται ὁ οὐρανὸς τὴν κύκλῳ κίνησιν, δῆλον ὅτι κατὰ τόπον ἐστὶν ἡ κίνησις αὕτη καὶ οὐ κατ’ ἄλλο εἶδος κινήσεως, τὸ δὲ κατὰ τόπον κινούμενον καὶ ἐν τόπῳ ἐστίν.

然而,不仅运动之物,而且静止之物也被说成是在现实上处于时间之中的;因为时间在现实上也是静止的度量,这是因为静止的存在如同运动的存在一样被时间所度量。那么,或许就时间而言,应当理解为“潜能地运动之物”的不是静止之物,而是那些尚未进入生成、但能够生成的事物。因为如果时间是依生成的运动的数目,而就连被称为静止的事物也在进行这种运动,那么显而易见,运动在现实上也存在于这些事物之中,而度量此种运动的时间也是如此。但既然亚历山大将静止理解为偶性地处于时间之中,他便会说,自身处于时间之中的运动,有时是潜能地被把握(如在静止之物中),有时则是现实地被把握(在已经在运动之物中)。 亚历山大还记录了另一种或许因上述疑难而被改写了的异文:“场所与运动无论在潜能上还是在现实上都在一起”;其根据是,他[亚里士多德]加上了现在所说的这句话,是为了确证上述的土地、海洋和天空是可动的——其意思是,凡在现实上处于场所之中的事物,也在现实上且自身运动着;而那些在潜能上处于场所之中的事物(如同整体的各部分那样),在可动性上也是潜能的。因此,运动属于处于场所之物的证据就在于:每一个事物如何分有处于场所之中,它就如何分有运动——若在潜能上,则在潜能上;若在现实上,则在现实上。 由于容易产生这样一个疑难:如果唯有处于场所之中的事物才是可动的,且唯有可动之物才处于时间之中,那么对于不在场所之中的天空而言,时间如何存在于其中?亚历山大察觉到了这一点并加以解决,他说:“天空即使不在场所之中,时间存在于天空中也是昭然明晓的;因为天空恒常在运动,而凡有运动之处,也就有时间。然而对于其他并非恒常运动的事物,他需要场所,通过它们处于场所之中来表明它们也是可动的;但神圣的物体[天体]就它是可动的而言并不需要证明,因为它的运动作为永恒的运动是显然且确凿的。”亚历山大确实就是用这原话把这些写下来的。但是,如果天空作圆周运动,那么显而易见,这种运动是依场所的运动[位移],而非依其他种类的运动,而依场所运动的事物也处于场所之中。

语法注3 条
  1. 4.135μήποτε οὖν ὡς πρὸς τὸν χρόνον οὐ τὰ ἠρεμοῦντα δυνάμει κινούμενα ἀκουστέον

    μήποτε 在此并非表示疑问或否定目的,而是引导一种审慎的主张或提议(“或许……”)。动词性形容词 ἀκουστέον 支配宾语短语 τὰ μήπω μὲν παρελθόντα……,与前面的 οὐ τὰ ἠρεμοῦντα 形成对立。

  2. 4.135εἰς πίστιν τοῦ κινητὰ εἶναι τὰ εἰρημένα γῆν θάλατταν οὐρανὸν προσθέντος αὐτοῦ τὸ νῦν εἰρημένον

    属格绝对结构 προσθέντος αὐτοῦ τὸ νῦν εἰρημένον(其逻辑主语 αὐτοῦ 指亚里士多德)解释了该异文被提出或理解的理据。εἰς πίστιν τοῦ κινητὰ εἶναι…… 为表示目的或论证意图的介词短语,支配带冠词的不定词从句 τοῦ εἶναι。

  3. 4.135προχείρου δὲ ὄντος ἀπορεῖν

    非人称性质的属格绝对结构(“在极易提出……疑难的情况下”),为后文由主格的主语 ὁ Ἀλέξανδρος 及其分词 αἰσθόμενος καὶ λύων 所构成的主句提供了背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:757.33-758.27