← 辛普里丘

亚里士多德《物理学》注释

§757.5-757.33

时间无处不在的原因及其与运动的共存

针对亚里士多德在223a16提出的两个难题(时间与灵魂的关系,以及时间为何无处不在),注评家梳理了对后一难题的解答(时间是运动不可分离的偶性,而场所中的一切物体皆是可动的),并对时间和运动在潜能与现实上并存的文句进行了详细解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.135#1

" Ἄξιον δὲ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος ἕως τοῦ ἅμα κατά τε δύναμιν καὶ κατὰ ἐνέργειαν." Δύο προὐβάλετο ζητεῖν ἐν τούτοις, ἓν μὲν πῶς ἔχει πρὸς τὴν ψυχὴν ὁ χρόνος, τοῦτο δέ ἐστιν εἰ δύναται χρόνος εἶναι ψυχῆς μὴ οὔσης, ταὐτὸν δὲ εἰπεῖν εἰ δύναται τὸ ἀριθμούμενον εἶναι μὴ ὄντος τοῦ ἀριθμοῦντος, εἴπερ ψυχὴ τὸ ἀριθμοῦν. ἀλλὰ τοῦτο μὲν πρῶτον προβαλλόμενος ὕστερον ἐπιχειρήσει διαρθροῦν, τὸ δὲ ἕτερον διὰ τί πανταχοῦ ὁ χρόνος εἶναι δοκεῖ καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ. καὶ δὴ πρώτου τούτου τὴν αἰτίαν ἀποδίδωσιν,1 ὅτι ὁ χρόνος ἀριθμὸς ὢν κινήσεως ἐκείνης τί ἐστιν ἕξις ἢ πάθος, ὥστε συμβεβηκὸς ἀχώριστόν ἐστιν τῇ κινήσει· καὶ γὰρ καὶ ὁ ἀριθμὸς ἐν τοῖς ἀριθμουμένοις εἶναι δοκεῖ καὶ ἔχεσθαι ὑπ’ αὐτῶν. ἐπειδὴ οὖν ταῦτα πάντα, ἐν οἷς ὁ χρόνος λέγεται, οἷον γῆ θάλαττα οὐρανὸς σώματά ἐστι, πᾶν δὲ σῶμα ἐν τόπῳ, τὸ δὲ ἐν τόπῳ κινητὸν ἢ καθ’ ὅλον ἢ κατὰ μόρια, τὸ δὲ κινητὸν μετὰ τῆς κινήσεως ἔχει καὶ τὸ τῇ κινήσει συμβεβηκὸς ὡς πάθος ἢ ἕξιν τὸν χρόνον, εἰκότως ἐν γῇ καὶ θαλάττῃ καὶ οὐρανῷ ἐν οἷς κίνησις, ἐν τούτοις καὶ χρόνος ἐστί. ταῦτα δὲ συντόμως συναγαγὼν ἐπήγαγεν ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ κατὰ ἐνέργειαν. εἰπὼν γὰρ συνυπάρχειν τῇ κινήσει τὸν χρόνον, ἐν ὅσοις ἐστὶ καὶ ἡ κίνησις, προστίθησιν ὅτι καὶ ὁμοίως ἔχει τῇ κινήσει ὁ χρόνος ἑκασταχοῦ· εἰ μὲν δυνάμει ἡ κίνησις, δυνάμει καὶ ὁ χρόνος· εἰ δὲ ἐνεργείᾳ, καὶ ὁ χρόνος ἐνεργείᾳ. καὶ διὰ τοῦτο ἐν τῇ συναγωγῇ τοῦ λόγου κινητὰ εἶπε τὰ ἐν τόπῳ καὶ οὐχὶ κινούμενα,2 ἵνα ἄμφω περιλάβῃ καὶ τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ. κινητὸν γὰρ καὶ τὸ κινούμενον καὶ τὸ πεφυκὸς κινεῖσθαι οἷον τὸ ἠρεμοῦν, ὥς φησιν Ἀλέξανδρος. λέγει δὲ πάθος μὲν τῆς κινήσεως τὸν χρόνον ὡς συμβεβηκός, ὡς τῶν ἀριθμητῶν ὁ ἀριθμὸς πάθος, ἕξιν δὲ διότι ἔχεται ὑπὸ τῆς κινήσεως.3 ἀλλ’ εἰ δυνάμει κινούμενον τὸ ἠρεμοῦν λέγεται νῦν, ὡς Ἀλέξανδρος ἤκουσεν, ἐν ᾧ δὲ δυνάμει ἡ κίνησις ἐν τούτῳ δυνάμει καὶ ὁ χρόνος, δῆλον ὅτι ἐν τῷ ἠρεμοῦντι δυνάμει εἴη ἂν ὁ χρόνος.

“同样值得考察的是,时间究竟〔与灵魂〕有何关系”直到“无论在潜能上还是在现实上都在一起”。 他在这些文字中提出了两个探讨的论题:其一是时间与灵魂有何关系,这也就是:在灵魂不存在的情况下时间能否存在;或者同样地说:既然灵魂是计数者,在计数者不存在的情况下被计数者能否存在。然而,他虽然先提出了这个问题,却将在其后才着手阐明它;而另一个论题是:为何时间似乎无处不在,既在土地中,也在海洋中和天空之中。于是他首先对这[后]一个论题给出了解释,即:时间作为运动的数目,乃是该运动的某种状态或受动属性,以至于它是运动不可分离的偶性;因为数目似乎也是存在于被计数之物之中,并被它们所保有的。因此,既然所有这些被说成时间在其中的事物(如土地、海洋、天空)都是物体,而一切物体都在场所中,在场所中的事物或者整体或者依其部分是可动的,并且可动之物伴随着运动,也拥有作为运动之偶性(作为受动属性或状态)的时间,那么在土地、海洋和天空这些有运动存在的地方,在其中也有时间存在,就是理所当然的了。在简要地概括了这些之后,他接着补充道:“但时间和运动无论在潜能上还是在现实上都在一起”。因为在说了在运动存在的凡所有事物中时间与运动共存之后,他又补充说,时间在各地也与运动处于相似的状况:如果运动是潜能的,时间也是潜能的;而如果运动是现实的,时间也是现实的。正因如此,在论述的结论中,他把在场所中的事物称为“可动的”,而不是“运动着的”,以便同时包揽潜能之物与现实之物。因为正如亚历山大所说,可动之物不仅指运动着的事物,也指生来适于运动的事物,例如静止之物。他又把时间称为运动的受动属性,是作为偶性而言的,正如数目是被计数之物的受动属性一样;而称之为状态,则是因为它被运动所保有。但是,如果如亚历山大所理解的那样,静止之物现在被称为潜能地运动之物,而在运动潜能地存在的地方,时间也在其中潜能地存在,那么显而易见,在静止之物中时间也将是潜能地存在的。

语法注3 条
  1. 4.135πρώτου τούτου τὴν αἰτίαν ἀποδίδωσιν

    τούτου 指前文列举的两个难题中的后一个(时间为何无处不在),而 πρώτου 在此作副词性理解或与 τούτου 保持一致,表示在回答的顺序上“首先”对这后一个论题作出解释(尽管在提出顺序上它是第二个)。

  2. 4.135κινητὰ εἶπε τὰ ἐν τόπῳ καὶ οὐχὶ κινούμενα

    动词 εἶπε 采取双重宾格(述语宾格)句式,宾语为 τὰ ἐν τόπῳ,述语宾格为 κινητά 与 οὐχὶ κινούμενα。注评家借此解释亚里士多德选用“可动的(κινητά)”而非“运动着的(κινούμενα)”来兼顾潜能与现实之运动的用词意图。

  3. 4.135ἕξιν δὲ διότι ἔχεται ὑπὸ τῆς κινήσεως

    利用名词 ἕξις(状态/具有)与被动态动词 ἔχεται(被……保有)在词源与词干上的联系而作的解释性句式。主句动词 λέγει 承接前文,以 ἕξιν 为述语宾格,后接 διότι 引导的原因从句,意为“称之为状态,是因为它被运动所保有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:757.5-757.33