← 辛普里丘

亚里士多德《物理学》注释

§755.28-757.4

一切变化皆在时间之中的三段论证明

辛普里丘确认了亚里斯多德关于时间的存在与本质的论述,并注解了关于一切变化与运动皆在时间之中的第一格三段论证明,阐释了通过速度、“在先与在后”以及距“现在”的距离来确立大、小前提的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.133

" Ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος ἕως τοῦ εἴρηται." Δοκεῖ μὲν τὸ ὅτι ἔστι μὴ ἀποδεδεῖχθαι, ἀλλὰ καὶ τοὐναντίον ἐν τῇ ἀρχῇ τῶν περὶ τοῦ χρόνου λόγων ὅτι οὐκ ἔστι δριμέως ἐπικεχείρηται. ἐν δὲ τῷ δεικνύναι, τί ἐστιν ὁ χρόνος, περί τινος τῶν ὄντων οὗ καὶ ἔννοιαν ἔχομεν ποιησάμενος τὸν λόγον καὶ ὅτι ἔστι συναπέδειξε.1 δείξει δὲ καὶ ἐφεξῆς εὐθύς, ὅταν δεικνύῃ πᾶσαν μεταβολὴν καὶ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖσθαι, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ εἶναι.

“因此,时间存在”直到“已经谈及”。 虽然时间的存在本身似乎尚未被论证,反而相反,在关于时间的论据开端处,他曾尖锐地探讨过时间并不存在;但通过指明时间是什么,并围绕我们对其拥有概念的实在之物之一展开论述,他也一并论证了它是存在的。而在紧随其后的部分,当他指出一切变化和一切运动着的事物都在时间中运动,并且“在先”与“在后”都在时间中时,他也会立刻指明这一点。

§4.134

"Τούτων δὲ ἡμῖν οὕτω διωρισμένων ἕως τοῦ φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν." Εἰπὼν πρὸ ὀλίγου ὅτι πάντα ἐν χρόνῳ καὶ γίνεται καὶ φθείρεται, νῦν τοῦτο δεῖξαι προτίθεται καθολικωτέραν ποιούμενος τὴν ἀπόδειξιν, ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ γίνεται· ἡ γὰρ τούτου δεῖξις καὶ πρὸς τὴν περὶ χρόνου ζήτησιν οἰκείως ἔχει. καὶ βεβαιοῖ τὸ πρότερον δεδειγμένον, ὅτι φθορᾶς μᾶλλον ἢ γενέσεώς ἐστιν αἴτιος ὁ χρόνος. καὶ τὸ μὲν ἐπιχείρημα τοιοῦτον ἐν πρώτῳ σχήματι συναγόμενον· πᾶσα κίνησις τὸ πρότερον καὶ ὕστερον ἔχει· τὸ ἔχον τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν· οἷς ἕπεται τὸ πᾶσαν κίνησιν ἐν χρόνῳ εἶναι.2 ἐπειδὴ δὲ μὴ ἐναργεῖς εἰσιν αἱ προτάσεις, ἑκατέραν κατεσκεύασε, τὴν μὲν ἐλάττονα οὕτως· πᾶσα κίνησις τὸ θᾶττον ἔχει καὶ βραδύτερον· κατὰ πᾶσαν γάρ ἐστιν ἢ θᾶττον κινεῖσθαι ἢ βραδύτερον· πᾶν δὲ τὸ ἔχον τὸ θᾶττον καὶ βραδύτερον τὸ πρότερον καὶ ὕστερον ἔχει. τούτοις γὰρ τὸ θᾶττον ὁρίζεται καὶ βραδύτερον· θᾶττον γὰρ ἐκεῖνο λέγομεν τὸ πρότερον εἰς ἐκεῖνο μεταβάλλον ἐφ’ ὃ ἡ κίνησις, βραδύτερον δὲ τὸ ὕστερον. ἡ δὲ σύγκρισις ὀρθῶς ἂν γίνοιτο, εἰ καὶ τὸ τῆς κινήσεως εἶδος τὸ αὐτὸ λάβοιμεν, οἷον τὸ κατὰ τόπον, καὶ τὸ διάστημα ἴσον τε καὶ ὅμοιον, οἷον ἐπὶ περιφερείας ἢ ἐπ’ εὐθείας, καὶ τὴν κίνησιν ὁμαλῆ. ἐὰν γὰρ τὸ μὲν ἀνωμάλως, τὸ δὲ ὁμαλῶς κινῆται, δύναται καὶ τὸ θᾶττον κινούμενον ὕστερον ἐπὶ τὸ πέρας ἀφικνεῖσθαι τῆς κινήσεως. γίνεται δέ τις καὶ παρὰ τὸ τοῦ ὑποκειμένου σχῆμα τῆς κινήσεως διαφορά, εἰ τὸ μὲν εὐθὺ εἴη, τὸ δὲ περιφερές. τὴν δὲ μείζονα πρότασιν τὴν λέγουσαν τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ εἶναι ἔδειξε διὰ τοῦ τὸ πρότερον καὶ ὕστερον λέγεσθαι κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν. πρότερον μὲν γὰρ τὸ τοῦ ἐνεστῶτος νῦν ἐπὶ τὸ παρεληλυθὸς διιστάμενον πλέον, ὕστερον δὲ ἔκειτο τὸ τοῦ νῦν ἐγγυτέρω· ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν πρότερον μὲν τὸ ἐγγυτέρω τοῦ νῦν, ὕστερον δὲ τὸ πορρωτέρω. ὥστε τὸ πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν τὸ εἶναι ἔχει· τὸ γὰρ νῦν ὅρος τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος· ὥστε ἐπεὶ τὸ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις, ὅπερ ἐστὶ τὸ πρότερον καὶ ὕστερον. εἰ οὖν πᾶσα κίνησις τὸ πρότερον καὶ ὕστερον ἔχει, ταῦτα δὲ ἐν χρόνῳ, καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἑκατέρας τῶν προτάσεων ἀληθῶς ληφθείσης. ὅτι γὰρ ὡς προσεχεῖς τῆς ἀποδείξεως προτάσεις τέθεικε3 τήν τε ἀκριβῶς λέγουσαν, ὅτι πᾶσα κίνησις τὸ πρότερον ἔχει καὶ τὸ ὕστερον, καὶ τὴν λέγουσαν τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ, ἐδήλωσε μετὰ τὴν δεῖξιν ἐπενεγκὼν ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δὲ ἀκολουθεῖ κινήσει τὸ πρότερον, φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν. ἀκολουθεῖν δέ ἐστι τὸ ἕπεσθαι καὶ κατηγορεῖσθαι.

“在我们已经如此界定了这些之后”直到“显而易见,一切变化和一切运动都在时间之中”。 在不久前说了一切事物都在时间中既生成又毁灭之后,现在他打算指出这一点,给出更为普遍的论证,即一切变化和一切运动都是在时间中发生的;因为对这一点的证明也切合关于时间的探讨。并且这巩固了先前所论证的命题,即时间与其说是生成的原因,不如说是毁灭的原因。而这一论证是在第一格中推导出的,形式如下:一切运动都具有“在先”与“在后”;凡具有“在先”与“在后”的都在时间之中;由此推出,一切运动都在时间之中。但由于这些前提并非自明,他分别确立了它们;小前提确立如下:一切运动都具有“较快”与“较慢”;因为在每一运动中,运动都可能较快或较慢;而凡具有“较快”与“较慢”的事物,都具有“在先”与“在后”。因为“较快”与“较慢”正是通过这些来界定的;因为我们把“在先”转变为运动所朝向的目的之物称为“较快”,把“在后”转变的称为“较慢”。然而,只有当我们所取的运动种类也是相同的(例如位移),距离相等且相似(例如在圆周上或在直线上),并且运动是均匀的,这一比较才能正确成立。因为如果一个是不均匀运动,另一个是均匀运动,那么即使运动得较快者也有可能较后到达运动的终点。而且由于运动基底的形状不同,也会产生某种差异,如果一个是直线的,另一个是圆周的。至于大前提——即主张“在先”与“在后”是在时间之中的命题——他是通过“在先”与“在后”是按照距“现在”的距离来表述的这一事实来证明的。因为“在先”是指从目前的“现在”向过去伸展更远者,而“在后”则被设定为距离“现在”更近者;但在未来则相反,距离“现在”更近的是“在先”,而距离更远的是“在后”。因此,“在先”与“在后”是按照距“现在”的距离而拥有其存在的;因为“现在”是过去与未来的界限;因此既然“现在”在时间中,“在先”与“在后”也将在时间中;因为“现在”在何处,距“现在”的距离(即“在先”与“在后”)也就在何处。因此,如果一切运动都具有“在先”与“在后”,而它们是在时间之中的,那么随着两个前提都被真实地采纳,一切运动也就都在时间之中了。因为,他将确切表述“一切运动都具有在先与在后”的前提,以及表述“在先与在后在时间之中”的前提,确立为这一论证的直接前提,这一事实在他论证之后补充说明时显明了出来,他说:“因此,既然在先在时间之中,而在先伴随着一切运动,那么显而易见,一切变化和一切运动都在时间之中”。而“伴随”就是随之而来并被述说。

语法注3 条
  1. 4.133ἐν δὲ τῷ δεικνύναι, τί ἐστιν ὁ χρόνος, περί τινος τῶν ὄντων οὗ καὶ ἔννοιαν ἔχομεν ποιησάμενος τὸν λόγον καὶ ὅτι ἔστι συναπέδειξε.

    主句的主语为省略的亚里斯多德,主要动词是 συναπέδειξε。分词 ποιησάμενος 与主语一致,表示手段或伴随状况。ὅτι ἔστι 前面的 καί 具有强调意味,表示在指明“是什么(τί ἐστιν)”的同时,也“一并证明了存在(ὅτι ἔστι)”。

  2. 4.134οἷς ἕπεται τὸ πᾶσαν κίνησιν ἐν χρόνῳ εἶναι

    中性复数与格关系代词 οἷς 以先前陈述的两个前提(小前提与大前提)为先行词,作 ἕπεται(“由……推出/随……而来”)的补足成分。主语是带定冠词的不定式短语 τὸ πᾶσαν κίνησιν ἐν χρόνῳ εἶναι。

  3. 4.134ὅτι γὰρ ὡς προσεχεῖς τῆς ἀποδείξεως προτάσεις τέθεικε

    全句的基本框架为 ἐδήλωσε μετὰ τὴν δεῖξιν ἐπενεγκών...(“在论证后通过补充说明……显明了”),整个 ὅτι 从句充当其直接宾语。在 ὅτι 从句内部,动词 τέθεικε 支配两个并列的宾语分词从句(τήν τε ἀκριβῶς λέγουσαν... καὶ τὴν λέγουσαν...),而 ὡς προσεχεῖς... προτάσεις 则构成宾语补足语(“作为直接前提”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:755.28-757.4