- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:753.30-755.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里斯多德关于时间与其说是生成的原因不如说是毁灭的原因这一论述,辛普里丘探讨了西莫尼德斯与毕达哥拉斯派的对比(并讨论了‘帕隆’是专有名词还是分词的问题),论证了一切变化在本质上都是‘使之偏离的’。他进一步解释说,时间只是附带的条件,毁灭的真正原因在于月下质料的不完满性以及对立物的分裂。
" Μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικὸν ἕως τοῦ ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν." Μετὰ τὴν τῶν χρονικῶν ἐπιρρημάτων διάρθρωσιν τοῦ νῦν τοῦ ποτὲ τοῦ ἤδη τοῦ ἄρτι τοῦ πάλαι τοῦ ἐξαίφνης τὸ πρότερον εἰρημένον, ὅτι φθορᾶς αἴτιος μᾶλλον ἢ γενέσεως ὁ χρόνος, αὐτό τε διαρθροῖ πλέον καὶ ἔτι προστίθησιν ὅτι οὐδὲ φθορᾶς καθ’ αὑτὸ αἴτιος. προλαβὼν γὰρ ὅτι πᾶσα μεταβολὴ ἐκστατικόν1 ἐστι, τούτῳ μὲν χρήσεται μετ’ ὀλίγον εἰς τὴν ἀπόδειξιν· νῦν δὲ τέως, ἐπειδὴ πάντα, φησί, καὶ τὰ γινόμενα καὶ τὰ φθειρόμενα ἐν χρόνῳ τὰ μὲν γίνεται τὰ δὲ φθείρεται, εἰκότως οἱ μὲν σοφώτατον οἱ δὲ ἀμαθέστατον λέγουσιν εἶναι τὸν χρόνον· Σιμωνίδης μὲν γὰρ σοφώτατον, ὅτι γίνονται ἐπιστήμονες ὑπὸ χρόνου· Πάρων δὲ ὁ Πυθαγόρειος ἀμαθέστατον, ὅτι ἐπιλανθάνονται ὑπὸ χρόνου. οὗτος δὲ ἔοικεν εἶναι, οὗ καὶ Εὔδημος ἀνωνύμως ἐμνήσθη λέγων ἐν Ὀλυμπίᾳ Σιμωνίδου τὸν χρόνον ἐπαινοῦντος ὡς σοφώτατον, εἴπερ ἐν αὐτῷ αἱ μαθήσεις γίνονται καὶ αἱ ἀναμνήσεις, παρόντα τινὰ τῶν σοφῶν εἰπεῖν2 ‘τί δέ, ὦ Σιμωνίδη, οὐκ ἐπιλανθανόμεθα μέντοι ἐν τῷ χρόνῳ;’ καὶ μήποτε καὶ παρὰ Ἀριστοτέλει ἐν τῷ ὁ δὲ Πυθαγόρειος ΠΑΡΩΝ τὸ ΠΑΡΩΝ οὐκ εἶναι ὄνομα κύριον ἀλλὰ μετοχήν·3 παρόντα γὰρ τὸν Πυθαγόρειον τῷ Σιμωνίδῃ λέγοντι, ὅτι σοφώτατος ὁ χρόνος, εἰπεῖν φησιν, ὅτι ἀμαθέστατον. δοκεῖ οὖν οὗτος λέγειν ὀρθότερον. μεταβολὴ γὰρ πᾶσα φύσει ἐκστατικόν. δῆλον οὖν ὅτι φθορᾶς μᾶλλον αἴτιος ὁ χρόνος καθ’ αὑτόν ἐστιν ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον. καὶ γὰρ ἡ κίνησις καὶ ἡ μεταβολὴ καθ’ αὑτὸ μὲν ἐξίστησι τὸ προυπάρχον, ἐπειδὴ δὲ συμβαίνει τισὶν ἐξισταμένοις τῆς οἰκείας οὐσίας μεταβάλλειν εἰς ἕτερα, διὰ τοῦτο καὶ γενέσεως αἰτία κατὰ συμβεβηκὸς ἡ κίνησις δοκεῖ. εἰ οὖν ὁ χρόνος ἀριθμὸς κινήσεως καὶ μεταβολῆς, ἡ δὲ μεταβολὴ καὶ ἡ κίνησις φθορᾶς καθ’ αὑτό ἐστιν αἰτία, καὶ ὁ χρόνος φθορᾶς καθ’ αὑτό ἐστιν αἴτιος, εἴπερ τῆς κινήσεως ἀριθμὸς ὁ χρόνος. τεκμήριον δὲ τῆς τῶν εἰρημένων ὀρθότητος ποιεῖται, ὅτι4 τοῖς μὲν γινομένοις οὐ μόνον ὁ χρόνος ἀρκεῖ πρὸς τὴν γένεσιν, ἀλλὰ προσδεῖταί τινος ἐνεργείας ὑφ’ ἧς γίνεται οἷον τέχνης ἢ φύσεως ἢ διδασκαλίας ἢ πράξεως, τοῖς δὲ φθειρομένοις αὐτὸς ἀρκεῖ μόνον ὁ χρόνος πρὸς τὴν φθοράν, κἂν ἔξωθεν αἰτία μηδεμία προσγίνηται, ὥσπερ τοῖς ἐν χρόνῳ τηκομένοις τε καὶ σηπομένοις· περὶ ὧν καὶ λέγειν εἰώθαμεν, ὅτι ὑπὸ χρόνου ταῦτα πεπόνθασι. καὶ αὕτη ἐστὶν ἡ ὑπὸ τοῦ χρόνου γινομένη φθορά. Ταῦτα δὲ εἰπὼν ἐπήνεγκεν, οὗ ἕνεκεν ἀνέλαβε τὰ πρότερον εἰρημένα, ὅτι οὐδὲ τὴν φθορὰν ὁ χρόνος καθ’ αὑτὸ ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν. τί οὖν τὸ τῆς φθορᾶς αἴτιον; ἢ ἑκάστου φύσις, φασὶν οἱ ἐξηγηταί, καὶ ἡ ὑποκειμένη ὕλη. μέτρα γὰρ ἑκάστου τῶν ἐν γενέσει ὑπὸ τῆς φύσεώς ἐστιν ὡρισμένα καὶ αὐξήσεως καὶ ἀκμῆς καὶ παρακμῆς. καὶ τὸ μὲν αὐξήσεως εἶναι καὶ ἀκμῆς αἰτίαν τὴν φύσιν ὁμολογούμενον εἴρηται. τίς δὲ ἡ φθορᾶς αἰτία; λέγομεν γὰρ ὄντως φύσιν ἔχειν φθαρτήν. ἢ ἡ μὲν κυρίως λεγομένη φύσις ποιητική τις καὶ κινητικὴ τῶν σωμάτων ἀρχὴ γενέσεώς ἐστι καὶ τοῦ εἶναι προηγουμένως αἰτία. διὸ καὶ τὸν ποιητὴν ἐν τῷ δευτέρῳ βιβλίῳ τῆσδε τῆς πραγματείας γελοίως ἐκεῖνό φησιν εἰπεῖν· ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο· οὐ γὰρ ἀφορᾶν τὴν φύσιν εἰς τέλος τὴν φθοράν, ἀλλὰ τὴν γένεσιν καὶ τὸ εἶναι. τοιαύτης δὲ οὔσης τῆς τῶν ἐπικήρων γενέσεως, ὡς ἄλλου γινομένου πάντως ἄλλο φθείρεσθαι, παρυφίστανται ταῖς γενέσεσι αἱ φθοραὶ καὶ αἱ κατ’ αὐτὰς κινήσεις ταῖς δημιουργικαῖς κινήσεσι. τὸ δὲ φύσει φθαρτὸν κατὰ τὸ πεφυκέναι καὶ ὑλικὸν καὶ ἀτελὲς λέγομεν. αἰτία δὲ φθορᾶς, εἴ τις ζητήσειεν, ἥ τε τῆς ὑπὸ σελήνην ὕλης φύσις ἐστὶν οὐ δυναμένη στέγειν ἀεὶ τὰ εἴδη καὶ ὁ τῶν ἐναντίων ἐνθάδε διὰ τὴν ὕφεσιν διασπασμὸς οὐ δυναμένων συνυπάρχειν ἀλλήλοις ὡς ἐν τῇ πρώτῃ καὶ νοερᾷ αὐτῶν αἰτίᾳ. εἰ οὖν ταῦτα ἀληθῆ, καὶ ὁ χρόνος προηγουμένως μὲν ἂν εἴη γενέσεως αἴτιος, κατὰ δεύτερον δὲ λόγον φθορᾶς. ὁ μέντοι Ἀριστοτέλης κἀνταῦθα τὰ ἐναργέστερον φαινόμενα παραλαμβάνων αἴτια τὸν χρόνον τῆς φθορᾶς αἰτιᾶται μᾶλλον. αὐτὸς γὰρ τὸ μᾶλλον προστέθεικεν, ἐπεὶ ὅτι πάσης μεταβολῆς τὴν ὕλην αὐτὸς ᾐτιάσατο διὰ τὴν πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἐμάθομεν πρὸς τῷ τέλει τῶν περὶ τοῦ κενοῦ λόγων. ἀλλὰ πῶς ὁ χρόνος, εἴπερ μέτρον ἐστίν, αἴτιος γενέσεως λέγεται καὶ φθορᾶς; ἢ ὅτι καὶ τὸ μέτρον συμπληρωτικόν ἐστιν, ὥσπερ καὶ τοῦ μεγέθους τὸ εἶναι τρίπηχυ ἢ τετράπηχυ, οὕτω καὶ τῆς τοῦ γίνεσθαι ἢ φθείρεσθαι παρατάσεως τὸ ἐπὶ τόσον ἢ τόσον.
“而一切变化在本性上都是使之偏离的”,直到“但这一变化也附带地发生在时间之中”。 在对表示时间的时间副词——“现在”、“在某个时候”、“已经”、“刚刚”、“很久以前”、“突然”——进行了界分之后,对于此前所说的“时间与其说是生成的原因,不如说是毁灭的原因”,他更充分地对其自身作了界分,并且进一步补充道,时间甚至就其自身而言也不是毁灭的原因。因为他预先假定了“一切变化都是使之偏离的”,稍后他将把这一点用于论证;但目前暂且,他说,既然凡存在之物,无论是生成的还是毁灭的,都在时间之中发生,一部分生成而另一部分毁灭,那么有人说时间最为智慧,有人说时间最为无知,乃是合情合理的。因为西莫尼德斯曾说时间最为智慧,因为人们因时间而获得知识;而毕达哥拉斯派的帕隆则说它是最为无知的,因为人们因时间而忘却。而这个人似乎正是欧德谟匿名提及的那个人;欧德谟说,在奥林匹亚,当西莫尼德斯赞美时间最为智慧——如果说学习和回忆确实发生在时间之中——之时,在座的一位智者说道:“怎么,西莫尼德斯啊,难道我们在时间中不也正是在忘却吗?”并且或许在亚里斯多德那里,在“毕达哥拉斯派的帕隆”这句话中,“帕隆”并不是一个专有名词,而是一个分词;因为他说,那个毕达哥拉斯派的人在西莫尼德斯说时间最为智慧时在场(paron),并说道它是最为无知的。因此,这个人似乎说得更为正确。因为一切变化在本性上都是使之偏离的。因此显而易见,正如之前也曾说过的,时间就其自身而言与其说是生成的原因,不如说是毁灭的原因。因为运动和变化就其自身而言使原先存在的事物偏离其状态,但由于某些事物在偏离其固有的实体时附带地转变成其他事物,因此运动也被认为附带地是生成的原因。所以,如果时间是运动和变化的数目,而变化和运动就其自身而言是毁灭的原因,那么只要时间是运动的数目,时间就其自身而言也就是毁灭的原因。他提出了所说之事的正确性的证据,即:对于生成的事物而言,单有时间对于生成是不够的,而是额外需要某种促使其生成的现实活动,比如技艺、自然、教学或行动;而对于毁灭的事物而言,单单时间自身对于毁灭就是充分的,即便没有任何外在的原因加诸其上,正如在时间中消融和腐烂的事物那样;关于这些事物,我们也习惯说“它们因时间而遭受了这些”。这就是由于时间而发生的毁灭。 在说了这些之后,他引出了他重提之前所说之事的最终目的,即时间甚至就其自身而言并不产生毁灭,“但这一变化也附带地发生在时间之中”。那么,毁灭的原因究竟是什么?注释家们说,乃是每一事物的自然以及底层的质料。因为生成之中的每一事物,其增长、鼎盛和衰退的尺度都是由自然所规定的。而自然是增长和鼎盛的原因,这是公认一致的说法。但毁灭的原因又是什么呢?因为我们确实说事物具有“可毁灭的本性”。或者说,严格意义上的自然乃是物体的一种创制性的、使之运动的始基,是生成与存在的首要(根本)原因。因此他在本论著的第二卷中说,诗人可笑地说道“他拥有了他为之而生的终点”;因为自然并非把毁灭视作终点,而是把生成与存在视作终点。但由于必死之物的生成具有这样的特性,即一物的生成必然伴随另一物的毁灭,因此毁灭伴随于生成,按照毁灭而产生的运动伴随于创制性的运动。而我们说“在自然上是可毁灭的”,是按照其本性上的质料性和不完全性而言的。如果有人探究的话,毁灭的原因一方面是月下质料的本性,它无法永远保持各种形式;另一方面是此处的对立物因降级而发生的分裂,它们无法像在其最初的理智原因中那样相互共存。因此,如果这些是真实的,那么时间首要地将是生成的原因,第二位地才是毁灭的原因。然而亚里斯多德在这里也采用了那些更明显显现的原因,而更多地将毁灭归咎于时间。因为他自己加上了“更多地”,既然我们在关于虚空的讨论末尾已经得知,他自己因质料对对立物的适应能力而将一切变化的责任归于质料。但是,如果时间是尺度,它又怎么被称为生成和毁灭的原因呢?或者是因为尺度也是补充性(完备性)的,正如就大小而言,三肘长或四肘长是对其大小的充实,同样就生成或毁灭的绵延而言,达到如此或如此的时间也是对其的充实。
- 4.132ἐκστατικόν
中性形容词 ἐκστατικόν 用作阴性主语 πᾶσα μεταβολή 的表语。这是当主语被视为一般概念或本质规定时使用中性表语形容词的惯用法(中性表语)。在语义上,它具有主动含义,表示“使之偏离(原状)的事物”。
- 4.132παρόντα τινὰ τῶν σοφῶν εἰπεῖν
间接引语中的带不定式短语的宾格结构,由 λέγων(“说到……”)统领。宾格主语为 παρόντα τινὰ τῶν σοφῶν(“在场的某位智者”),不定式为 εἰπεῖν(“说”)。前面的 ἐν Ὀλυμπίᾳ Σιμωνίδου τὸν χρόνον ἐπαινοῦντος 是属格独立结构。
- 4.132ἐν τῷ ὁ δὲ Πυθαγόρειος ΠΑΡΩΝ τὸ ΠΑΡΩΝ οὐκ εἶναι ὄνομα κύριον ἀλλὰ μετοχήν
由 μήποτε 引导的表示推测的不定式结构(“或许……不是……”)。在引述短语 ἐν τῷ ὁ δὲ Πυθαγόρειος ΠΑΡΩΝ(在“毕达哥拉斯派的 PARON”这一句中)内,词语 τὸ ΠΑΡΩΝ 作为不定式 εἶναι 的宾格主语,ὄνομα κύριον ἀλλὰ μετοχήν 为表语补足语。辛普里丘在此提出了一个文献学推测,即大写抄本中的 ΠΑΡΩΝ 究竟是专有名词 Paron 还是动词 pareinai 的现在分词 parōn。
- 4.132τεκμήριον δὲ τῆς τῶν εἰρημένων ὀρθότητος ποιεῖται, ὅτι
双宾格结构的变体。ποιεῖται(“他以……为……”)的直接宾语是 ὅτι 引导的名词性从句(“……这一事实”),而 τεκμήριον τῆς τῶν εἰρημένων ὀρθότητος(“所言之事的正确性的证据”)是前置以示强调的表语宾格。
