← 辛普里丘

亚里士多德《物理学》注释

§751.33-753.29

已经、刚刚、很久以前与突然的定义

辛普里丘注解了亚里斯多德《物理学》第四卷第十三章(222b7–14),考察了“已经”(ἤδη)、“刚刚”(ἄρτι)、“很久以前”(πάλαι)和“突然”(ἐξαίφνης)等时间用语的定义。关于“突然”中所说的“不可感知的时间”,他介绍了亚历山大提出的疑难及其两种化解方案:不可感知性是相对于特定快速事物的相对不可感知,或者“时间”在此宽泛指代本性上不可分割与感知的“现在”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.128

" Τὸ δὲ ἤδη τὸ ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἕως τοῦ ὅτι πόρρω λίαν τοῦ νῦν." Καὶ τὸ ἤδη χρονικόν ἐστιν ἐπίρρημα, ὥσπερ καὶ τὸ ποτέ. ὁρίζεται δὲ καὶ αὐτὸ τῷ νῦν τῷ ἀτόμῳ, ἀλλ’ οὐχὶ τῷ ἐν πλάτει λεγομένῳ. τὸ γὰρ ἐφ’ ἑκάτερα ἐγγὺς τοῦ ἐνεστῶτος νῦν τοῦτο ἤδη λέγομεν. καὶ γὰρ γεγονέναι καὶ ἔσεσθαι ἤδη τοῦτο λέγεται, ὃ πρὸ ὀλίγου γέγονε καὶ μετ’ ὀλίγον ἔσται. πότε γὰρ βαδίζεις ἐρωτηθέντες ἤδη λέγομεν, καὶ ἤδη βεβάδικα, ὅταν ὁ χρόνος ἐγγὺς ᾖ τοῦ νῦν. ἐπὶ δὲ τῶν πρὸ πολλοῦ χρόνου γεγονότων οὐδεὶς λέγει τὸ ἤδη. οὐδεὶς γὰρ λέγει Ἴλιον ἤδη ἑαλωκέναι, ἐπεὶ πάλαι ἥλω· ἐγγὺς γὰρ τοῦ ἐνεστῶτος βούλεται εἶναι τὸ ἤδη.

“而‘已经’是靠近当前的‘现在’”,直到“因为它离‘现在’太远了”。 “已经”正如“在某个时候”一样,也是一个时间副词。而它本身也是由不可分割的“现在”所确定的,而不是由广义上所说的“现在”所确定的。因为在当前“现在”的两侧靠近的事物,我们称之为“已经”。实际上,不久前发生的和不久后将要存在的事物,也都被说成是已经发生或已经将要存在。因为当被问及“你何时动身走路”时,我们说“马上[已经]”,并且当时间靠近“现在”时,我们也说“我已经走过了”。但对于很久以前发生的事物,没有人会使用“已经”。因为没有人会说伊利昂[特洛伊]“已经”被攻陷,既然它在很久以前就已被攻陷;因为“已经”意愿靠近当前。

§4.129

"Καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος ἕως τοῦ ἐὰν ᾖ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν." Καὶ τὸ ἄρτι χρονικὸν μόριον εἶναί φησι τοῦ παρεληλυθότος χρόνου τὸ ἐγγὺς τοῦ νῦν τοῦ ἐνεστῶτος. πότε γὰρ ἦλθες ἐρωτηθέντες ἄρτι λέγομεν, ἐὰν ὁ χρόνος ἐν ᾧ ἤλθομεν ἐγγὺς ᾖ τοῦ νῦν. καὶ ὁ μὲν Ἀριστοτέλης ὡς ἐπὶ μόνου τοῦ παρεληλυθότος τὸ ἄρτι λεγόμενον ἀκούει, ὡς καὶ τὸ παράδειγμα δηλοῖ, ὁ δὲ Ἀλέξανδρος καὶ Ἀσπάσιος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεσθαί φασι· πότε γὰρ ἥξει ἐρωτηθέντες λέγομεν ἄρτι, ἐὰν εὐθὺς μέλλῃ ἀφικνεῖσθαι. οὕτω δέ, φησὶν Ἀλέξανδρος, οὐδὲν διοίσει τὸ ἄρτι τοῦ ἤδη, εἰ μὴ κατὰ τὸ ὄνομα μόνον.” κατὰ μέντοι τὸν Ἀριστοτέλην τὸ μὲν ἤδη ἐφ’ ἑκάτερα λέγεται, τὸ δὲ ἄρτι ἐπὶ τοῦ παρεληλυθότος, καὶ ταύτῃ διαφέρειν δοκοῦσιν. “ἀλλ’ οὐδὲ τοῦ νῦν ταῦτα διοίσει, φησὶν Ἀλέξανδρος, τό τε ἤδη καὶ τὸ ἄρτι τοῦ λεγομένου ἐπὶ τοῦ χρόνου καὶ ἐν πλάτει, ὃ ἐγγύς ἐστι τοῦ κυρίως λεγομένου νῦν· διὸ καὶ αὐτὸ οὕτως ὠνόμασται, ὥστε, φησί, τὸ νῦν τὸ ἐν πλάτει λεγόμενον καὶ τὸ ἤδη καὶ τὸ ἄρτι τοῦ αὐτοῦ χρόνου δηλωτικά.” ὁ δὲ Ἀσπάσιος τὸ νῦν σφοδρότητα τοῦ ἐγγὺς εἶναι δηλοῦν φησι. μήποτε δὲ τὸ μὲν νῦν τὸ ἐν πλάτει ἅτε ἐγγὺς ὂν τοῦ κυρίως νῦν ταύτης ἔτυχε τῆς ἐπωνυμίας·1 τὸ δὲ ἤδη μετὰ τοῦ ἐγγὺς καὶ συμπερασματικὸν ἔχει τι σημαινόμενον, κἂν ἐπὶ τοῦ μέλλοντος λέγηται χρόνου· τὸ δὲ ἄρτι τὸ νεωστὶ δηλοῦν φαίνεται, καὶ τάχα μὲν ἂν καὶ ἐπὶ τοῦ μέλλοντος λέγοιτο τὸ ἄρτι, ἡ δὲ πολλὴ συνήθεια καὶ ἐπὶ τοῦ παρεληλυθότος αὐτῷ προσκέχρηται.

“而‘刚刚’是靠近当前的[现在]”,直到“如果时间靠近当前的‘现在’”。 他也说,“刚刚”是属于过去时间的表示时间的小品词,是靠近当前的“现在”的。因为当被问及“你何时来”时,如果我们在其中到来的时间靠近“现在”,我们就会说“刚刚”。而且亚里斯多德把“刚刚”理解为仅仅针对过去所说的,正如例子所表明的那样;但亚历山大和阿斯帕西奥斯则说它也可以针对未来而言。因为当被问及“他何时会到”时,如果他正准备立即到达,我们就会说“刚刚[马上]”。“若是如此,”亚历山大说,“那么‘刚刚’除了名称之外,与‘已经’将毫无区别。”然而按照亚里斯多德,“已经”是对两侧而言的,而“刚刚”则是对过去而言的,它们似乎因这一点而有所区别。“然而这些,”亚历山大说,“即‘已经’和‘刚刚’,与就时间而言在广义上所说的、靠近严格意义上的‘现在’的那个‘现在’,也没有区别;正因如此它本身也是这样被命名的,以至于,”他说,“广义上所说的‘现在’、‘已经’和‘刚刚’乃是指明同一个时间的。”阿斯帕西奥斯则说,“现在”表明了接近的紧迫性。但或许广义的“现在”是由于靠近严格意义上的“现在”而获得了这一名称;而“已经”除了接近之外,还带有一种断定性(结果性)的含义,即使就未来时间而言也是如此;而“刚刚”则似乎表明“最近”,并且或许“刚刚”也可以针对未来而言,但通常的习惯用法也是把它用于过去的。

§4.130

"Πάλαι δὲ τὸ πόρρω." Τὸ ἐν τῷ παρεληλυθότι πόρρω τοῦ νῦν τοῦ χρόνου μέρος πάλαι λέγομεν ἀντικείμενον τῷ ἄρτι, ἑνὶ ὀνόματι ἐφ’ ἑκάστου τούτων τοσαύτην περιλαμβάνοντες ἔννοιαν.

“而‘很久以前’是远离的”。 在过去之中远离“现在”的那部分时间,我们称之为“很久以前”,它是与“刚刚”相对立的,我们在其中的每一个词上都以一个单一的名称涵盖了如此重大的概念。

§4.131

"Τὸ δὲ ἐξαίφνης τὸ ἐν ἀνεπαισθήτῳ χρόνῳ διὰ μικρότητα." Τὸ ἐξαίφνης δεῖται τούτων· καὶ τοῦ ἐν ὀλίγῳ γίνεσθαι χρόνῳ ὅλον ἅμα, ὡς δοκεῖν ἄχρονον εἶναι ὅπερ ἐξαίφνης λέγομεν, καὶ τοῦ διά τε τὴν ὀλιγότητα τοῦ χρόνου καὶ τὴν ὀξύτητα τῆς τοῦ γινομένου κινήσεως ἀνεπαισθήτους ἡμᾶς γίνεσθαι τῆς χρονικῆς αὐτοῦ παρατάσεως.2 οὕτω γοῦν τὴν ἀστραπὴν ἐξαίφνης γίνεσθαί φαμεν, ὅτι ἀθρόα καὶ ἐν ὀλίγῳ καὶ ὀξέως οὐ προαισθανομένοις οὐδὲ συνεθιζομένοις ἡ ἔκλαμψις γίνεται. διὰ τοῦτο δὲ καὶ τοὺς ἀνδρειοτάτους τὰ ἐξαίφνης διαταράττει· ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἀναίσθητον τὸν χρόνον λέγει διὰ μικρότητα, καίτοι ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν μηδένα χρόνον βουλόμενος ἀναίσθητον εἶναι τῇ αὑτοῦ φύσει. “μήποτε οὖν, φησίν, ἐπειδὴ ὁ αἰσθητὸς καὶ ἀναίσθητος χρόνος τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ πάθει κρίνεται, ὅταν τινὸς γενομένου ἀντίληψιν μὴ δυνηθῶμεν ἔχειν διὰ ταχυτῆτα μὲν τῆς ἐκείνου κινήσεως, ὀλιγότητα δὲ τοῦ χρόνου, ἐν ᾧ ἐγένετο ἢ ἐκινήθη, τότε ἐπ’ ἐκείνου ἀναίσθητος ὁ χρόνος εἴη ἂν οὕτως, οὐχ ἁπλῶς ἀναίσθητος· ἔστι γὰρ ἐν αὐτῷ, εἰ καὶ μὴ ἐκείνου, ἀλλ’ ἄλλου τινὸς αἰσθέσθαι.3 ἑαυτῶν γοῦν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ ὄντων καὶ αἰσθανομένων ἀντιλαμβανόμεθα. οὐ γὰρ ἔστι χρόνον λαβεῖν, ἐν ᾧ οὐχ οἷοί τε ἐσόμεθα ἑαυτῶν ὄντων ἀντιλαβέσθαι· ὥστε ἁπλῶς μὲν οὗτος ὁ βραχὺς χρόνος αἰσθητὸς ἂν εἴη, ἀναίσθητος δὲ ἐπὶ τοῦδέ τινος, ὃ λέγομεν ἐξαίφνης γεγονέναι, ὡς διὰ τὸ τῆς κινήσεως ἀναίσθητον καὶ τὸν χρόνον ἀναίσθητον λέγεσθαι, ἐν ᾧ ἡ τοιαύτη κίνησις. ἢ κοινότερον, φησίν, ἄρτι χρόνον ὠνόμασε τὸ πέρας τοῦ χρόνου τὸ νῦν, ὅ ἐστιν ἀναίσθητον τῇ αὑτοῦ φύσει· ἔθος γὰρ αὐτῷ καὶ τοῦτο χρόνον καλεῖν. τὰ οὖν ἐν τούτῳ γεγονότα (ἔστι δὲ τὸ πέρας τῶν μεταβολῶν ἐν τούτῳ, καὶ εἴ τινα ἀχρόνως γίνεται) ἐν ἀναισθήτῳ γίνεται τῷ νῦν, καὶ λέγεται ταῦτα ἐξαίφνης· ἐπὶ γὰρ τῶν ἐξαίφνης γινομένων τὸ ἐξαίφνης εἴωθε λέγεσθαι.” ἔν τισι δὲ τῶν ἀντιγράφων διὰ σμικρότητα 〈ἐκστάν〉 γέγραπται καὶ σημαίνοι ἂν κινηθέν.

“而‘突然’是在由于微小而不可感知的时间之中”。 “突然”需要这两点:既需要在短暂的时间内全体同时发生,以至于使我们称作“突然”的事物显得是非时间性的;又需要由于时间的短促和发生之物的运动的敏锐,使我们对于其时间的绵延变得无法感知。无论如何,我们正是这样说闪电是突然发生的,因为对于那些未曾事先感知也未曾习惯的人来说,闪光是整体一同、在短时间内且敏锐地发生的。正是由于这一点,“突然”之事甚至会扰乱最勇敢的人。但亚历山大探问,尽管在《论感觉与感觉对象》中他不愿承认任何时间因其自身本性是不可感知的,但他怎么会说时间由于微小而不可感知呢?“因此或许,”他说,“既然可感知的时间与不可感知的时间是通过可感知的情状和不可感知的情状来判定的,那么当某事发生时,若由于其运动的迅速以及它在其中发生或运动的时间的短促,我们无法获得对它的领会,那么在那种情况下,针对该事物的时间就会是这样不可感知的,而不是绝对不可感知。因为在其中,即便不能感知那个事物,感知某种别的事物也是可能的。无论如何,我们在那个时间中领会到了我们自身既存在着又感知着。因为不可能把握一个我们在其中不能领会自身存在的时间;因此,绝对地说这个短暂的时间将是可感知的,但针对我们说突然发生的这一特定事物而言,则是不可感知的,以至于由于运动的不可感知,发生这种运动的时间也被说成是不可感知的。或者,”他说,“他刚才更宽泛地把时间的极限即‘现在’称作‘时间’,而‘现在’因其自身本性就是不可感知的;因为他也有将这称为时间的习惯。因此,在这其中发生的事物(而变化的极限就在这其中,以及如果有任何事物是非时间性地发生的,也在这其中)就是在不可感知的‘现在’中发生的,这些事物就被称为‘突然’;因为针对突然发生的事物,习惯上正是用‘突然’来表述的。”在某些抄本中,写成了“由于微小而[偏离的]”,它可能意味着“运动了的”。

语法注3 条
  1. 4.129μήποτε δὲ τὸ μὲν νῦν τὸ ἐν πλάτει ἅτε ἐγγὺς ὂν τοῦ κυρίως νῦν ταύτης ἔτυχε τῆς ἐπωνυμίας

    μήποτε 在此并非表示畏惧或直接怀疑,而是在注解体裁中惯用来提出审慎的假设或见解(“或许……”,“莫非是……”)。全句以 τὸ μὲν νῦν... ἔτυχε...、τὸ δὲ ἤδη... ἔχει...、τὸ δὲ ἄρτι... φαίνεται 构成并列对比的骨架。

  2. 4.131Τὸ ἐξαίφνης δεῖται τούτων· καὶ τοῦ ἐν ὀλίγῳ γίνεσθαι χρόνῳ ὅλον ἅμα, ὡς δοκεῖν ἄχρονον εἶναι ὅπερ ἐξαίφνης λέγομεν, καὶ τοῦ διά τε τὴν ὀλιγότητα τοῦ χρόνου καὶ τὴν ὀξύτητα τῆς τοῦ γινομένου κινήσεως ἀνεπαισθήτους ἡμᾶς γίνεσθαι τῆς χρονικῆς αὐτοῦ παρατάσεως.

    受 δεῖται τούτων(“需要这些”)支配,由中性冠词属格 τοῦ 引导的两个不定式短语通过 καὶ... καί 形成并列:καὶ τοῦ... γίνεσθαι... 以及 καὶ τοῦ... ἀνεπαισθήτους ἡμᾶς γίνεσθαι。在第二个短语中,ἡμᾶς 是不定式 γίνεσθαι 的主语(宾格形态),表语 ἀνεπαισθήτους 进一步支配后置的属格补足语 τῆς χρονικῆς αὐτοῦ παρατάσεως。

  3. 4.131ἔστι γὰρ ἐν αὐτῷ, εἰ καὶ μὴ ἐκείνου, ἀλλ’ ἄλλου τινὸς αἰσθέσθαι.

    ἔστι 为无人称用法(意为“可以”、“可能”),支配不定式 αἰσθέσθαι。ἐν αὐτῷ 指“在那个[时间]中”。属格 ἐκείνου 与 ἄλλου τινός 直接受 αἰσθέσθαι 支配作为感知对象,构成“即使不是感知那个[事物],也是感知某种别的[事物]”的对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:751.33-753.29