- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:750.8-751.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“在某个时候”表示过去和未来的确定时间,指出所有被把握的时间都是有限的,并通过圆的类比阐明:由于“现在”既是过去的终结又是未来的开端,时间因此永不匮乏。
" Τὸ δὲ ποτὲ χρόνος ὡρισμένος ἕως τοῦ ἀεὶ γὰρ ἐν ἀρχῇ." Ἐφεξῆς περί τε τοῦ ποτέ ἐπιρρήματος καὶ περὶ τῶν ἄλλων ὅσα χρονικά ἐστι πειράσεται διδάσκειν. ἅμα δὲ καὶ τὰ πρὸς τὸ νῦν ἔχοντα τὴν σχέσιν διαρθροῖ, πρὸς δὲ τούτοις ἵνα δείξῃ δι’ αὐτοῦ, ὅτι οὐδεὶς χρόνος λαμβάνεται ἄπειρος· ἔστιν οὖν, φησί, τὸ ποτὲ χρόνος ὡρισμένος πρὸς τε τὸ πρότερον νῦν καὶ τὸ ὕστερον νῦν, οἷον ποτὲ ἐλήφθη Τροία. τοῦτο λέγομεν δηλοῦντες, ὅτι ἔστι τι ἀπόστημα ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἐπὶ τὸ παρεληλυθὸς νῦν, ὃ ἦν ὅτε ἥλω Τροία· ὁμοίως δὲ καὶ πρὸς τὸ μέλλον. λέγομεν γὰρ ποτὲ ἔσται κατακλυσμός. ἐφ’ οἷς δείξει λοιπὸν ὅτι πᾶς ὁ λαμβανόμενος χρόνος ὥρισται. πᾶς γὰρ χρόνος τὸ ποτὲ κατηγορούμενον ἔχει. τοῦτο γάρ ἐστι τὸ εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ, οὐχ ὅτι ὁ χρόνος ποτὲ ἦν ἢ ἔσται, ἀλλ’ ὅτι οὐδείς ἐστι χρόνος, ὃς τὴν ποτὲ κατηγορίαν οὐκ ἀναδέχεται.1 εἰ οὖν πᾶς χρόνος ποτέ, πᾶς δὲ ὁ ποτὲ ὥρισται (τοῦτο γὰρ ἔναγχος ἐδείχθη), πᾶς χρόνος ὥρισται. κἂν ὁ λαμβανόμενος δὲ χρόνος ὥρισται, οὐδὲ παύσεται, ἀλλ’ ἀεὶ ἔσται, ἐπεὶ καὶ ἡ κίνησις, ἧς ἀριθμὸς ὁ χρόνος. ὅτι δὲ ἡ κίνησις οὐκ ἐπιλείψει ποτέ, ἐπὶ τῷ τέλει τῆσδε τῆς πραγματείας δειχθήσεται. ἀλλ’ εἰ καὶ ἠρεμίας μέτρον ὁ χρόνος, δόξει καὶ μὴ οὔσης κινήσεως εἶναι χρόνος. τοιαύτην ἔνστασιν λύων ὁ Ἀλέξανδρος “μετρεῖ μέν, φησί, καὶ τὴν ἠρεμίαν ὁ χρόνος, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτοῦ ἐν τῇ κινήσει”. ταύτης γάρ ἐστιν ἀριθμός, ὡς ἀποδέδεικται πρότερον. πάλιν οὖν ἀναμνησθῶμεν, ὅτι οὐ τῆς ἀντιδιῃρημένης τῇ ἠρεμίᾳ κινήσεως ἀριθμὸς ὤφειλε νοεῖσθαι ὁ χρόνος, ἀλλὰ καὶ τῆς ἐν ἠρεμίᾳ καὶ πᾶσι τοῖς ἐν γενέσει τὴν ὑπόστασιν ἔχουσι κατὰ τὴν τοῦ εἶναι παράτασιν ὑπ’ αὐτοῦ θεωρούμενος. λέγοιτο δ’ ἂν τὸ εἶναι καὶ ἡ οὐσία αὐτοῦ ἐν τῇ κινήσει, ὅτι τὴν πρώτην καὶ κυριωτάτην τῶν κινήσεων τὴν κυκλοφορίαν μετρῶν, κατ’ ἐκείνην καὶ τὰς ἄλλας κινήσεις μετρεῖ. Ἐρωτήσας δὲ περὶ τοῦ χρόνου, εἰ μὴ ἐπιλείπων ὁ αὐτὸς ἢ ἄλλος ἐστίν, ἐγκρίνει καὶ νῦν ὅτι ὁμοίως τῇ κινήσει ὁ αὐτὸς πάλιν καὶ πάλιν γίνεται, τῷ μὲν ἀριθμῷ ἄλλος καὶ ἄλλος, εἴδει δὲ ὁ αὐτός· οὕτω γὰρ καὶ ἐπὶ κινήσεως βούλεται. ὅτι δὲ καὶ ἀεὶ ἄλλος καὶ ἄλλος καὶ οὐκ ἐπιλείψει ὁ χρόνος, δείκνυσιν ἐναργῶς διὰ τοῦ νῦν. ἐπεὶ γὰρ τὸ αὐτὸ νῦν τὸ ἐνεστὼς ὡς ἐνεστώς (οὐδὲ γὰρ ὡς πέρας ἁπλῶς) ἅμα ἀρχὴ καὶ τελευτὴ χρόνου, ἀρχὴ μὲν τοῦ μέλλοντος, τελευτὴ δὲ τοῦ παρεληλυθότος καὶ ἔστιν ἐν τῷ αὐτῷ νῦν ταῦτα ὥσπερ ἐν τῷ κύκλῳ τὸ κυρτὸν καὶ τὸ κοῖλον, δῆλον ὅτι ἄλλου μέν ἐστι πέρας, ἄλλου δὲ ἀρχή· οὕτω γὰρ καὶ διαιρεῖ τὸν χρόνον. καὶ ἀδύνατον ἅμα τοῦ αὐτοῦ τὸ αὐτὸ νῦν καὶ ἀρχὴν εἶναι καὶ πέρας. εἴη γὰρ ἂν ἅμα τὸ αὐτὸ τὰ ἀντικείμενα, ἅπερ αὐτὸς κοινότερον ἐναντία εἴρηκεν. εἴη δὲ ἂν καὶ ἐναντία πως ἡ ἀρχὴ καὶ τὸ πέρας, καὶ οὐ μόνον ὡς τὰ πρός τι ἀντίκειται, καὶ ὁ χρόνος ἐστὶν ὁ τἀναντία ἔχων. εἰ γὰρ οὗ μὲν πέρας ἐστὶ τὸ νῦν, οὗτος παρεληλυθώς ἐστιν, οὗ δὲ ἀρχὴ οὗτος μέλλων, ἂν τὸ αὐτὸ νῦν πέρας καὶ ἀρχὴ ληφθῇ, εἴη ἂν ἅμα ὁ αὐτὸς χρόνος καὶ παρεληλυθὼς καὶ μέλλων, ἥτις ἐναντίωσίς ἐστιν ἐν χρόνῳ. εἰ τοίνυν μὴ τοῦ αὐτοῦ, ἀλλὰ πέρας μὲν τοῦ παρῳχηκότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀναγκαίως ὁ μέλλων ἄλλος ἔσται τοῦ παρεληλυθότος. δι’ αὐτὸ δὲ τοῦτο οὐδέποτε ἐπιλείψει ὁ χρόνος τῷ τὸ ἐνεστὼς νῦν ὁμοίως μὲν ὡς ἔστι πέρας οὕτω καὶ ἀρχὴν εἶναι (πέρας μὲν τοῦ παρεληλυθότος), ἀρχὴν δὲ τοῦ μέλλοντος.2 ἔσται ἄρα καὶ ὁ μέλλων ἀεί. ἀρχῆς γὰρ οὔσης δεῖ εἶναι καὶ τὸ οὗ ἔστιν ἀρχή, καὶ οὐκ ἐπιλείψει. ὅτι δὲ οὐδὲν κωλύει τὸ αὐτὸ πέρας εἶναι καὶ ἀρχὴν καὶ ὅλως τὰ ἐναντία, κατ’ ἄλλην καὶ ἄλλην σχέσιν λαμβανόμενον, ἔδειξεν ἐπὶ τῆς τοῦ κύκλου περιφερείας, ἐφ’ ἧς τὸ ληφθὲν πᾶν κοῖλόν τέ ἐστι καὶ κυρτὸν ἅμα τὸ αὐτὸ κατ’ ἄλλην καὶ ἄλλην σχέσιν, καὶ οὐχ οἷόν τε θάτερον μὲν εἶναι περὶ τὴν τοῦ κύκλου γραμμήν, τὸ δὲ ἕτερον μὴ εἶναι. οὕτως οὖν καὶ πάλιν νῦν τὸ κυρίως λαμβανόμενον πέρας τέ ἐστιν ἅμα καὶ ἀρχὴ κατὰ τὴν πρὸς τοὺς διαφέροντας χρόνους σχέσιν. ὁ γὰρ ἐνεστὼς χρόνος καθὸ ἐνεστὼς μέσος ἐστὶ τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος.
“而‘在某个时候’是一个确定的时间”,直到“因为它总是在开端处”。 接下来,他将试图讲授关于副词“在某个时候”以及关于其他所有这类的表示时间的词。同时,他也清楚地区分了与“现在”具有关联的诸规定,除这些之外,还为了借此表明没有任何被把握的时间是无限的。他说,因此,“在某个时候”是相对于在先的“现在”和在后的“现在”都得到确定的时间,例如“特洛伊曾在某个时候被攻陷”。我们说这句话,表明了从当前的“现在”到过去那特洛伊被攻陷时的“现在”存在着某种间隔;对于未来也是类似。因为我们说“在某个时候将会有大洪水”。在此之后,他最终将表明所有被把握的时间都是确定的。因为所有时间都具有被述谓的“在某个时候”。实际上,“如果没有任何时间不是‘在某个时候’”这句话的意思,并不是说时间在某个时候曾存在或将存在,而是说没有任何时间是不接受“在某个时候”这一述谓的。因此,如果所有时间都是“在某个时候”,而凡是“在某个时候”的都是确定的(因为这刚才已经被证明了),那么所有时间都是确定的。并且,即便被把握的时间是确定的,时间也不会止息,而是将永远存在,因为运动也是如此,而时间是这一运动的数。运动绝不会匮乏这一点,将在这部著作的末尾予以证明。但是,如果时间也是静止的尺度,那么即使没有运动存在,似乎也会有时间存在。亚历山大在化解这种反驳时说:“时间固然也测量静止,但它的存在和实质却在运动之中。”因为正如之前所证明的,时间是运动的数。因此我们应当再次记起,时间不应当被理解为与静止相对立划分的那种运动的数,而是应当被理解为在静止中以及在所有在生成中具有实在性的事物中、由时间按照其存在的绵延所审视的运动的数。而时间的实在和本质之所以可以说是存在于运动中,是因为在测量诸运动中第一位且最主要的圆周运动时,它依照该圆周运动也测量了其他的运动。 在探问了时间如果不匮乏,究竟是同一个还是另一个之后,他现在也同样判定,如同运动一样,时间一次又一次地成为同一个,在数目上是一个又一个不同的,但在形式(相)上则是同一个;因为在运动的情形中他也是这样主张的。至于时间总是不断不同并且绝不会匮乏,他通过“现在”清晰地展示了这一点。因为既然同一个“现在”,即作为当前的当前的“现在”(因为并不是单纯作为极限),同时是时间的开端和终结——是未来的开端,是过去的终结——并且正如圆中的凸和凹一样,这些都在同一个“现在”之中,那么显而易见,它是一个事物的极限,同时是另一个事物的开端;因为这样一来它也划分了时间。而且同一个“现在”不可能同时是同一个事物的开端和极限。因为若是如此,同一个事物就将同时是对立的事物,也就是他自己更通常地称作相反者的事物。而开端与极限在某种意义上也是相反者,并且不仅仅是作为关系者相对立,时间正是具有这些相反者的事物。因为如果“现在”作为其极限的那个事物是过去的,而作为其开端的那个事物是未来的,那么一旦同一个“现在”被把握为极限和开端,同一个时间就将同时既是过去的又是未来的,而这是时间中的相反性。因此,如果它不是同一个事物的[开端和极限],而是过去者的极限、未来者的开端,那么未来者必然不同于过去者。正是由于这一点,时间绝不会匮乏,因为当前的“现在”正如它是极限一样,同样也是开端(是过去的极限,却是未来的开端)。因此,未来的事物也将永远存在。因为既然存在开端,那么它作为其开端的事物也必然存在,且绝不会匮乏。至于当按照不同关系被把握时,没有任何东西阻止同一个事物既是极限又是开端、甚至一般地说是相反者,他已在圆的圆周上指明了这一点;在圆周上,所把握的任何部分按照不同的关系同时既是凹又是凸,是同一个事物,并且不可能就圆的线而言一个存在而另一个不存在。因此,严格意义上被把握的“现在”依此类推,也是按照相对于不同时间的关系,同时既是极限又是开端。因为当前的时间就其为当前的而言,是过去与未来之间的中介。
- 4.127τοῦτο γάρ ἐστι τὸ εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ, οὐχ ὅτι ὁ χρόνος ποτὲ ἦν ἢ ἔσται, ἀλλ’ ὅτι οὐδείς ἐστι χρόνος, ὃς τὴν ποτὲ κατηγορίαν οὐκ ἀναδέχεται.
句式 τοῦτο γάρ ἐστι τὸ ... 意为“……这句话的意思是……”,其中中性定冠词 τό 将引自亚里士多德原文的句子 εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ(222a28)名词化。接下来的 οὐχ ὅτι ... ἀλλ' ὅτι ... 引导名词性从句,用以阐明被引语句的确切含义。
- 4.127δι’ αὐτὸ δὲ τοῦτο οὐδέποτε ἐπιλείψει ὁ χρόνος τῷ τὸ ἐνεστὼς νῦν ὁμοίως μὲν ὡς ἔστι πέρας οὕτω καὶ ἀρχὴν εἶναι (πέρας μὲν τοῦ παρεληλυθότος), ἀρχὴν δὲ τοῦ μέλλοντος.
带定冠词与格不定式短语 τῷ ... εἶναι 作为原因与格,具体阐释了前文 δι' αὐτὸ τοῦτο 的内容。不定式 εἶναι 的宾格主语是 τὸ ἐνεστὼς νῦν,而 πέρας 与 ἀρχή 作为表语宾格,由关联结构 ὁμοίως μέν ὡς ... οὕτω καί ...(“正如……同样也……”)相对照。
