- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:748.30-750.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯援引亚历山大的注释,详述了“现在”与数学上的点之类似性(载体上为一个而在定义与思想中为二),随后转向基于邻近性而在宽泛意义上言说的“现在”(指近期的过去与未来)。
οὕτω δὲ ἔχει τὰ ἐπὶ τοῦ νῦν, φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν, καθὸ μὲν τὴν αὐτὴν οὖσαν στιγμὴν κατὰ τὸ ὑποκείμενον λαμβάνομεν ὡς διαιροῦσαν τῷ λόγῳ καὶ τῇ νοήσει τὸ μῆκος καὶ τοῦ μὲν πέρας τοῦ δὲ ἀρχὴν γινομένην, πλείους αὐτὴν ποιοῦμεν τῷ λόγῳ τὴν αὐτὴν οὖσαν κατὰ τὸ ὑποκείμενον (ἄλλος γὰρ λόγος τῆς ὡς πέρατος καὶ ἄλλος τῆς ὡς ἀρχῆς λαμβανομένης)· καθόσον δὲ ὡς μίαν αὐτὴν οὐ τῷ ὑποκειμένῳ μόνον ἀλλὰ καὶ τῷ λόγῳ λαμβάνομεν ὡς συνέχουσαν τὴν γραμμήν, κατὰ δὴ τοῦτο πάντη μία γίνεται, τουτέστιν οὐ κατὰ τὸ ὑποκείμενον μόνον, ὅπερ καὶ τῇ διαιρούσῃ ὑπῆρχεν, ἀλλὰ καὶ κατὰ τὸν λόγον. “δύναται δέ, φησὶν Ἀλέξανδρος, τὸ τῇ νοήσει μὴ πρὸς τὴν διαίρεσιν συντάττεσθαι, ἀλλὰ πρὸς τὸ ἄλλη·1 τῇ γὰρ νοήσει ἄλλη καὶ ἄλλη γίνεται ἡ διαιροῦσα στιγμή· οὐ γὰρ δὴ τῷ ὑποκειμένῳ.” ὡς δὲ ἔχει ἐν τοῖς μαθηματικοῖς ἡ στιγμὴ τῆς γραμμῆς, οὕτω καὶ ἐν τοῖς φυσικοῖς ἔχει τὸ τοῦ χρόνου νῦν. τὸ μὲν γὰρ ὡς διαιροῦν τὸν χρόνον λαμβάνεται τῇ ἐπινοίᾳ καὶ οἷον δυνάμει· οὐ γὰρ ὡς ἐνεργείᾳ καὶ ὑπομένον ἀλλ’ οὕτως ἡ ἐν τῇ γραμμῇ διαιρετικὴ στιγμὴ δὶς ἐπινοουμένη δυνάμει δύο ἐστί, γίνεται δὲ ἐνεργείᾳ δύο, ὅταν χωρισθῇ ἀπ’ ἀλλήλων τὰ μέρη τῆς γραμμῆς· τὸ δὲ νῦν δυνάμει ὡς ἐοικὸς τούτῳ, ὅταν ἐπινοίᾳ ἑκάτερον δὶς λαμβάνηται.2 οὐ γὰρ γίνεται ποτε τοῦτο ἐνεργείᾳ· οὐ γὰρ ὑπομένει. “ἢ δυνάμει, φησὶν Ἀλέξανδρος, ὅτι κατὰ δύναμίν τινα καὶ λόγον τὸ ἓν κατὰ τὸ ὑποκείμενον δύο γίνεται τῷ λόγῳ.” Τὸ μὲν οὖν διαιροῦν οὕτως, τὸ δὲ ὡς πέρας, τουτέστιν ὡς ὅρος καὶ ἕνωσις ἀμφοῖν, ἐν ἀμφοτέροις ὁμοίως ὂν λαμβάνεται. ὅταν γὰρ τὸν αὐτὸν ἔχῃ λόγον πρὸς ἄμφω, τότε ἑνοῖ τε αὐτὰ καὶ ἓν ποιεῖ. κατὰ τὸ αὐτὸ δὲ σημεῖον καὶ κατὰ τὸ αὐτὸ νῦν καὶ ἡ διαίρεσις καὶ ἡ συνέχεια τῷ τε μήκει καὶ τῷ χρόνῳ. ὁ δὲ λόγος οὐχ ὁ αὐτὸς τοῦ τε ἑνοῦντος καὶ τοῦ διαιροῦντός ἐστιν, εἴπερ τὸ μὲν ἓν καὶ τὸ αὐτὸ οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ, τὸ δὲ ὡς δύο τῷ λόγῳ λαμβάνεται. διὰ τί δὲ ἄρα τῇ τῶν μαθηματικῶν μεγεθῶν διαιρέσει τε καὶ συνεχείᾳ ἐχρήσατο πρὸς παράδειγμα καὶ οὐχὶ τῇ τῶν φυσικῶν; καὶ γὰρ ἐπὶ τούτων ἀληθὲς τὸ λεγόμενον. ἢ τοῖς μαθηματικοῖς προσεχρήσατο πρῶτον μέν, ὅτι τὸ κυρίως νῦν ἀμερές ἐστιν. ἀμερὴς δὲ στιγμὴ ἡ μαθηματική ἐστιν, ἀλλ’ οὐχ ἡ φυσική, ἔπειτα διὰ τὸ ἐπινοίᾳ μόνῃ τὴν τούτων εἶναι διαίρεσιν, ὥσπερ καὶ τὴν τοῦ χρόνου φησίν. ἐν γὰρ τοῖς φυσικοῖς μεγέθεσι καὶ ἐν ὑποστάσει ἐστὶν ἡ τοιαύτη διαίρεσις. μήποτε δὲ καὶ ἐν τῷ χρόνῳ ἐστίν, εἴ τις τοὺς φυσικοὺς διορισμοὺς ἐννοήσοι3 τῶν τοῦ χρόνου μερῶν οἷον ἡμέρας καὶ νυκτὸς καὶ μηνῶν καὶ ἐνιαυτῶν, ὡς καὶ ἐπὶ τῆς κινήσεως ἔχει. καὶ γὰρ καὶ ταύτης οἶμαί τινας εἶναι φυσικοὺς διορισμοὺς τοὺς μὲν ἐκ τῶν ὑποκειμένων, τοὺς δὲ καὶ ἐξ αὐτῆς τῆς κατὰ τὴν κίνησιν διαφορᾶς.
他说,“现在”的情形正如在数学对象中一样:就我们把在载体上是同一的点把握为在定义(逻各斯)和思想上划分线段、并成为这一方的极限和另一方的开端而言,我们在定义上使这在载体上同一的点成为多数(因为被把握为极限的定义是一回事,被把握为开端的定义则是另一回事);但就我们不仅在载体上而且在定义上也把它把握为一个、使其保持线段的连续而言,依此它就完全成了一个,也就是说,不仅在划分的点也具备的载体上,而且在定义上也是一个。“并且,”亚历山大说,“‘在思想上’这一表述也可以不与‘划分’连用,而是与‘不同的’连用;因为在思想上,划分的点变成了一个又一个不同的东西;这在载体上当然不是如此。”正如线段的点在数学对象中那样,时间中的“现在”在自然事物中也是如此。因为作为划分时间的东西,是在构想中、可以说是在潜能上被把握的;因为并不是作为在现实中且持留着被把握的,而是正如线段中划分的点在被构想两次时是在潜能上的两个,并且在线段的各部分彼此分离时在现实中成为两个,而“现在”由于与此相仿,当各自在构想中被把握两次时,是在潜能上〔为两个〕的。因为这绝不会在现实中发生;因为它是不能持留的。“或者说‘在潜能上’,”亚历山大说,“是因为依循某种潜能和定义,在载体上为一个的东西在定义上成了两个。”因此,划分者是这样被把握的;而作为极限、即作为两者的界限和统一而被把握者,则是作为同等地存在于两者之中而被把握的。因为无论何时,当它相对于两者具有相同的定义时,正是那时它使两者结合并使之成为一。并且在同一个点处和在同一个“现在”处,对于线段和时间而言,划分和连续性同时存在。但是,使之统一者与进行划分者的定义并不是相同的,如果前者的确不仅在载体上而且在定义上都是同一个,而后者在定义上被把握为两个的话。究竟为什么他用数学大小的划分和连续作为例子,而不用自然物大小的例子呢?因为在后者身上所说的也是真实的。还是说他采用数学对象,首先是因为严格意义上的“现在”是没有部分的——而数学上的点是没有部分的,自然物上的点却不是如此——其次是因为这些对象的划分只存在于思想中,正如他所说的时间的划分那样?因为在自然物的大小中,这样的划分也存在于实在中。但或许在时间中也存在[这样的划分],如果有人考虑到时间各部分的自然限定,例如昼夜、月和年,正如在运动的情形中那样。因为我认为,运动也存在某些自然的限定,有的来自载体,有的则来自运动方面的差异本身。
"— b 7 Τὸ μὲν οὖν οὕτω λέγεται τῶν νῦν ἕως τοῦ καὶ οὐχ ὑπολείψει δή· ἀεὶ γὰρ ἐν ἀρχῇ." Εἰπὼν περὶ τοῦ κυρίως λεγομένου νῦν, ὃ ἀδιάστατόν τε καὶ ἀμερὲς ὂν συνέχει τὸν χρόνον καὶ διαιρεῖ, προστίθησι καὶ τὰ ἄλλα σημαινόμενα τοῦ νῦν, καθ’ ἃ λέγεσθαι συνείθισται οὐκέτι κυρίως. ὁ γὰρ ἐφ’ ἑκάτερα παρακείμενος τῷ τοιούτῳ νῦν χρόνος ὅ τε παρεληλυθὼς καὶ ὁ μέλλων ἅτε ἐγγὺς ὢν αὐτοῦ νῦν καὶ αὐτὸς λέγεται κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον νῦν γειτνίασιν. λέγομεν γὰρ ἥξειν νῦν τὸν σήμερον ἐλευσόμενον καὶ ἥκειν νῦν τὸν πρὸ ὀλίγου ἐληλυθότα· τὰ δὲ ἐν Ἰλίῳ οὐ γέγονε νῦν οὐδ’ ὁ κατακλυσμός· καίτοι συνεχὴς ὁ χρόνος. ἀλλ’ οὐκ ἦν ἐγγὺς τοῦ κυρίως νῦν τὰ τότε πραχθέντα ἀλλὰ πόρρω.
“因此‘现在’中的一种就是这样被言说的”,直到“并且它绝不会匮乏;因为它总是在开端处”。 在论述了严格意义上所说的、那无广延且无部分而使时间保持连续并进行划分的“现在”之后,他又补充了“现在”的其他含义,按照这些含义,它习惯上被言说,但不再是严格意义上的了。因为在两边与这种“现在”相邻的时间——过去和未来——由于接近它,本身也根据与严格意义上所说的“现在”的邻近关系而被称作“现在”。因为我们说今天将要来的人“现在就来”,不久前到来的人“现在已经到了”;但伊利昂发生的事情并不是“现在”发生的,大洪水也不是;尽管时间是连续的。然而,那时所做的事情并不在严格意义上的“现在”附近,而是远离它。
- 4.125τὸ τῇ νοήσει μὴ πρὸς τὴν διαίρεσιν συντάττεσθαι, ἀλλὰ πρὸς τὸ ἄλλη
辛普里修斯记录了亚历山大提出的句法搭配选择:与格短语 τῇ νοήσει 可以不与表示划分的分词(διαιροῦσαν)连结,而是修饰表语 ἄλλη(“在思想上成为不同的”)。
- 4.125τὸ δὲ νῦν δυνάμει ὡς ἐοικὸς τούτῳ, ὅταν ἐπινοίᾳ ἑκάτερον δὶς λαμβάνηται
省略结构的补足:主节在 δυνάμει 之后承前文省略了表语和系动词[δύο ἐστίν],呼应前面的 δυνάμει δύο ἐστί。ἑκάτερον 指代所比较的线上划分点与“现在”这两者中的每一个。
- 4.125μήποτε δὲ καὶ ἐν τῷ χρόνῳ ἐστίν, εἴ τις τοὺς φυσικοὺς διορισμοὺς ἐννοήσοι
μήποτε 在此作副词表示审慎的推测或委婉的反问(“但或许……也存在吧”)。配合条件句的祈愿语气(εἴ τις ... ἐννοήσοι),试探性地提出时间中是否也像自然物体一样存在着实在的自然分界。
