- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:747.31-748.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“现在”作为连接过去与未来的共同界限如何使时间连续,而当它被构想为过去的极限和未来的开端时又如何在潜能上划分时间,并结合点的类比和亚历山大的解释进行了说明。
" Τὸ δὲ νῦν ἐστι συνέχεια χρόνου ἕως τοῦ τὸ μὲν οὖν οὕτω λέγεται τῶν νῦν." Περὶ τοῦ νῦν, καθ’ ὃ μάλιστα δοκεῖ εἶναι ὁ χρόνος, εἰπεῖν προτίθεται τοῦ τε κυρίως καὶ τοῦ ἐν πλάτει λεγομένου, καὶ πρῶτον περὶ τοῦ κυρίως, περὶ οὗ καὶ πρότερον εἴρηκεν, ὅτι συνεχὴς ὁ χρόνος τῷ νῦν καὶ διῄρηται κατὰ τὸ νῦν. ταῦτα δὴ καὶ νῦν περὶ αὐτοῦ διὰ μακροτέρων ἐρεῖ, ὅτι συνέχεια χρόνου τὸ νῦν ἐστι. τοῦτο γάρ ἐστι, καθὸ συνεχής ἐστιν ὁ χρόνος. συνεχῆ μὲν γάρ ἐστιν, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, ὡς ἐν τῷ ἕκτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δειχθήσεται. πρὸς δὲ τὸ νῦν τὰ μόρια τοῦ χρόνου συνῆπται τό τε παρεληλυθὸς καὶ τὸ μέλλον κοινὸν ὅρον γινόμενον ὡς ἐν ἀμφοτέροις ὑπάρχον.1 καὶ οὕτως μὲν λαμβανόμενον συνέχει τὸν χρόνον τὸ νῦν. ὅταν δὲ ὡς πέρας τοῦ παρεληλυθότος καὶ ὡς ἀρχὴ τοῦ μέλλοντος ληφθῇ καὶ νοηθῇ, διεῖλεν αὐτὸν πάλιν. τὸ γὰρ αὐτὸ ποτὲ μὲν συνέχει, ποτὲ δὲ διαιρεῖ, ὡς ἔχει καὶ ἡ στιγμὴ ἐν τῷ μήκει. καὶ γὰρ αὕτη καὶ συνέχει τὸ μῆκος, ὅταν ὡς μία ἐπινοῆταί τε καὶ λαμβάνηται, καὶ διαιρεῖ, ὅταν ὡς δυσὶ χρησώμεθα τοῦ μὲν πέρας αὐτὴν λέγοντες, τοῦ δὲ ἀρχήν. οὕτως ὁ Ἀλέξανδρος τὴν μὲν συνέχειαν δηλοῦσθαι νομίζων ἕως τοῦ συνέχει γὰρ τὸν χρόνον τὸν παρεληλυθότα καὶ ἐσόμενον, τὰ δὲ ἐντεῦθεν περὶ τῆς διαιρέσεως ἀκούων,2 διότι τοῦ μὲν ἀρχὴν τοῦ δὲ τελευτὴν εἶπε τὸ νῦν. οὐχ οὕτω μέντοι ὥσπερ ἐπὶ τῆς στιγμῆς ὑπομένον συνέχει· τὸ γὰρ νῦν τοῦ χρόνου ῥέοντος οὐχ ὑπομένει. διαφόρου δὲ οὔσης τῆς γραφῆς καὶ τῆς μὲν ἐχούσης καὶ ὅρος χρόνου, τῆς δὲ καὶ πέρας χρόνου, ἀμφοῖν μὲν ἡ αὐτὴ ἔννοια (καὶ γὰρ προελθὼν τὸν κοινὸν ὅρον πέρας ἀμφοῖν καὶ ἑνότητα καλεῖ), οἰκειότερος δὲ ὁ ὅρος, διότι συνεχῆ λέγομεν ἐκεῖνα τὰ πρὸς κοινὸν ὅρον συνάπτοντα. καὶ Ἀλέξανδρος τὸ διαιρεῖ δὲ δυνάμει ἀκούει πρὸς τὸ προειρημένον,3 ὅτι οὐχ ὡς ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν, ἀλλὰ δυνάμει διαιρεῖ τὸ νῦν. καὶ ἔχει λόγον οὕτως ἡ ἑρμηνεία· λέγει οὖν ὅτι τὸ νῦν τὸν χρόνον διαιρεῖ δυνάμει, τουτέστι τῷ ἐπινοεῖσθαι· οὐ γὰρ ἐνεργείᾳ ὡς ἡ στιγμὴ τῷ ἔχειν θέσιν καὶ ὑπομένειν καὶ κεχωρισμένα δεικνύναι τὰ μέρη· διὰ γὰρ τὴν ῥοὴν τοῦ χρόνου οὐ δύναται χωρὶς ἀλλήλων ὑπομένοντα δειχθῆναι τὰ τοῦ χρόνου μέρη. καὶ ὅταν μὲν ὡς συνέχον λαμβάνηται τὸ νῦν, ταὐτὸν καὶ τῷ λόγῳ καὶ οὐ τῷ ὑποκειμένῳ μόνον ἐστίν· οὐ γὰρ κατ’ ἄλλον καὶ ἄλλον λόγον λαμβανόμενον συνέχει τὸν χρόνον, ἀλλ’ ὅταν πρὸς ἄμφω τὰ μέρη τὸν αὐτὸν ἔχῃ λόγον κοινὸς ὅρος γινόμενον ἀμφοῖν.
“‘现在’是时间的连续性”,直到“因此‘现在’中的一种就是这样被言说的”。 关于时间似乎最赖以存在的“现在”,他打算既论述严格意义上所说的,也论述宽泛意义上所说的,并且首先论述严格意义上的“现在”,关于它,他在前面也曾说过,时间因“现在”而连续,并由“现在”所划分。关于它,他现在确实将更详尽地陈述这些:即“现在”是时间的连续性。因为时间正是依此而连续的。因为正如在本著作的第六卷中所要证明的那样,各部分在一个共同界限处相连接的事物就是连续的。而在“现在”处,时间的各部分——即过去与未来——相连接,因为它作为存在于两者之中的事物而成为共同的界限。以此方式被把握时,“现在”使时间保持连续。但无论何时,当它被把握且被构想为过去的极限和未来的开端时,它反过来又划分了时间。因为正如线段上的点那样,同一事物时而使其连续,时而进行划分。因为点当被构想并把握为一个时,也使线段连续,而当我们把它当作两个来使用、称其为这一部分的极限和另一部分的开端时,它就划分了线段。亚历山大正是这样认为,直到“因为它使过去的时间和将来的时间保持连续”为止表明了连续性,而从此处起理解为论述划分,因为他称“现在”为这一方的开端和另一方的终结。然而,它并不是像点的情形那样以持留的方式使其连续的;因为当时间流逝时,“现在”并不持留。尽管文字异读存在,一种作“以及时间的界限”,另一种作“以及时间的极限”,两者的含义是相同的(因为他在后文中称共同的界限为两者的极限和统一性);但“界限”更为贴切,因为我们把那些在一个共同界限处相连接的事物称为连续的。并且亚历山大将“但在潜能上划分”这一表述与前述内容联系起来理解,即“现在”并不像在留存的点的情形中那样明显地划分,而是在潜能上划分。这种解释是合理的;因此他的意思是说,“现在”在潜能上划分时间,也就是说通过被构想而划分。因为并不像点那样在现实上由于拥有位置、持留并展示被分离的部分而划分;由于时间的流逝,时间的诸部分无法被表明为彼此分离地持留。而当“现在”被把握为使之连续者时,它不仅在载体上,而且在定义上也是同一的;因为它使时间连续,并不是由于依不同的定义被把握,而是当它相对于两个部分具有相同的定义、成为两者的共同界限之时。
- 4.125κοινὸν ὅρον γινόμενον ὡς ἐν ἀμφοτέροις ὑπάρχον
中性单数宾格分词 γινόμενον 在语法上与介词短语 πρὸς δὲ τὸ νῦν 的补足语 τὸ νῦν 保持格一致。尽管它紧接在中性复合主语 τό τε παρεληλυθὸς καὶ τὸ μέλλον 之后,但在语义上,“成为共同界限”的是“现在”而非过去与未来,因此应将其解释为与介词所支配的宾格相一致的修饰成分。
- 4.125οὕτως ὁ Ἀλέξανδρος τὴν μὲν συνέχειαν δηλοῦσθαι νομίζων ... τὰ δὲ ἐντεῦθεν περὶ τῆς διαιρέσεως ἀκούων
该句包含两个分词 νομίζων 与 ἀκούων,但没有明示的主动词。这是注解文本中常见的句法省略(省略了如 ἐξέλαβε 或 λέγει 这类主动词),旨在简洁概括亚历山大对原句划分和理解的处理方式。
- 4.125τὸ διαιρεῖ δὲ δυνάμει ἀκούει πρὸς τὸ προειρημένον
ἀκούει πρὸς ... 是注解文献中特有的惯用结构,意为“联系/针对……来理解[某句]”。此处指亚历山大将亚里士多德原文中的词句 τὸ διαιρεῖ δὲ δυνάμει(作为引文带有中性冠词宾格)联系到前文所说不像点那样持留的论述来加以解读。
