- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:746.10-747.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘遵照亚里士多德的文本(221b23),阐明在不存在之物中,属于过去或未来的可生灭之物因其不存在被时间所超越并包摄而处于时间中;而现实存在不可能之物(如对角线的可通约性)因其对立面为永恒故不在时间中,从而确立了偶然存在者的规则。
" Φανερὸν οὖν ὅτι οὔτε τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ ἕως τοῦ καὶ ἔστι γένεσις καὶ φθορὰ αὐτῶν." Ἔτι μὲν ἐπιμένει διαρθρῶν τίνα τὰ ἐν χρόνῳ ἐστὶν ἢ οὐκ ἔστιν, καὶ δείκνυσι νῦν, ὅτι οὔτε τὰ πάντῃ μὴ ὄντα ἐν χρόνῳ ἔστιν οὔτε τὰ ἀϊδίως ὄντα οὐδὲ ὅλως ὧν μὴ ὑπερβάλλει χρόνος, ἀλλ’ ἐκεῖνα μόνα ὧν ἐστι γένεσις καὶ φθορά· σαφεστέραν δὲ διὰ τούτων ποιεῖ τὴν ἔννοιαν ἣν ἔχει περὶ τοῦ χρόνου. λέγει δὲ ὅτι οὔτε τὰ μὴ ὄντα πάντα ἐστὶν ἐν χρόνῳ, ἀλλὰ τινά. τῶν γὰρ μὴ ὄντων τὰ μὲν παρῆλθεν οἷον Ὅμηρος ὁ ποιητής, τὰ δὲ μέλλει οἷον ἔκλειψις, τὰ δὲ καὶ παρῆλθε καὶ μέλλει ὡς πόλεμος καὶ ἔκλειψις. καὶ ταῦτα μὲν πάντα ἐν χρόνῳ δειχθήσεται. ἔστι δέ τινα τῶν μὴ ὄντων, ὅσα μὴ ἐνδέχεται εἶναι,1 ὥσπερ καὶ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ οὐκ ἐνδέχεται ὅλως εἶναι. ταῦτα οὖν οὐκ ἔστιν ἐν χρόνῳ. καὶ τὴν αἰτίαν προστίθησιν. ἐπειδὴ γὰρ μέτρον ἐστὶν ὁ χρόνος κινήσεως μὲν καθ’ αὑτό, τῶν δὲ ἄλλων κατὰ συμβεβηκός. ἄλλα δὲ λέγει τὴν τε ἠρεμίαν αὐτὴν καὶ τὰ κινούμενα καὶ ἠρεμοῦντα αὐτά, ὧν τὴν μὲν ἠρεμίαν καὶ αὐτὴν ὁ χρόνος μετρεῖ “μετρῶν, φησὶν Ἀλέξανδρος, τὸ ὅσον οὐ κεκίνηται τοῦ ἠρεμοῦντος”, οἶμαι δὲ ὅτι καὶ τὴν τοῦ εἶναι τῆς ἠρεμίας παράτασιν. καὶ διὰ τοῦτό φησι κατὰ συμβεβηκός, ὅτι κατὰ τὴν ἐπὶ τὴν κίνησιν ἀναφοράν. τὰ δὲ ὑποκείμενα τῇ τε κινήσει καὶ τῇ ἠρεμίᾳ οὐδὲ τὴν ἀρχὴν αὐτὰ μετρεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτα λέγεται μετρεῖν τῷ τοῖς μετρουμένοις ὑπὸ τοῦ χρόνου τῇ τε κινήσει καὶ τῇ ἠρεμίᾳ ταῦτα συμβεβηκέναι τῷ εἶναι ἄνθρωπον ἢ ἵππον τὸ κινούμενον ἢ ἠρεμοῦν.2 ἐπεὶ οὖν μόνα μετρεῖ ὁ χρόνος κίνησιν καὶ ἠρεμίαν, δῆλον ὡς ὧν τὸ εἶναι μετρεῖται, ταῦτα ἐν τῷ κινεῖσθαι ἢ ἠρεμεῖν ἕξει τὸ εἶναι. τοιαῦτα δὲ ἐστι τὰ γενητὰ καὶ φθαρτὰ καὶ ὅλως ὅσα ὁτὲ μὲν ὄντα, ὁτὲ δὲ μή. διὸ καὶ περιέχεται ταῦτα ὑπὸ τοῦ χρόνου. ἔστι γὰρ χρόνος τις πλείων, ὃς ὑπερέχει τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν. τῶν οὖν μὴ ὄντων, ὅσα μὲν τοιαῦτά ἐστιν ὡς γεγονέναι ποτὲ ἢ ἔσεσθαι ἢ καὶ γεγονέναι καὶ ἔσεσθαι, τούτων τὸν τοῦ μὴ εἶναι χρόνον ὑπερέχει ὁ χρόνος. καὶ γὰρ ὁ ἐν ᾧ ἦν ἢ ἐν ᾧ ἔσται χρόνος ἐστί. διὸ τὰ τοιαῦτα τῶν μὴ ὄντων ἔσται ἐν χρόνῳ. εἰπὼν δὲ τὸ οἷον τῶν μελλόντων προσέθηκε τὸ ἐφ’ ὁπότερα περιέχει. ἐπὶ μὲν γὰρ τῶν γεγονότων ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὄντος, ἐν ᾧ ἔτυχον ὄντα, τὸ μὴ εἶναι αὐτῶν περιέχεται ἤτοι ὁ χρόνος ὁ τούτου μετρητικός·3 διὸ ἐν χρόνῳ τὰ οὕτω μὴ ὄντα. ἐπὶ δὲ τῶν ἐσομένων ὑπὸ τοῦ μέλλοντος. ὁ γὰρ ἐν ᾧ ἔσται χρόνος μετὰ τοῦ ἐν ᾧ οὐκ ἔστι πλείων ἐστὶ τοῦ ἐν ᾧ οὐκ ἔστιν. διὸ καὶ ταῦτα ἐν χρόνῳ. ὅσα δὲ πρότερον μὲν ἦν καὶ ὕστερον ἔσται, νῦν δὲ οὐκ ἔστιν, οἷον ἔκλειψις ἢ διοσημεία ἢ πόλεμος, τούτων ὁ τοῦ μὴ εἶναι χρόνος ἐπ’ ἀμφότερα περιέχεται· καὶ γὰρ ὑπὸ τοῦ παρεληλυθότος, ὅτι ἐν ἐκείνῳ ἦν, καὶ ὑπὸ τοῦ μέλλοντος, ὅτι ἐν ἐκείνῳ ἔσται. καὶ πλείων ἑκάτερος τοῦ ἐν ᾧ μὴ ἔστι μόνου ὅ τε μετὰ τοῦ παρεληλυθότος καὶ ὁ μετὰ τοῦ μέλλοντος. διὸ καὶ ἐπὶ τῶν τοιούτων ἐστὶ τὸ μὴ εἶναι αὐτῶν ἐν χρόνῳ ὥσπερ καὶ τὸ εἶναι. ὑπερβάλλει γὰρ ἑκατέρου χρόνος, καὶ διὰ τοῦτο περιέχεται ὑπὸ χρόνου καὶ ἐν χρόνῳ ἐστίν. ὧν δὲ ἀδύνατος ἡ ὕπαρξις τούτων τὸ μὴ εἶναι οὐκ ἔστιν ἐν χρόνῳ. τίνα δὲ ταῦτά ἐστι, πρότερον μὲν ἐπὶ παραδείγματος εἶπεν ὥσπερ τὸ τὴν διάμετρον εἶναι τῇ πλευρᾷ σύμμετρον, νῦν δὲ καὶ διὰ καθολικοῦ κανόνος παρέδωκεν. ὧν γὰρ ἀίδια τὰ ἀντικείμενα, ταῦτα ἀδύνατον αὐτὰ εἶναι. ἐπεὶ οὖν ἀϊδίως τε καὶ ἀναγκαίως ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, τὸ σύμμετρον αὐτὴν εἶναι ἀδύνατόν ἐστι. πάλιν δὲ τίνα ἐστὶ τὰ δυνάμενα καὶ εἶναι καὶ μὴ εἶναι, κανονικῶς παραδέδωκεν εἰπὼν ὅσων τὰ ἐναντία μὴ ἀεί ἐστιν, ἀλλὰ ποτὲ δηλονότι. εἰ μὲν γὰρ ἀεὶ ἦν τὰ ἐναντία, οὐδέποτε ἂν ἦν αὐτά· εἰ δὲ μὴ ἦν τὰ ἐναντία αὐτοῖς, αὐτὰ ἂν ἦν ἀεί. εἰ δὲ ποτὲ μὲν ἔστι ποτὲ δὲ μὴ ἔστι τὰ ἐναντία, καὶ αὐτὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα γινόμενα ἂν εἴη καὶ φθειρόμενα. ὅτε μὲν γὰρ ἔστι τὰ ἐναντία, αὐτὰ οὐκ ἔστιν, ὅτε δὲ μὴ ἔστιν ἐκεῖνα, ταῦτα ἔστι.
“因此显而易见,甚至并非所有不存在之物都在时间中”,直到“并且它们有生成和毁灭”。 他仍在继续辨析哪些事物在时间中或不在时间中,并且现在表明:既非全然不存在之物在时间中,亦非永恒存在之物在时间中,且普遍而言不被时间所超越之物亦不在时间中,而唯有那些有生成和毁灭之物[才在时间中];通过这些说明,他使自己关于时间的概念更为清晰。并且他说,并非所有不存在之物都在时间中,而是其中一部分在时间中。因为在不存在之物中,有些已经过去,例如诗人荷马;有些属于未来,例如日食;有些既已过去亦属于未来,例如战争与日食。所有这些都将被证明在时间中。但在不存在之物中,有些是不可能存在的,正如对角线与边可通约是全然不可能存在的。因此这些不在时间中。并且他补充了原因。因为时间就自身而言是运动的量度,但对于其他事物则是偶性上的[量度]。而他所说的其他事物是指静止本身,以及运动和静止的事物本身;在这些之中,时间亦量度静止本身,“亚历山大说:通过量度静止之物未运动的分量”;但我认为,它亦量度静止之存在的持续。正是为此他说是偶性上的,因为这是依照与运动的关联而言的。但是对于处于运动和静止之下的载体本身,时间根本就不量度,而是被称为偶性上量度它们,因为在运动或静止的事物作为人或作为马的存在中,这些事物偶性地依附于被时间所量度的运动和静止。既然时间仅量度运动和静止,显然,凡存在被量度之物,将在运动或静止中具有存在。而此类事物即是生成和毁灭之物,以及普遍而言时而在时而不在之物。因此这些事物亦被时间所包摄。因为存在着某个更大的时间,超越了量度它们本体的时间。因此在不存在之物中,凡是曾经发生过、或将要存在、或既曾发生且将要存在之物,时间超越了它们不存在的时间。因为曾经在其内或将来在其内的时间确实是时间。故而不存在之物中的此类事物将在时间中。他在说了“例如属于未来者”之后,补充了“在任一边包摄”的说法。因为对于已发生之物而言,通过它们偶然处于其内的过去的实在时间,它们的不存在被包摄,即量度这一不存在的时间〔被包摄〕;故而以此种方式不存在之物在时间中。而对于将存之物而言,则被未来的[时间]所包摄。因为将来在其内的时间,与不在其内的时间合在一起,大于不在其内的时间。故而这些亦在时间中。至于凡先前存在且以后将存在、但现在不存在之物,例如日食或天象异兆或战争,它们不存在的时间在两边均被包摄;因为由于它曾在那[过去的时间]中而由过去所包摄,且由于它将要在那[未来的时间]中而由未来所包摄。并且与过去时间相合者和与未来时间相合者,各自都大于仅是不存在的时间。故而在这些事物上,它们的不存在正如它们的存在一样在时间中。因为时间超越了它们各自,并因此被时间所包摄且在时间中。然而凡现实存在为不可能之物,它们的不存在并不在时间中。至于这些是什么,他先前通过例子说明,如对角线与边可通约,而现在他也通过普遍法则予以传授。因为凡对立之物为永恒者,这些事物自身便不可能存在。既然对角线永恒且必然与边不可通约,那么它可通约便是不可能的。进而,关于哪些事物既能存在亦能不存在,他以法则的方式传授,说:凡相反之物并非总是、而显然是时而存在者。因为如果相反之物总是存在,它们自身将绝不存在;如果与它们相反之物不存在,它们自身将总是存在。但如果相反之物时而存在时而亦不存在,那么它们自身作为时而存在时而亦不存在者,将处于生成与毁灭之中。因为当相反之物存在时,它们自身不存在;而当那些不存在时,这些便存在。
- 4.124ὧν γὰρ ἀίδια τὰ ἀντικείμενα, ταῦτα ἀδύνατον αὐτὰ εἶναι.
关系代词 ὧν 是从属所有格,修饰 τὰ ἀντικείμενα,其先行词由 ταῦτα 所复指(即对立面为永恒的那些事物)。主句为带宾格的不定式结构 ἀδύνατον [ἐστιν] αὐτὰ εἶναι(它们自身存在是不可能的),ταῦτα 在主句句首起先行强调作用。
- 4.124ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτα λέγεται μετρεῖν τῷ τοῖς μετρουμένοις ὑπὸ τοῦ χρόνου τῇ τε κινήσει καὶ τῇ ἠρεμίᾳ ταῦτα συμβεβηκέναι τῷ εἶναι ἄνθρωπον ἢ ἵππον τὸ κινούμενον ἢ ἠρεμοῦν.
表示原因的带定冠词不定式短语 τῷ ... συμβεβηκέναι(因为附带)的主语为 ταῦτα(底层载体),与格补足语为 τοῖς μετρουμένοις(被量度之物)。接续的 τῷ εἶναι ἄνθρωπον ἢ ἵππον τὸ κινούμενον ἢ ἠρεμοῦν 亦为表示原因的与格不定式短语(因为运动或静止的事物是人或马),其中 τὸ κινούμενον ἢ ἠρεμοῦν 为宾格主语,ἄνθρωπον ἢ ἵππον 为宾格表语。
- 4.124ἐπὶ μὲν γὰρ τῶν γεγονότων ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὄντος, ἐν ᾧ ἔτυχον ὄντα, τὸ μὴ εἶναι αὐτῶν περιέχεται ἤτοι ὁ χρόνος ὁ τούτου μετρητικός·
在 ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὄντος 中,分词 ὄντος 指实在存在的过去时间(而非单纯的虚无)。περιέχεται 的主语是 τὸ μὴ εἶναι αὐτῶν(它们的不存在),而 ἤτοι ὁ χρόνος ὁ τούτου μετρητικός 则是作为同位语对主语进行解释说明(即量度这一不存在的时间)。
