← 辛普里丘

亚里士多德《物理学》注释

§745.6-746.9

既不运动亦不静止之物不在时间内的论证

辛普利丘将亚里士多德在Bekker 221b20中“既不运动也不静止之物不在时间中”的论证重构成第二格三段论,说明需补充“仅对这两者”的前提根据,并探讨时间作为运动与静止之量度的解释途径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.123

" Ὥστε ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ ἕως τοῦ ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον." Εἰπὼν πρότερον τίνα τὰ ἐν χρόνῳ, ὅτι τὰ κινούμενα καὶ ἠρεμοῦντα καὶ τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, ὧν καὶ ὑπερβάλλει χρόνος, ἐν τούτοις δείκνυσι τίνα οὐκ ἔστιν ἐν χρόνῳ ὅτι ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ, καὶ ἐφεξῆς ὅτι οὔτε τὸ μὴ ὂν πάντῃ οὔτε τὸ ἀϊδίως ὄν, ἀλλ’ ἐκεῖνα ὧν γένεσίς ἐστι καὶ φθορά. ὅτι δὲ ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐκ ἔστιν ἐν χρόνῳ δείκνυσιν οὕτως· εἰ μέτρον κινήσεως καὶ ἠρεμίας ἐστὶν ὁ χρόνος, ἃ μήτε κινεῖται μήτε ἠρεμεῖ ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ· ἔστι δὲ μήτε κινούμενα μήτε ἠρεμοῦντα τὰ ἀκίνητα τῇ ἑαυτῶν φύσει καὶ δηλονότι τὰ κατὰ πᾶσαν κίνησιν ἀκίνητα. καὶ ὁ μὲν συλλογισμός ἐστιν ἐν δευτέρῳ σχήματι τοιοῦτος· τὰ ἐν χρόνῳ ὄντα μετρεῖται ὑπὸ χρόνου· τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐ μετρεῖται ὑπὸ χρόνου· καὶ τὸ συμπέρασμα, ὅτι τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ. τούτων δὲ τὴν μὲν μείζονα πρότασιν τέθεικεν διὰ τοῦ τὸ μὲν γὰρ ἐν χρόνῳ ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν ‘τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐ μετρεῖται ὑπὸ χρόνου’ αὐτὴν μὲν οὐ τέθεικε, τὴν δὲ κατασκευαστικὴν αὐτῆς τὴν λέγουσαν ‘ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν’, ᾧ δεῖ προσυπακοῦσαι τὸ ‘μόνων’ ὡς ἤδη δεδειγμένων.1 εἰ δὲ τούτων μόνων, δῆλον ὅτι ἀληθές ἐστιν, ὅτι τὸ μήτε κινούμενον μήτε ἠρεμοῦν οὐ μετρεῖται ὑπὸ χρόνου· ἐπειδὴ δὲ τῶν ὄντων τὰ μέν ἐστιν ἀκίνητα, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ κινούμενα καὶ ποτὲ ἠρεμοῦντα, δῆλον ὅτι τὰ μὲν ἀκίνητα παντελῶς οὐκ ἔστιν ἐν χρόνῳ, τὰ δὲ ἀεὶ καὶ τὰ ποτὲ κινούμενα καὶ τὰ ἠρεμοῦντα ἐν χρόνῳ ἐστίν. ὅσα δὲ μήτε ἀιδίως μήτε ποτὲ κινεῖται, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ. δῆλον δὲ ὅτι τὰ ποτὲ κινούμενα ταῦτά ἐστι τὰ καὶ ποτὲ ἠρεμοῦντα. ἀλλὰ πῶς ὁ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν; οἱ μὲν γὰρ λέγοντες κινήσεως μέτρον εἶναι καθ’ αὑτό, τῆς δὲ ἠρεμίας ὡς στερήσεως οὔσης κινήσεως, εἰκότως μόνων τούτων μέτρον εἶναι λέγουσιν. οἱ δὲ κινήσεως μὲν μόνης μέτρον εἶναι τὸν χρόνον λέγοντες, τῆς δὲ ἠρεμίας κατὰ τὸ εἶναι καὶ ταύτης ἐν ῥοῇ θεωρούμενον, δῆλον ὅτι2 οὐ μόνης ἠρεμίας, ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν ἐν γενέσει, ὡς αὐτὸς εἶπε, μέτρον ἔσται ὁ χρόνος κατὰ τὸ εἶναι. τῆς γὰρ κατὰ τὴν ῥοὴν τοῦ εἶναι κινήσεώς ἐστι μέτρον ὁ χρόνος κυρίως, ἥτις ἴδιός ἐστι τῆς γενέσεως. ἀλλ’ ἴσως ἐπειδὴ πάντα τὰ ἐν γενέσει ἢ κινεῖται ἢ ἠρεμεῖ, ἀληθὲς εἰπεῖν ὅτι ταῦτα μόνα ἐν χρόνῳ ἐστίν.

“因此,凡是既不运动也不静止的,都不在时间中”,直到“但时间是运动和静止的量度”。 在先前说明了哪些东西在时间中——即运动之物、静止之物,以及时而在时而不在且被时间所超越之物——之后,在这些话中他表明了哪些东西不在时间中:凡既不运动也不静止的都不在时间中;接下去表明,既不是全然不存在之物,也不是永恒存在之物,而是那些有生成和毁灭之物[才在时间中]。至于凡既不运动也不静止的都不在时间中,他如此证明:如果时间是运动和静止的量度,那么既不运动也不静止的这些东西便不在时间中;而既不运动也不静止之物,依其本性是不可动之物,显而易见是在一切运动上均不可动之物。这在第二格中的推论如下:在时间中的事物被时间量度;既不运动也不静止的事物不被时间量度;而结论是:既不运动也不静止的事物不在时间中。在这些前提中,他通过“因为在时间中就是被时间量度”陈述了大前提;而表明“既不运动也不静止之物不被时间量度”的小前提本身他并没有陈述,而是陈述了建立该小前提的前提,即表明“但时间是运动和静止的量度”,对于这一前提,必须补足理解“仅仅对于这两者”,因为这已经是被证明了的。如果仅仅是对这两者的[量度],显然,既不运动也不静止之物不被时间量度是真实的。但是,鉴于存在之物中有些是不可动的,有些是永动的,有些是时而运动时而静止的,显而易见,完全不可动的并不在时间中,而永动的、时而运动的和静止的则在时间中。凡既非永恒也非有时运动之物,这些都不在时间中。并且显而易见,时而运动之物正是那些也时而静止之物。但是,时间如何是运动和静止的量度呢?一方面,那些主张时间就自身而言是运动的量度、而对静止是作为运动之缺乏[而言是其量度]的人,合乎情理地主张时间仅是这两者的量度。然而另一方面,对于那些主张时间仅是运动的量度、而对于静止则是就存在而言——这〔静止〕的存在亦在流中被观照——的人来说,显然,正如他自己所言,时间不仅将是静止的存在之量度,而且就存在而言也将是一切处于生成之中的其他事物的量度。因为严格意义上,时间是依照存在之流而发生的运动的量度,而这一运动正是生成所特有的。不过,或许由于一切处于生成之中的事物要么运动要么静止,因此说仅有这些事物在时间中是真实的。

语法注2 条
  1. 4.123ᾧ δεῖ προσυπακοῦσαι τὸ ‘μόνων’ ὡς ἤδη δεδειγμένων

    与格关系代名词 ᾧ 指代紧前方的命题(“时间是运动和静止的量度”),作为 προσυπακοῦσαι(“在此之上补充领会”)的间接宾语。其后的 ὡς ἤδη δεδειγμένων 为中性复数的分词独立属格结构,表示“这些事实在此前已被证明”这一伴随理由或前提设定。

  2. 4.123οἱ δὲ κινήσεως μὲν μόνης μέτρον εἶναι τὸν χρόνον λέγοντες, τῆς δὲ ἠρεμίας κατὰ τὸ εἶναι καὶ ταύτης ἐν ῥοῇ θεωρούμενον, δῆλον ὅτι

    分词短语 οἱ δὲ ... λέγοντες 与前文的 οἱ μὲν γὰρ λέγοντες 形成并列对比,但此处并未接续对应的限定动词谓语,而是发生了句法转变(破格/破格句法 anacoluthon),直接导入非人称句 δῆλον ὅτι(“显然……”)。分词 θεωρούμενον 为中性单数宾格,修饰前面的 τὸ εἶναι,表示这静止的存在亦在流中被观照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:745.6-746.9