← 辛普里丘

亚里士多德《物理学》注释

§743.32-745.5

关于静止度量与时间定义的亚历山大说辨析

辛普利丘介绍了亚历山大关于时间定义的观点(即时间对静止的度量是偶性的而非就自身而言的),进而质疑并提出静止自身亦包含在先与在后及持续性,从而蕴含某种广义的运动,并最终澄清了亚里士多德关于静止作为顺乎自然的匮乏而非单纯停顿的内涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.122#2

“ὥστε, φησὶν Ἀλέξανδρος, καὶ τῶν ἀϊδίων τὰς κινήσεις, ἀλλ’ οὐχὶ τὰς τῶν κινουμένων οὐσίας μετρήσει ὁ χρόνος.” τινῶν δὲ ἐκ τῶν ἐνταῦθα εἰρημένων ἐλλιπῆ λεγόντων εἶναι τὸν ἀποδοθέντα τοῦ χρόνου ὁρισμόν (ἔδει γάρ φασι μὴ μόνον κινήσεως αὐτὸν ἀλλὰ καὶ ἠρεμίας ἀριθμὸν ἀφορίσασθαι) ἐπισκήπτων ὁ Ἀλέξανδρος “ὡς ἴσον, φησίν,1 ὂν τὸ ἀριθμὸν κινήσεως τῷ μέτρον κινήσεως, οὕτως ἀκούουσι τοῦ ἀριθμὸς κινήσεως. διὸ ἀξιοῦσιν, ἐπεὶ μέτρον καὶ ἠρεμίας ἐστίν, οὐ μόνον κινήσεως, καὶ τοῦτο τῷ λόγῳ προστίθεσθαι. οὐ μὴν ταὐτόν ἐστιν. οὐ γὰρ ἐν τῷ μετρεῖν τὴν κίνησιν ὁ χρόνος ἔχει τὸ εἶναι. ἀλλὰ τοῦτο μὲν αὐτῷ συμβέβηκε· τὸ δὲ εἶναι αὐτῷ καὶ ἡ οὐσία ἐν τῷ ἀριθμεῖσθαι τὸ ἐν κινήσει πρότερον καὶ ὕστερον καθὸ πρότερον καὶ ὕστερον, ὃ οὐκ ἔστιν ἐν ἠρεμίᾳ. οὐ γὰρ καὶ ταύτῃ ἐν τῇ μεταβάσει τῇ ἀπὸ προτέρου τινὸς ἐπί τι δεύτερον καὶ μετ’ αὐτὸ τὸ εἶναι, ὥσπερ τῇ κινήσει. καὶ τοῦτο σαφῶς ἐδήλωσεν εἰπὼν ἐν ἀριθμῷ δὲ κινήσεως ἐνδέχεται εἶναι καὶ τὸ ἠρεμοῦν. τὸ δὲ εἶναι ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος θαυμάζειν ἔπεισί μοι, πῶς λέγει τὴν ἠρεμίαν μὴ ἔχειν τὸ πρότερον καὶ ὕστερον ὥσπερ τὴν κίνησιν. εἰ γὰρ μὴ εἶχεν, ἀλλὰ συνῆπται τὸ πρότερον νῦν τῷ ὑστέρῳ, οὐκ ἂν ἦν ἔννοια χρόνου ἐν ἠρεμίᾳ ὥσπερ οὐδὲ ἐν κινήσει. εἰ δὲ ἔστι τὸ πρότερον καὶ ὕστερον καὶ μετάβασις ἀπ’ ἐκείνης ἐπὶ τοῦτο καὶ τοῦ προτέρου φθειρομένου τὸ ὕστερον ἐπιγίνεται, πῶς οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ ἠρεμία καὶ κίνησίς τις καὶ ἐν αὐτῇ οὖσα φανήσεται; μήποτε οὖν διττὴ ἡ κίνησις2 ἡ μὲν ἀντικειμένη τῇ ἠρεμίᾳ, ἡ δὲ καὶ αὐτὴ ὑπάρχουσα παράτασις οὖσα τοῦ εἶναι τῆς ἠρεμίας. ὥσπερ γὰρ καὶ τῶν ἄλλων πάντων τῶν ἐν γενέσει τὴν ῥοὴν τῆς ὑπάρξεως τὸ εἶναι πρότερον ἐκαλοῦμεν, καὶ τῆς ἠρεμίας τὸ εἶναι ἐν ῥοῇ ἐστι καὶ παρατάσει. διὸ καὶ Ἀριστοτέλης καίτοι ἐν ἀρχῇ κατὰ συμβεβηκὸς εἰπὼν μετρεῖσθαι τὴν ἠρεμίαν ὑπὸ τοῦ χρόνου ὅμως προελθὼν φήσει· μετρήσει δὲ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, τὸ μὲν ᾗ κινούμενον τὸ δὲ ᾗ ἠρεμοῦν. τὴν γὰρ κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν, πόση τις, τουτέστι τὴν παράτασιν ἑκατέρας μετρήσει ἐκείνην τὴν κατὰ τὸ εἶναι, τουτέστι τὴν γένεσιν καὶ τὴν ῥοήν. καὶ μήποτε διὰ τοῦτο κατὰ συμβεβηκὸς εἶπε τὴν ἠρεμίαν ὑπὸ τοῦ χρόνου μετρεῖσθαι. ὅτι οὐχ ὡς ἠρεμία ἁπλῶς, ἀλλὰ κατὰ τὸ εἶναι τὸ γενητὸν αὐτῆς, ὥσπερ καὶ ἡ κίνησις καὶ τὰ ἄλλα εἴδη κατὰ τοῦτο χρονίζονται. πλὴν ἐπειδὴ ἐπὶ τῆς κινήσεως ταὐτόν ἐστι κίνησις καὶ τὸ εἶναι τῆς κινήσεως, εἰκότως τῇ κινήσει καθ’ αὑτὸ ὑπάρχειν ὁ χρόνος δοκεῖ. ὅτι δὲ στέρησιν κινήσεως τὴν ἠρεμίαν οὐχ ὡς τὸ στρεβλὸν τοῦ εὐθέος καὶ ὅλως τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν, ἀλλ’ ὡς τὴν ἀπουσίαν τοῦ πεφυκότος λέγει κατὰ φύσιν καὶ αὐτὴν οὖσαν, δῆλον, εἰ καὶ τὴν φύσιν ὁριζόμενος3 ἀρχὴν καὶ αἰτίαν οὐ μόνον κινήσεως, ἀλλὰ καὶ ἠρεμίας αὐτὴν ἔλεγε καθ’ αὑτό. καὶ γὰρ τῆς ἠρεμίας ἡ φύσις αἰτία. διὰ τοῦτο δὲ ἴσως στάσιν αὐτὴν οὐκ ἐκάλεσε διὰ τὸ βούλεσθαι ἰδίῳ ὀνόματι καλέσαι τὴν στάσιν, εἰς ἣν καὶ ἀφ’ ἧς μεταβάλλει ἡ κίνησις. καὶ γὰρ καὶ τὰ ἀεὶ ἀκίνητα μένοντα ὡς οἱ πόλοι καὶ ὁ ἄξων τοῦ παντὸς ἑστάναι μὲν λέγονται, ἠρεμεῖν δὲ οὐκέτι, ὅτι τὸ ἠρεμεῖν προσήκει τοῖς κινουμένοις ποτέ.

“因此,”亚历山大说,“时间也将度量永恒之物的运动,但并不度量被运动之物的实体。”针对那些根据此处所言声称所给出的时间定义不完备的人(因为他们说,本应当不仅将时间界定为运动的数目,而且也界定为静止的数目),亚历山大予以驳斥道:“他们听取‘运动的数目’,就好像‘运动的数目’与‘运动的尺度’等同一样。因此他们要求,既然时间不仅是运动的尺度也是静止的尺度,就应当把这也补充到定义中。然而它们并不是同一回事。因为时间并不在度量运动中确立其存在;相反,度量运动只是时间的偶性,而它的存在与本质乃在于:运动中的‘在先’与‘在后’在其作为在先与在后的限度内被计数,而这并不存在于静止之中。因为静止并不像运动那样,其存在是在于从某个在先之物向某个第二的、随后的之物的过渡之中。而且他[亚里士多德]在说‘然而处于静止之物也有可能处于运动的数目之中;而处于数目之中是指存在着事物的某种数目’时,已经清楚地表明了这一点。” 在亚历山大作此论述时,我不禁诧异:他何以说静止并不像运动那样具有在先与在后呢?因为如果静止不具有它们,而在先的‘现在’与在后的[‘现在’]直接相连[即同一],那么正如在运动中一样,在静止中也不会有时间的观念了。但如果存在着在先与在后,存在着从前者向后者的过渡,并且当在先者消逝时在后者随之产生,那么静止岂非也在生成中具有其存在,且某种运动岂非也将显明存在于静止之中吗?那么,运动是否可能是双重的呢:一种是与静止相对立的运动,另一种则是也存在于静止自身之中、作为静止存在的延展的运动。因为正如对于生成之中的所有其他事物而言,我们此前称其实存的流动为其存在一样,静止的存在也是处于流动与延展之中的。因此亚里士多德虽然在一开始说静止由时间偶性地度量,然而接下去他还是会说:“时间将度量运动之物和静止之物,前者在其作为运动之物的限度内,后者在其作为静止之物的限度内。”因为时间将度量它们的运动与静止有多大,即度量二者各自依其存在而言的延展,换言之即生成与流动。也许正是因为这个缘故,他说静止由时间偶性地度量:因为静止并非单纯作为静止被度量,而是按照其生成性的存在被度量,正如运动与其他形式也是依此而时间化的一样。只不过既然在运动的情况下,运动与运动的存在是同一的,因此时间显得理所当然地就自身而言属于运动。此外,他称静止为运动的匮乏,并非像曲之于直、一般而言的反乎自然之物之于顺乎自然之物那样,而是作为本性上应有者的缺失,同时静止自身也是顺乎自然的,这一点是很清楚的,因为他在给自然下定义时,曾说自然不仅是运动的、而且就自身而言也是静止的本原和原因。因为静止的原因同样是自然。也许正因如此,他并没有称静止为“停顿”,因为他希望用专有的名称去称呼运动向其转变并从中转变出来的那个“停顿”。因为就连那些永恒保持不动的事物,如宇宙的两极和轴,虽被称为“立定”,却不再被称为“静止”,因为处于静止乃是属于曾经运动过的事物的。

语法注3 条
  1. 4.122ἐπισκήπτων ὁ Ἀλέξανδρος “ὡς ἴσον, φησίν

    承接前文的独立属格从句(τινῶν δὲ ... λεγόντων),分词 ἐπισκήπτων 修饰主语 ὁ Ἀλέξανδρος,而直接引语中插入的 φησίν 实际上承担了主句限定动词的职能,构成破格句(anacoluthon)。

  2. 4.122μήποτε οὖν διττὴ ἡ κίνησις

    μήποτε 与系动词 ἐστί 的省略连用,引导一种带有推测性的审慎主张(“运动是否可能是双重的呢”,“或许……”)。

  3. 4.122δῆλον, εἰ καὶ τὴν φύσιν ὁριζόμενος

    在省略系词的 δῆλον [ἐστιν] 之后,由 εἰ(或 εἰ καί)引导的从句并非表示假设或与事实相反的条件,而是作为提供既成事实的证据(“从他曾说过……这一点也是清楚的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:743.32-745.5